Humanitext Reader

保萨尼亚斯 · 希腊志 §8.19.1-8.19.4

基奈塔的狄奥尼索斯祭仪与通往克莱托尔之路

第 323 段,共 465 段 · 希腊语

内容简介

作者介绍了阿卡迪亚的基奈塔人、他们的广场、拥有治疗狂犬病泉水(阿吕索斯)的狄奥尼索斯神殿祭仪,并说明了从菲涅奥斯向西通往克莱托尔的边境路线。

§8.19.1εἰσὶ δέ τινες γένους μὲν καὶ οὗτοι τῶν Ἀρκάδων, ὄνομα δέ σφισι Κυναιθαεῖς, οἳ καὶ ἐν Ὀλυμπίᾳ τὸ ἄγαλμα ἀνέθεσαν τοῦ Διός, κεραυνὸν ἐν ἑκατέρᾳ ἔχοντα τῇ χειρί·
还有一些人,他们也属于阿卡迪亚族,名为基奈塔人,他们还在奥林匹亚奉献了宙斯的雕像,其两手各执一束雷霆。
οὗτοι οἱ Κυναιθαεῖς τεσσαράκοντα ἀπωτέρω Λουσῶν σταδίοις μᾶλλον οἰκοῦσι, καί σφισιν ἐν ἀγορᾷ πεποίηνται μὲν θεῶν βωμοί, πεποίηται δὲ Ἀδριανοῦ βασιλέως εἰκών.
这些基奈塔人居住在距离卢索伊大约四十斯塔迪翁的地方,在他们的广场上建有诸神的祭坛,还立有皇帝哈德良的肖像。
§8.19.2τὰ δὲ μάλιστα ἥκοντα ἐς μνήμην Διονύσου ἐστὶν ἐνταῦθα ἱερόν, καὶ ἑορτὴν ὥρᾳ ἄγουσι χειμῶνος, ἐν ᾗ λίπα ἀληλιμμένοι ἄνδρες ἐξ ἀγέλης βοῶν ταῦρον, ὃν ἄν σφισιν ἐπὶ νοῦν αὐτὸς ὁ θεὸς ποιήσῃ, ἀράμενοι κομίζουσι πρὸς τὸ ἱερόν.
这里最值得提及的是一座狄奥尼索斯的神殿,他们在冬季举办节日。 在节日里,身上涂抹了油脂的男子们从牛群中抬起一头牡牛——无论神亲自将哪一头放入他们的心中——并将其抬运到神殿。
θυσία μὲν τοιαύτη σφίσι καθέστηκε·
这样的祭祀仪式是他们所确立的。
πηγὴ δέ ἐστιν αὐτόθι ὕδατος ψυχροῦ, δύο μάλιστα ἀπὸ τοῦ ἄστεως ἀπωτέρω σταδίοις, καὶ ὑπὲρ αὐτῆς πλάτανος πεφυκυῖα.
那里还有一处冷水泉,距离城镇大约两斯塔迪翁,泉水上方长着一棵悬铃木。
§8.19.3ὃς δʼ ἂν ὑπὸ κυνὸς κατασχέτου λύσσῃ ἤτοι ἕλκος ἢ καὶ ἄλλως κίνδυνον εὕρηται, τὸ ὕδωρ οἱ πίνοντι ἴαμα· καὶ Ἄλυσσον τοῦδε ἕνεκα ὀνομάζουσι τὴν πηγήν·
凡是被疯狗咬伤,或是因此陷入其他危险的人,饮用这水就能得到医治;因此他们将这泉水命名为阿吕索斯。
καὶ οὕτω φαίνοιτο ἂν Ἀρκάσι τὸ μὲν πρὸς Φενεῷ ὕδωρ, ὃ Στύγα ὀνομάζουσιν, ἐπʼ ἀνθρώπου συμφορᾷ ἀνευρημένον, ἡ δὲ πηγὴ ἡ ἐν Κυναιθαεῦσιν ἀγαθὸν οὖσα ἀντίρροπον τῷ ἐκεῖ πήματι.
由此可见,对于阿卡迪亚人而言,菲涅奥斯附近那被他们称为斯提克斯的水,是作为人类的灾难而被发现的,而基奈塔的这处泉水则是对治那份灾祸的对等恩泽。
§8.19.4λείπεται δὲ ἐκ Φενεοῦ τῶν ὁδῶν, αἵ εἰσι πρὸς ἡλίου δυσμῶν, ἡ ἐν ἀριστερᾷ.
在从菲涅奥斯通往落日方向的道路中,剩下的是左边的一条。
αὕτη δὲ ἡ ὁδὸς ἄγει μὲν ἐς Κλείτορα, καθήκει δὲ παρὰ τοῦ Ἡρακλέους τὸ ἔργον, ὃ τῷ ποταμῷ ῥεῦμα ἐποίησεν εἶναι τῷ Ἀροανίῳ.
这条路通往克莱托尔,并沿着赫拉克勒斯的工程下行,那是他为阿罗阿尼奥斯河开凿的河道。
παρὰ τοῦτο ἡ ὁδὸς κάτεισιν ἐπὶ χωρίον Λυκουρίαν, καὶ ἔστι Φενεάταις ἡ Λυκουρία πρὸς Κλειτορίους ὅροι τῆς γῆς.
沿着这条路,人们下行到一个叫做柳枯里亚的地方,柳枯里亚是菲涅奥斯人与克莱托尔人土地的边界。

词汇与语法注释

  1. §8.19.1σταδίοις — 表示“程度差异”的与格。修饰比较级副词 ἀπωτέρω(更远处),用以具体说明距离的差距(“相差四十斯塔迪翁”)。
  2. §8.19.3οἱ πίνοντι — 现在分词与格 πίνοντι(饮用者)与第三人称代词与格 οἱ 一致,共同构成利害与格,意为“对于饮用它的人而言”。
  3. §8.19.3φαίνοιτο ἂν — 希求法加 ἄν 构成潜在希求法。表达作者温和但带有把握的推论或判断,译为“……将会显得”或“可以被看作”。
  4. §8.19.4τῶν ὁδῶν — 部分属格。表示整体(“在这些道路之中”),主语 ἡ ἐν ἀριστερᾷ(左边的那条路)是其中的一部分。

引用这一段

保萨尼亚斯, 希腊志 §8.19.1-8.19.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:8.19.1-8.19.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。