§8.44.1τὰ δὲ ἐπίλοιπα ἡμῖν τοῦ Ἀρκαδικοῦ λόγου ἔστιν ἐκ Μεγάλης πόλεως ἐς Παλλάντιον ὁδὸς καὶ ἐς Τεγέαν, ἄγουσα αὕτη μέχρι τοῦ καλουμένου Χώματος.
我们关于阿卡迪亚叙述的其余部分,是从梅加洛波利斯通往帕兰提翁和特格阿的道路,这条路一直通往被称为“霍马”的地方。
κατὰ ταύτην τὴν ὁδὸν Λαδόκειά σφισιν ὠνόμασται τὰ πρὸ τοῦ ἄστεως ἀπὸ Λαδόκου τοῦ Ἐχέμου, καὶ μετὰ ταῦτα Αἱμονιαὶ πόλις ἦσαν τὸ ἀρχαῖον· οἰκιστὴς δὲ Αἵμων ἐγένετο αὐταῖς ὁ Λυκάονος, διαμεμένηκε δὲ καὶ ἐς τόδε Αἱμονιὰς τὸ χωρίον τοῦτο ὀνομάζεσθαι.
沿着这条路,城前的地区因埃克摩斯之子拉多科斯而被他们命名为拉多克亚,在此之后,古时曾有海摩尼亚城;其创建者是吕卡翁之子海蒙,直到今日这个地方仍继续被称为海摩尼亚斯。
§8.44.2μετὰ δὲ Αἱμονιὰς ἐν δεξιᾷ τῆς ὁδοῦ πόλεώς ἐστιν Ὀρεσθασίου καὶ ἄλλα ὑπολειπόμενα ἐς μνήμην καὶ Ἀρτέμιδος ἱεροῦ κίονες ἔτι· ἐπίκλησις δὲ Ἱέρεια τῇ Ἀρτέμιδί ἐστι.
在海摩尼亚斯之后,在道路右侧,留有奥雷斯塔西翁城的其他值得纪念的遗迹,以及至今仍存的阿耳忒弥斯神庙的圆柱;阿耳忒弥斯有“女祭司”的别名。
τὴν δὲ εὐθεῖαν ἰόντι ἐξ Αἱμονιῶν Ἀφροδίσιόν τέ ἐστιν ὀνομαζόμενον καὶ μετʼ αὐτὸ ἄλλο χωρίον τὸ Ἀθήναιον· τούτου δὲ ἐν ἀριστερᾷ ναός ἐστιν Ἀθηνᾶς καὶ ἄγαλμα ἐν αὐτῷ λίθου.
从海摩尼亚斯一直向前走的人,会看到一个被称为阿普罗迪西翁的地方,紧接着是另一个地方,即阿特奈翁;在此地左侧有一座雅典娜神庙,其中有一尊石像。
§8.44.3τοῦ Ἀθηναίου δὲ μάλιστα εἴκοσιν ἀπωτέρω σταδίοις ἐρείπια Ἀσέας ἐστί, καὶ ὁ λόφος ἀκρόπολις τότε οὖσα τείχους σημεῖα ἔχει καὶ ἐς τόδε.
从阿特奈翁再往前大约二十斯塔迪翁是阿塞亚的遗迹,当时作为卫城的山丘直到今日仍有城墙的痕迹。
σταδίους δὲ ὅσον πέντε ἀπὸ Ἀσέας τοῦ Ἀλφειοῦ μὲν ὀλίγον ἄπο τῆς ὁδοῦ, τοῦ δὲ Εὐρώτα παρʼ αὐτήν ἐστιν ἡ πηγὴ τὴν ὁδόν· πρός τε τοῦ Ἀλφειοῦ τῇ πηγῇ ναός τε Μητρὸς θεῶν ἐστιν οὐκ ἔχων ὄροφον καὶ λέοντες λίθου δύο πεποιημένοι.
距离阿塞亚大约五斯塔迪翁处,有稍偏离道路的阿尔斐俄斯河的源头,以及就在道路旁的欧罗塔斯河的源头;在阿尔斐俄斯河源头附近,有一座没有屋顶的众神之母神庙,以及两只石雕狮子。
§8.44.4τοῦ δὲ Εὐρώτα τὸ ὕδωρ ἀνακεράννυταί τε πρὸς τὸν Ἀλφειὸν καὶ ὅσον ἐπὶ εἴκοσι σταδίους κοινῷ προΐασι τῷ ῥεύματι· κατελθόντες δὲ ἐς χάσμα ὁ μὲν αὐτῶν ἄνεισιν αὖθις ἐν τῇ γῇ τῇ Λακεδαιμονίων ὁ Εὐρώτας, ὁ δὲ Ἀλφειὸς ἐν Πηγαῖς τῆς Μεγαλοπολίτιδος.
欧罗塔斯的水与阿尔斐俄斯相混合,它们在共同的溪流中前行大约二十斯塔迪翁;在落入深渊后,它们中的一个,即欧罗塔斯,在拉刻代蒙人的土地上再次升起,而阿尔斐俄斯则在梅加洛波利斯境内的佩盖升起。
ἔστι δὲ ἄνοδος ἐξ Ἀσέας ἐς τὸ ὄρος τὸ Βόρειον καλούμενον, καὶ ἐπὶ τῇ ἄκρᾳ τοῦ ὄρους σημεῖά ἐστιν ἱεροῦ· ποιῆσαι δὲ τὸ ἱερὸν Ἀθηνᾷ τε Σωτείρᾳ καὶ Ποσειδῶνι Ὀδυσσέα ἐλέγετο ἀνακομισθέντα ἐξ Ἰλίου.
从阿塞亚有登往被称为博雷翁之山的通路,在山顶上有神庙的痕迹;据说从伊利翁归来的奥德修斯为救主雅典娜和波塞冬建造了这座神庙。
§8.44.5τὸ δὲ ὀνομαζόμενον Χῶμα ὅροι Μεγαλοπολίταις τῆς γῆς πρὸς Τεγεάτας καὶ Παλλαντιεῖς εἰσι· καὶ τὸ Παλλαντικὸν πεδίον ἐστὶν ἐκτραπεῖσιν ἐς ἀριστερὰν ἀπὸ τοῦ Χώματος.
被称为“霍马”的地方是梅加洛波利斯人与特格阿人及帕兰提翁人土地的边界;从“霍马”向左转的人便会来到帕兰提翁平原。
ἐν δὲ Παλλαντίῳ ναός τε καὶ ἀγάλματα λίθου Πάλλαντος, τὸ δὲ ἕτερόν ἐστιν Εὐάνδρου· καὶ Κόρης τε τῆς Δήμητρος ἱερὸν καὶ οὐ πολὺ ἀπωτέρω Πολυβίου σφίσιν ἀνδριάς ἐστι.
在帕兰提翁有一座神庙,里面有帕拉斯的石像,另一尊则是埃万德罗斯的;还有德墨忒尔之女科瑞的神庙,离那里不远处有他们为波利比乌斯立的雕像。
τῷ λόφῳ δὲ τῷ ὑπὲρ τῆς πόλεως ὅσα ἀκροπόλει τὸ ἀρχαῖον ἐχρῶντο· λείπεται δὲ καὶ ἐς ἡμᾶς ἔτι ἐπὶ κορυφῇ τοῦ λόφου θεῶν ἱερόν.
市上方的山丘在古时被他们用作卫城;直到我们的时代,山丘顶上仍留有一座众神的神庙。
§8.44.6ἐπίκλησις μὲν δή ἐστιν αὐτοῖς Καθαροί, περὶ μεγίστων δὲ αὐτόθι καθεστήκασιν οἱ ὅρκοι· καὶ ὀνόματα μὲν τῶν θεῶν οὐκ ἴσασιν ἢ καὶ εἰδότες οὐ θέλουσιν ἐξαγορεύειν, Καθαροὺς δὲ ἐπὶ τοιῷδε ἄν τις κληθῆναι τεκμαίροιτο, ὅτι αὐτοῖς οὐ κατὰ ταὐτὰ ὁ Πάλλας ἔθυσε καθὰ καὶ ὁ πατήρ οἱ τῷ Λυκαίῳ Διί.
他们确实有“卡塔罗伊”的别名,在那里确立了关于最重大事务的誓言;他们不知道这些神的名字,或者即使知道也不愿说出来,但人们可以根据以下原因推测他们被称为“卡塔罗伊”:因为帕拉斯祭祀他们的方式,与其父亲祭祀吕开俄斯宙斯的方式不同。
§8.44.7τοῦ δὲ καλουμένου Χώματος ἐν δεξιᾷ πεδίον ἐστὶ τὸ Μανθουρικόν· ἔστι δὲ ἐν ὅροις ἤδη Τεγεατῶν τὸ πεδίον, ὂν σταδίων που πεντήκοντα μάλιστα ἄχρι Τεγέας.
在被称为“霍马”之地的右侧是曼图里康平原;该平原已在特格阿人的边界内,一直延伸到特格阿,大约有五十斯塔迪翁。
ἔστι δὲ ὄρος οὐ μέγα ἐν δεξιᾷ τῆς ὁδοῦ καλούμενον Κρήσιον· ἐν δὲ αὐτῷ τὸ ἱερὸν τοῦ Ἀφνειοῦ πεποίηται.
在道路右侧有一座不大的山,被称为克雷西翁山;在山上有为“阿普内俄斯”建造的神庙。
Ἀερόπῃ γὰρ Κηφέως τοῦ Ἀλέου συνεγένετο Ἄρης, καθὰ οἱ Τεγεᾶται λέγουσι· καὶ ἡ μὲν ἀφίησιν ἐν ταῖς ὠδῖσι τὴν ψυχήν, ὁ δὲ παῖς καὶ τεθνηκυίας §8.44.8εἴχετο ἔτι τῆς μητρὸς καὶ ἐκ τῶν μαστῶν εἷλκεν αὐτῆς γάλα πολὺ καὶ ἄφθονον, καὶ—ἦν γὰρ τοῦ Ἄρεως γνώμῃ τὰ γινόμενα—τούτων ἕνεκα Ἀφνειὸν τὸν θεὸν ὀνομάζουσι· τῷ δὲ παιδίῳ ὄνομα τεθῆναί φασιν Ἀέροπον.
因为正如特格阿人所说,阿雷斯与阿勒俄斯之子刻甫斯之女阿厄罗珀交合;她虽在分娩的痛苦中死去了,但那个孩子即使在她死后,仍紧贴着他的母亲,从她的乳房中吸取着许多且充足的乳汁,而且——因为所发生的事是依阿雷斯的意志——由于这些原因,他们称这位神为“阿普内俄斯”;他们说这个孩子被命名为阿厄罗波斯。
ἔστι δὲ κατὰ τὴν ἐς Τεγέαν ὁδὸν Λευκώνιος καλουμένη κρήνη· θυγατέρα δὲ Ἀφείδαντος λέγουσιν εἶναι τὴν Λευκώνην, καὶ οὐ πόρρω τοῦ Τεγεατῶν οἱ ἄστεως μνῆμά ἐστιν.
在通往特格阿的路上有一口被称为雷乌科尼奥斯的泉水;他们说雷乌科ne是阿斐达斯之女,在离特格阿人的城市不远的地方有她的陵墓。