§9.24.1ἐξ Ἀκραιφνίου δὲ ἰόντι εὐθεῖαν ἐπὶ λίμνην τὴν Κηφισίδα—οἱ δὲ Κωπαΐδα ὀνομάζουσι τὴν αὐτήν— πεδίον καλούμενόν ἐστιν Ἀθαμάντιον· οἰκῆσαι δὲ Ἀθάμαντα ἐν αὐτῷ φασιν.
从阿克赖夫尼翁一直走向凯菲西斯湖——有人也称其为科派斯湖——有一片被称为阿萨曼提翁的平原;人们说阿萨曼斯曾居住在其中。
ἐς δὲ τὴν λίμνην ὅ τε ποταμὸς ὁ Κηφισὸς ἐκδίδωσιν ἀρχόμενος ἐκ Λιλαίας τῆς Φωκέων καὶ διαπλεύσαντί εἰσι Κῶπαι.
凯菲索斯河注入该湖,该河源自福基斯人的利莱亚,乘船渡过湖去则是科派。
κεῖνται δὲ αἱ Κῶπαι πόλισμα ἐπὶ τῇ λίμνῃ, τούτου δὲ καὶ Ὅμηρος ἐποιήσατο ἐν καταλόγῳ μνήμην· ἐνταῦθα Δήμητρος καὶ Διονύσου καὶ Σαράπιδός ἐστιν ἱερά.
科派是坐落在湖畔的小城镇,荷马在《船名表》中也曾提及它;这里有德墨忒尔、迪奥尼索斯和萨拉皮斯的神庙。
§9.24.2λέγουσι δὲ οἱ Βοιωτοὶ καὶ πολίσματα ἄλλα πρὸς τῇ λίμνῃ ποτὲ Ἀθήνας καὶ Ἐλευσῖνα οἰκεῖσθαι, καὶ ὡς ὥρᾳ χειμῶνος ἐπικλύσασα ἠφάνισεν αὐτὰ ἡ λίμνη.
波奥蒂亚人还说,过去在湖边曾有其他城镇,即雅典和埃勒夫西斯,但湖水在冬季泛滥将它们淹没消逝了。
οἱ μὲν δὴ ἰχθῦς οἱ ἐν τῇ Κηφισίδι οὐδέν τι διάφορον ἐς ἄλλους ἰχθῦς τοὺς λιμναίους ἔχουσιν· αἱ δὲ ἐγχέλεις αὐτόθι καὶ μεγέθει μέγισται καὶ ἐσθίειν εἰσὶν ἥδισται.
凯菲西斯湖里的鱼与其他湖泊中的鱼并无两样,但那里的鳗鱼不仅体型极大,而且味道极美。
§9.24.3Κωπῶν δὲ ἐν ἀριστερᾷ σταδίους προελθόντι ὡς δώδεκα εἰσὶν Ὄλμωνες, Ὀλμωνέων δὲ ἑπτά που στάδια Ὕηττος ἀφέστηκε κῶμαι νῦν τε οὖσαι καὶ εὐθὺς ἐξ ἀρχῆς· μοίρας δὲ ἐμοὶ δοκεῖν τῆς Ὀρχομενίας εἰσὶ καὶ αὗται καὶ πεδίον τὸ Ἀθαμάντιον.
在科派左侧向前走约十二希腊里处是奥尔莫内斯,从奥尔莫内斯走约七希腊里则是许埃托斯,它们从古至今都是村庄;依我之见,这两处以及阿萨曼提翁平原都属于奥尔科梅诺斯领地的一部分。
καὶ ὅσα μὲν ἐς Ὕηττον ἄνδρα Ἀργεῖον καὶ Ὄλμον τὸν Σισύφου λεγόμενα ἤκουον, προσέσται καὶ αὐτὰ τῇ Ὀρχομενίᾳ συγγραφῇ·
关于阿哥斯人许埃托斯和西绪福斯之子奥尔莫斯我所听闻的传说,都将并入奥尔科梅诺斯的历史叙述中。
θέας δὲ ἄξιον ἐν μὲν Ὄλμωσιν οὐδʼ ἐπὶ βραχύτατον παρεῖχον οὐδέν, ἐν Ὑήττῳ δὲ ναός ἐστιν Ἡρακλέους καὶ ἰάματα εὕρασθαι παρὰ τούτου τοῖς κάμνουσιν ἔστιν, ὄντος οὐχὶ ἀγάλματος σὺν τέχνῃ, λίθου δὲ ἀργοῦ κατὰ τὸ ἀρχαῖον.
至于值得看的东西,在奥尔莫内斯连最微小的一处都没有,但在许埃托斯有一座赫拉克勒斯神庙,病人可以从他那里获得治愈,因为这里的神像不是一件艺术雕像,而是按照古风未加雕琢的粗石。
§9.24.4Ὑήττου δὲ στάδια ὡς εἴκοσιν ἀπέχουσι Κύρτωνες· τὸ δὲ ἀρχαῖον ὄνομα τῷ πολίσματί φασιν εἶναι Κυρτώνην.
距离许埃托斯约二十希腊里处是屈尔托内斯;人们说这个城镇的古名是屈尔托内。
ᾤκισται δὲ ἐπὶ ὄρους ὑψηλοῦ, καὶ Ἀπόλλωνός ἐστιν ἐνταῦθα ναός τε καὶ ἄλσος· ἀγάλματα δὲ ὀρθὰ Ἀπόλλωνος καὶ Ἀρτέμιδός ἐστιν.
它建在高山之上,那里有阿波罗的神庙和圣林;还有阿波罗与阿耳忒弥斯的直立雕像。
ἔστι δὲ αὐτόθι καὶ ὕδωρ ψυχρὸν ἐκ πέτρας ἀνερχόμενον· νυμφῶν δὲ ἱερὸν ἐπὶ τῇ πηγῇ καὶ ἄλσος οὐ μέγα ἐστίν, ἥμερα δὲ ὁμοίως πάντα ἐν τῷ ἄλσει δένδρα.
那里还有从岩石中涌出的冷水;在泉水旁有一座宁芙的神庙和一片不大不小的圣林,圣林里的树木同样全部都是人工栽培的树木。
§9.24.5ἐκ δὲ Κυρτώνων ὑπερβάλλοντι τὸ ὄρος πόλισμά ἐστι Κορσεία, ὑπὸ δὲ αὐτῷ δένδρων ἄλσος οὐχ ἡμέρων· πρῖνοι τὸ πολύ εἰσιν.
从屈尔托内斯翻过山,有一座城镇科尔塞亚,在它下方有一片野生树木的圣林,大部分是冬青栎。
Ἑρμοῦ δὲ ἄγαλμα οὐ μέγα ἐν ὑπαίθρῳ τοῦ ἄλσους ἕστηκε. τοῦτο ἀπέχει Κορσείας ὅσον τε ἥμισυ σταδίου.
圣林的露天处立着一座不大的赫耳墨斯雕像;这距离科尔塞亚大约半个希腊里。
καταβάντων δὲ ἐς τὸ χθαμαλὸν ποταμὸς Πλατάνιος καλούμενος ἐκδίδωσιν ἐς θάλασσαν· ἐν δεξιᾷ δὲ τοῦ ποταμοῦ Βοιωτῶν ἔσχατοι ταύτῃ πόλισμα οἰκοῦσιν Ἁλὰς ἐπὶ θαλάσσῃ, ἣ τὴν Λοκρίδα ἤπειρον ἀπὸ τῆς Εὐβοίας διείργει.
下到平地,一条被称为普拉塔尼乌斯的河流注入大海;在河的右侧,居住着这一方向上波奥蒂亚人的最边缘者,他们生活在海边的哈莱镇,该镇将洛克里斯大陆与欧波亚隔开。