Humanitext Reader

保萨尼亚斯 · 希腊志 §8.31.1-8.31.9

梅加洛波利斯的伟大女神圣域与神像

第 338 段,共 465 段 · 希腊语

内容简介

记述了梅加洛波利斯伟大的女神们(德墨忒尔与科瑞)的圣域及其神像、阿佛洛狄忒的圣域、其他四角柱神像,以及阿戈拉附近小山上的遗迹。

§8.31.1τὸ δὲ ἕτερον πέρας τῆς στοᾶς παρέχεται τὸ πρὸς ἡλίου δυσμῶν περίβολον θεῶν ἱερὸν τῶν Μεγάλων.
而柱廊的另一端,即朝向落日(西面)的一端,接邻着伟大的女神们的圣域围墙。
αἱ δέ εἰσιν αἱ Μεγάλαι θεαὶ Δημήτηρ καὶ Κόρη, καθότι ἐδήλωσα ἤδη καὶ ἐν τῇ Μεσσηνίᾳ συγγραφῇ· τὴν Κόρην δὲ Σώτειραν καλοῦσιν οἱ Ἀρκάδες.
这些伟大的女神就是德墨忒尔和科瑞,正如我已经在我关于麦塞尼亚的记述中所阐明的那样;而阿卡迪亚人称科瑞为救主。
ἐπειργασμένοι δὲ ἐπὶ τύπων πρὸ τῆς ἐσόδου τῇ μὲν Ἄρτεμις, τῇ δὲ Ἀσκληπιός ἐστι καὶ Ὑγεία.
在入口前的浮雕上,一侧刻有阿耳忒弥斯,另一侧则是阿斯克勒庇俄斯和许癸厄亚。
§8.31.2θεαὶ δὲ αἱ Μεγάλαι Δημήτηρ μὲν λίθου διὰ πάσης, ἡ δὲ Σώτειρα τὰ ἐσθῆτος ἐχόμενα ξύλου πεποίηται· μέγεθος δὲ ἑκατέρας πέντε που καὶ δέκα εἰσὶ πόδες.
在伟大的女神中,德墨忒尔完全是由石头制成的,而救主的衣服部分是用木头制成的;每一尊的高度大约是十五英尺。
τά τε ἀγάλματα Δαμοφῶν καὶ πρὸ αὐτῶν κόρας ἐποίησεν οὐ μεγάλας, ἐν χιτῶσί τε καθήκουσιν ἐς σφυρὰ καὶ ἀνθῶν ἀνάπλεων ἑκατέρα τάλαρον ἐπὶ τῇ κεφαλῇ φέρει· εἶναι δὲ θυγατέρες τοῦ Δαμοφῶντος λέγονται, τοῖς δὲ ἐπανάγουσιν ἐς τὸ θειότερον δοκεῖ σφᾶς Ἀθηνᾶν τε εἶναι καὶ Ἄρτεμιν τὰ ἄνθη μετὰ τῆς Περσεφόνης συλλεγούσας.
这些神像是达莫丰制作的,在它们前面他还制作了一些不大的少女像,她们身穿及踝的紧身衣,每个人头上戴着一个装满鲜花的篮子;据说她们是达莫丰的女儿们,但那些将其归于更神圣起源的人,则认为她们是阿典娜和阿耳忒弥斯,正与珀耳塞福涅一起采摘鲜花。
§8.31.3ἔστι δὲ καὶ Ἡρακλῆς παρὰ τῇ Δήμητρι μέγεθος μάλιστα πῆχυν· τοῦτον τὸν Ἡρακλέα εἶναι τῶν Ἰδαίων καλουμένων Δακτύλων Ὀνομάκριτός φησιν ἐν τοῖς ἔπεσι.
德墨忒尔身旁还有一尊赫拉克勒斯像,大小大约一肘;奥诺马克里托斯在他的史诗中说,这位赫拉克勒斯是所谓的伊达山的达克提洛斯之一。
κεῖται δὲ τράπεζα ἔμπροσθεν, ἐπειργασμέναι τε ἐπʼ αὐτῇ δύο τέ εἰσιν Ὧραι καὶ ἔχων Πὰν σύριγγα καὶ Ἀπόλλων κιθαρίζων· ἔστι δὲ καὶ ἐπίγραμμα ἐπʼ αὐτοῖς εἶναι σφᾶς θεῶν τῶν πρώτων.
前面放着一张桌子,上面浮雕着两位荷赖、拿着潘笛的潘神,以及弹奏基萨拉琴的阿波罗;在它们上面还有一处铭文,说他们是最初的神明。
§8.31.4πεποίηνται δὲ ἐπὶ τραπέζῃ καὶ Νύμφαι· Νέδα μὲν Δία φέρουσά ἐστι νήπιον παῖδα, Ἀνθρακία δὲ νύμφη τῶν Ἀρκαδικῶν καὶ αὕτη δᾷδα ἔχουσά ἐστιν, Ἁγνὼ δὲ τῇ μὲν ὑδρίαν, ἐν δὲ τῇ ἑτέρᾳ χειρὶ φιάλην· Ἀγχιρόης δὲ καὶ Μυρτωέσσης εἰσὶν ὑδρίαι τὰ φορήματα, καὶ ὕδωρ δῆθεν ἀπʼ αὐτῶν κάτεισιν.
桌子上也表现了宁芙们:内达抱着婴儿宙斯,阿恩特拉基亚是阿卡迪亚的另一位宁芙,她也拿着火炬,哈格诺一手拿着水罐,另一手拿着菲亚莱(平盘);安基罗厄和米尔托厄萨的携带物是水罐,并且水确实从其中流下。
τοῦ περιβόλου δέ ἐστιν ἐντὸς Φιλίου Διὸς ναός, Πολυκλείτου μὲν τοῦ Ἀργείου τὸ ἄγαλμα, Διονύσῳ δὲ ἐμφερές· κόθορνοί τε γὰρ τὰ ὑποδήματά ἐστιν αὐτῷ καὶ ἔχει τῇ χειρὶ ἔκπωμα, τῇ δὲ ἑτέρᾳ θύρσον, κάθηται δὲ ἀετὸς ἐπὶ τῷ θύρσῳ· καίτοι τοῖς γε ἐς Διόνυσον λεγομένοις τοῦτο οὐχ ὁμολογοῦν ἐστι.
在围墙内是友谊宙斯的神庙,神像是阿尔戈斯人波留克列特斯的作品,酷似狄奥尼索斯;因为他的鞋子是高筒靴,一手拿着杯子,另一手拿着酒神杖(塞索斯),而一只鹰停在酒神杖上;然而,对于关于狄奥尼索斯所说的话,这并不相符。
§8.31.5τούτου δὲ ὄπισθεν τοῦ ναοῦ δένδρων ἐστὶν ἄλσος οὐ μέγα, θριγκῷ περιεχόμενον· ἐς μὲν δὴ τὸ ἐντὸς ἔσοδος οὐκ ἔστιν ἀνθρώποις, πρὸ δὲ αὐτοῦ Δήμητρος καὶ Κόρης ὅσον τε ποδῶν τριῶν εἰσιν ἀγάλματα.
在这座神庙的后面有一片不大的树林,被石墙包围着;进入内部确实不对人开放,但在它前面有大约三英尺高的德墨忒尔和科瑞的雕像。
ἔστι δὲ ἐντὸς τοῦ περιβόλου τῶν Μεγάλων θεῶν καὶ Ἀφροδίτης ἱερόν.
伟大的女神们的围墙内还有一座阿佛洛狄忒的圣域。
πρὸ μὲν δὴ τῆς ἐσόδου ξόανά ἐστιν ἀρχαῖα, Ἥρα καὶ Ἀπόλλων τε καὶ Μοῦσαι—ταῦτα κομισθῆναί φασιν ἐκ Τραπεζοῦντος—, ἀγάλματα δὲ ἐν τῷ ναῷ Δαμοφῶν §8.31.6ἐποίησεν Ἑρμῆν ξύλου καὶ Ἀφροδίτης ξόανον· καὶ ταύτης χεῖρές εἰσι λίθου καὶ πρόσωπόν τε καὶ ἄκροι πόδες.
在入口前确实有古老的木雕神像,赫拉、阿波罗和缪斯们——据说这些是从特拉佩祖斯运来的——而神庙里的神像,达莫丰制作了木制的赫尔墨斯像和阿佛洛狄忒的木雕神像;后者的手、脸和足尖是用石头制成的。
τὴν δὲ ἐπίκλησιν τῇ θεῷ Μαχανῖτιν ὀρθότατα ἔθεντο ἐμοὶ δοκεῖν· Ἀφροδίτης γὰρ ἕνεκα καὶ ἔργων τῶν ταύτης πλεῖσται μὲν ἐπιτεχνήσεις, παντοῖα δὲ ἀνθρώποις ἀνευρημένα ἐς λόγους ἐστίν.
在我看来,他们给这位女神冠以“马哈尼蒂斯(策略者)”的异名是非常正确的;因为由于阿佛洛狄忒和她的作为,人类想出了极多的策略,在言语中也发明了各种各样的事情。
§8.31.7ἑστήκασι δὲ καὶ ἀνδριάντες ἐν οἰκήματι, Καλλιγνώτου τε καὶ Μέντα καὶ Σωσιγένους τε καὶ Πώλου· καταστήσασθαι δὲ οὗτοι Μεγαλοπολίταις λέγονται πρῶτον τῶν Μεγάλων θεῶν τὴν τελετήν, καὶ τὰ δρώμενα τῶν Ἐλευσῖνί ἐστι μιμήματα.
在一个房间里还立着一些男人的雕像,即卡里格诺托斯、门塔斯、索西格内斯和波洛斯;据说他们首先为梅加洛波利斯人确立了伟大的女神们的秘仪,而所举行的仪式是对埃琉西斯仪式的模仿。
κεῖται δὲ ἐντὸς τοῦ περιβόλου θεῶν τοσάδε ἄλλων ἀγάλματα τὸ τετράγωνον παρεχόμενα σχῆμα, Ἑρμῆς τε ἐπίκλησιν Ἀγήτωρ καὶ Ἀπόλλων καὶ Ἀθηνᾶ τε καὶ Ποσειδῶν, ἔτι δὲ Ἥλιος ἐπωνυμίαν ἔχων Σωτὴρ εἶναι καὶ Ἡρακλῆς.
在围墙内还放着这么多其他神明的雕像,呈四角柱形状:异名为阿格托尔(引导者)的赫尔墨斯、阿波罗、阿典娜、波塞冬,此外还有拥有“救主”称号的赫利俄斯,以及赫拉克勒斯。
ᾠκοδόμηται δὲ καὶ ἱερόν σφισι μεγέθει μέγα, καὶ ἄγουσιν ἐνταῦθα τὴν τελετὴν ταῖς θεαῖς.
还为他们建造了一座规模巨大的圣所,他们在这里为女神们举行秘仪。
§8.31.8τοῦ ναοῦ δὲ τῶν Μεγάλων θεῶν ἐστιν ἱερὸν ἐν δεξιᾷ καὶ Κόρης· λίθου δὲ τὸ ἄγαλμα ποδῶν ὀκτὼ μάλιστα· ταινίαι δὲ ἐπέχουσι διὰ παντὸς τὸ βάθρον.
在伟大的女神们的神庙的右侧,还有科瑞的圣域;雕像是石制的,大约八英尺高,缎带完全覆盖了基座。
ἐς τοῦτο τὸ ἱερὸν γυναιξὶ μὲν τὸν πάντα ἐστὶν ἔσοδος χρόνον, οἱ δὲ ἄνδρες οὐ πλέον ἢ ἅπαξ κατὰ ἔτος ἕκαστον ἐς αὐτὸ ἐσίασι.
这个圣域对于女性是随时可以进入的,但男性每年进入其中不超过一次。
γυμνάσιον δὲ τῇ ἀγορᾷ συνεχὲς κατὰ ἡλίου δυσμάς ἐστιν ᾠκοδομημένον.
紧邻着阿戈拉,在西面建造了一座体育馆。
§8.31.9τῆς στοᾶς δὲ ἣν ἀπὸ τοῦ Μακεδόνος Φιλίππου καλοῦσι, ταύτης εἰσὶ δύο ὄπισθεν λόφοι, οὐκ ἐς ὕψος ἀνήκοντες· ἐρείπια δὲ Ἀθηνᾶς ἱεροῦ Πολιάδος ἐπὶ αὐτῷ, καὶ τῷ ἑτέρῳ ναός ἐστιν Ἥρας Τελείας, ὁμοίως καὶ ταῦτα ἐρείπια.
在他们以马其顿人腓力命名的那座柱廊的后面,有两座不高的小山;在其中一座小山上有阿典娜·波利亚斯圣域的废墟,在另一座小山上有成婚赫拉的神庙,同样也是废墟。
ὑπὸ τούτῳ τῷ λόφῳ Βάθυλλος καλουμένη πηγὴ συντελεῖ καὶ αὕτη τῷ ποταμῷ Ἑλισσόντι ἐς μέγεθος.
在这座小山下,一处被称为巴堤洛斯的泉水也汇入赫利松河,增加了其水量。

词汇与语法注释

  1. 8.31.1τὸ δὲ ἕτερον πέρας τῆς στοᾶς παρέχεται τὸ πρὸς ἡλίου δυσμῶν περίβολον — 中动语态动词 παρέχεται 的主语是 τὸ δὲ ἕτερον πέρας τῆς στοᾶς(中性单数),宾语是 περίβολον(阳性单数宾格)。在空间语境中,παρέχω 的中动语态可以表示“呈现”或“临近、面对”,此处指柱廊的西端与圣域的围墙相接。
  2. 8.31.2τὰ ἐσθῆτος ἐχόμενα — 意为“与衣服相关的部分”。表示关涉/观点的中性复数宾格冠词 τά 由分词短语 ἐχόμενα(ἔχω的中动现在分词,后接属格 ἐσθῆτος,意为“紧贴”或“关乎”)所修饰。
  3. 8.31.4καίτοι τοῖς γε ἐς Διόνυσον λεγομένοις — 短语 τοῖς γε ἐς Διόνυσον λεγομένοις 是中性复数与格。这是因为主句中的否定式形容词/分词短语 οὐχ ὁμολογοῦν ἐστι(不一致、不相符)需要接与格作为其补足语。
  4. 8.31.6ὀρθότατα ἔθεντο ἐμοὶ δοκεῖν — 短语 ἐμοὶ δοκεῖν 是用作绝对不定式(infinitivus absolutus)的惯用语,作插入语,意为“依我之见”。动词 ἔθεντο(其主语为不定的“他们”)的直接宾语是 τὴν ἐπίκλησιν。
  5. 8.31.7τὸ τετράγωνον παρεχόμενα σχῆμα — 中性复数现在中动分词 παρεχόμενα 修饰前面的名词 ἀγάλματα。意为“呈现出四方形的外观”,用来描述类似于赫尔墨斯柱(herm)下半部呈四角柱状的神像。

引用这一段

保萨尼亚斯, 希腊志 §8.31.1-8.31.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.31.1-8.31.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。