§8.21.1ταῦτα μὲν δὴ οὕτω λέγουσι·
那些人便是如此传说的。
τοῦ Λάδωνος δὲ τῶν πηγῶν ἀπέχει στάδια ἑξήκοντα ἡ Κλειτορίων πόλις, ἡ δὲ ὁδὸς ἡ ἀπὸ τῶν πηγῶν τοῦ Λάδωνός ἐστιν αὐλὼν στενὸς παρὰ τὸν Ἀροάνιον ποταμόν.
克雷托里亚人的城邦距离拉东河的源头有六十斯塔迪翁,从拉东河源头出发的路是沿着阿罗阿尼奥斯河的一条狭窄山谷。
πρὸς δὲ τῇ πόλει διαβήσῃ ποταμὸν καλούμενον Κλείτορα.
在该城附近,你将渡过一条名为克雷托尔的河流。
ἐκδίδωσιν οὖν ὁ Κλείτωρ ἐς τὸν Ἀροάνιον, οὐ πλέον τῆς πόλεως σταδίους ἀπέχοντα ἑπτά.
克雷托尔河汇入阿罗阿尼奥斯河,该河距离该城不超过七斯塔迪翁。
§8.21.2εἰσὶ δὲ ἰχθῦς ἐν τῷ Ἀροανίῳ καὶ ἄλλοι καὶ οἱ ποικιλίαι καλούμενοι·
阿罗阿尼奥斯河中既有其他的鱼,也有被称为“波伊基利亚斯”的鱼。
τούτους λέγουσι τοὺς ποικιλίας φθέγγεσθαι κίχλῃ τῇ ὄρνιθι ἐοικός.
人们说这些波伊基利亚斯能发出类似于鸫鸟的鸣声。
ἐγὼ δὲ ἀγρευθέντας μὲν εἶδον, φθεγγομένων δὲ ἤκουσα οὐδὲν καταμείνας πρὸς τῷ ποταμῷ καὶ ἐς ἡλίου δυσμάς, ὅτε δὴ φθέγγεσθαι μάλιστα ἐλέγοντο οἱ ἰχθῦς.
我虽见过被捕获的这种鱼,但即便在河边停留直到日落——也就是人们说这些鱼最常鸣叫的时候——也未曾听到它们发出任何声音。
§8.21.3τῇ δὲ Κλειτορίων πόλει τὸ μὲν ὄνομα ἀπὸ τοῦ παιδὸς ἐτέθη τοῦ Ἀζᾶνος, οἰκεῖται δʼ ἐν ὁμαλῷ, κύκλῳ δὲ ὄρη περιέχοντά ἐστιν οὐ μεγάλα.
克雷托里亚人的城邦以阿赞之子的名字命名,它坐落在平原上,周围环绕着并不高大的山脉。
Κλειτορίοις δὲ ἱερὰ τὰ ἐπιφανέστατα Δήμητρος τό τε Ἀσκληπιοῦ, τρίτον δέ ἐστιν Εἰλειθυίας εἶναι, καὶ ἀριθμὸν ἐποίησεν οὐδένα ἐπʼ αὐτοῖς·
克雷托里亚人最著名的圣所是得墨忒耳圣所和阿斯克勒庇俄斯圣所,第三个则是厄勒梯亚圣所。 并且他未曾为她们规定数量。
Λύκιος δὲ Ὠλὴν ἀρχαιότερος τὴν ἡλικίαν, Δηλίοις ὕμνους καὶ ἄλλους ποιήσας καὶ ἐς Εἰλείθυιαν, εὔλινόν τε αὐτὴν ἀνακαλεῖ— δῆλον ὡς τῇ πεπρωμένῃ τὴν αὐτήν—καὶ Κρόνου πρεσβυτέραν φησὶν εἶναι.
而时代更古老的吕基亚人奥伦,曾为得洛斯人创作了其他赞歌以及一首献给厄勒梯亚的赞歌,他称她为“埃乌里诺斯”——显然是将她与命运女神视作同一人——并说她比克罗诺斯还要年长。
§8.21.4Κλειτορίοις δὲ καὶ Διοσκούρων, καλουμένων δὲ θεῶν Μεγάλων ἐστὶν ἱερὸν ὅσον τέσσαρα ἀπέχον στάδια ἀπὸ τῆς πόλεως· καὶ ἀγάλματά ἐστιν αὐτοῖς χαλκᾶ.
克雷托里亚人还有一个狄俄斯库里(即被称为“伟大神灵”者)的圣所,距离该城大约四斯塔迪翁;里面有他们的青铜神像。
πεποίηται δὲ καὶ ἐπὶ ὄρους κορυφῆς σταδίοις τριάκοντα ἀπωτέρω τῆς πόλεως ναὸς καὶ ἄγαλμα Ἀθηνᾶς Κορίας.
此外,在距离该城三十斯塔迪翁的一座山顶上,建有雅典娜·科里亚的神庙和神像。