§8.20.1προελθόντων δὲ σταδίους ὡς πεντήκοντα ἐκ Λυκουρίας, ἐπὶ τοῦ Λάδωνος ἀφίξῃ τὰς πηγάς·
自柳枯里亚前行约五十斯塔迪翁后,你便会到达拉东河的源头。
ἤκουσα δὲ ὡς τὸ ὕδωρ τὸ λιμνάζον ἐν τῇ Φενεατικῇ, κατερχόμενον ἐς τὰ βάραθρα τὰ ἐν τοῖς ὄρεσιν, ἄνεισιν ἐνταῦθα καὶ ποιεῖ τῷ Λάδωνι τὰς πηγάς.
我曾听说,在菲涅奥斯地区积聚成湖的水,流下山中的深渊,并在此处涌出,形成了拉东河的源流。
τοῦτο μὲν δὴ οὐκ ἔχω σαφῶς εἰπεῖν, εἴτε οὕτως εἴτε ἄλλως ἐστὶν ἔχον· ὁ δὲ Λάδων ποταμῶν τῶν ἐν Ἑλλάδι ὕδωρ παρέχεται κάλλιστον, ἔχει δὲ καὶ ἄλλως ἐς ἀνθρώπους φήμην Δάφνης τε εἵνεκα καὶ †τὰ ᾀδόμενα ἐς τὴν Δάφνην.
对此我无法确切地说明,事情究竟是如此还是另有其样;然而,拉东河提供了希腊所有河流中最美丽的水,此外由于达芙妮以及关于达芙妮所传唱的事迹,它在世人中也享有着非同凡响的名声。
§8.20.2τοῦ λόγου δὲ τοῦ ἐς Δάφνην τὰ μὲν Σύροις τοῖς οἰκοῦσιν ἐπὶ Ὀρόντῃ ποταμῷ παρίημι, λέγεται δὲ καὶ ἄλλα τοιάδε ὑπὸ Ἀρκάδων καὶ Ἠλείων.
关于达芙妮的传说,我略去居住在奥龙特斯河畔的叙利亚人所说的那部分,而阿卡迪亚人和伊利斯人则流传着如下的另一种说法。
Οἰνομάῳ τῷ δυναστεύσαντι ἐν Πίσῃ Λεύκιππος ἦν υἱός.
在披萨称霸的俄诺玛俄斯有一个儿子叫留基波斯。
οὗτος ἐρασθεὶς Δάφνης ὁ Λεύκιππος ἐκ μὲν τοῦ εὐθέος μνώμενος γυναῖκα ἕξειν ἀπεγίνωσκεν αὐτὴν ἅτε ἅπαν τὸ ἄρσεν γένος φεύγουσαν· παρέστη δέ οἱ τοιόνδε ἐς αὐτὴν σόφισμα.
这个留基波斯爱上了达芙妮,但因为她避开所有男性,他便放弃了通过正面求婚来娶她为妻的念头;于是,他想出了针对她的如下妙计。
§8.20.3ἔτρεφεν ὁ Λεύκιππος κόμην τῷ Ἀλφειῷ· ταύτην οἷα δὴ παρθένος πλεξάμενος τὴν κόμην καὶ ἐσθῆτα ἐνδὺς γυναικείαν ἀφίκετο ὡς τὴν Δάφνην, ἐλθὼν δὲ Οἰνομάου τε ἔλεγεν εἶναι θυγάτηρ καὶ ὡς συνθηρᾶν ἐθέλοι τῇ Δάφνῃ.
留基波斯曾为阿尔菲俄斯河蓄发;他像少女那样把这头发编起来,并穿上女装,来到了达芙妮那里。 他到来后,自称是俄诺玛俄斯的女儿,并表示想与达芙妮一同狩猎。
ἅτε δὲ εἶναι παρθένος νομιζόμενος, καὶ τὰς ἄλλας ὑπερβεβλημένος παρθένους γένους τε ἀξιώματι καὶ σοφίᾳ τῇ ἐς τὰ κυνηγέσια, πρὸς δὲ καὶ τῇ θεραπείᾳ περισσῇ χρώμενος, ἐς φιλίαν ἰσχυρὰν ἐπάγεται τὴν Δάφνην.
由于他被当成是少女,且在出身的尊贵和狩猎的技艺上都胜过其他少女,加之他照顾得无微不至,因而吸引达芙妮建立了深厚的友谊。
§8.20.4οἱ δὲ τὸν Ἀπόλλωνος ἔρωτα ἐς αὐτὴν ᾄδοντες καὶ τάδε ἐπιλέγουσιν, Ἀπόλλωνα Λευκίππῳ νεμεσῆσαι τῆς ἐς τὸν ἔρωτα εὐδαιμονίας.
而那些歌唱阿波罗对她的爱情的人,还补充了这一点:阿波罗嫉恨留基波斯在爱情上的幸运。
αὐτίκα δὲ ἐπεθύμησεν ἐν τῷ Λάδωνι ἡ Δάφνη καὶ αἱ λοιπαὶ παρθένοι νήχεσθαι, καὶ τὸν Λεύκιππον ἀποδύουσιν ἄκοντα· ἰδοῦσαι δὲ οὐ παρθένον τοῖς τε ἀκοντίοις αὐτὸν καὶ ἐγχειριδίοις τύπτουσαι διέφθειραν.
随后,达芙妮和其他少女渴望在拉东河中游泳,她们不顾留基波斯违心而强行脱去他的衣服;当她们看到他并非少女时,便用标枪和短剑刺死了他。