§8.16.1ἐκ δὲ Φενεοῦ πρὸς ἥλιον ἰόντι ἀνίσχοντα ὄρους ἐστὶν ἄκρα Γερόντειον καὶ κατὰ ταύτην ὁδός· Φενεάταις δὲ ὅροι πρὸς Στυμφαλίους τῆς γῆς τοῦτό ἐστι τὸ Γερόντειον.
对于从斐涅奥斯向东行进的人,有山顶葛戎提翁,并有沿此山而行的道路;对斐涅奥斯人来说,这葛戎提翁是与斯廷法洛斯人领土的边界。
τοῦ Γεροντείου δὲ ἐν ἀριστερᾷ διὰ τῆς Φενεατικῆς ὁδεύοντι ὄρη Φενεατῶν ἐστι Τρίκρηνα καλούμενα, καὶ εἰσὶν αὐτόθι κρῆναι τρεῖς· ἐν ταύταις λοῦσαι τεχθέντα Ἑρμῆν αἱ περὶ τὸ ὄρος λέγονται νύμφαι, καὶ ἐπὶ τούτῳ τὰς πηγὰς ἱερὰς Ἑρμοῦ νομίζουσιν.
在葛戎提翁左侧穿过斐涅奥斯地区旅行的人,有被称为特里克雷纳的斐涅奥斯人的山脉,那里有三处泉水;据说该山周围的宁芙在这些泉水中清洗了刚出生的赫耳墨斯,因此他们认为这些水源是献给赫耳墨斯的圣水。
§8.16.2Τρικρήνων δὲ οὐ πόρρω ἄλλο ἐστὶν ὄρος Σηπία, καὶ Αἰπύτῳ τῷ Ἐλάτου λέγουσιν ἐνταῦθα γενέσθαι τὴν τελευτὴν ἐκ τοῦ ὄφεως, καί οἱ καὶ τὸν τάφον ἐποίησαν αὐτόθι· οὐ γὰρ οἷά τε ἦν σφισιν ἐς τὸ πρόσω φέρειν τὸν νεκρόν.
离特里克雷纳不远处有另一座山,名为塞皮亚,他们说埃拉托斯之子艾皮托斯因蛇咬而在此处走向了生命的终结,他们也在该处为他建造了坟墓;因为他们无法将尸体运往更远的前方。
τούτους οἱ Ἀρκάδες τοὺς ὄφεις γίνεσθαι καὶ ἐφʼ ἡμῶν ἔτι ἐν τῷ ὄρει φασίν, οὐ μέντοι πολλούς γε ἀλλὰ καὶ μάλιστα σπανίους· ἅτε γὰρ τοῦ ἔτους τὸ πολὺ νειφομένου τοῦ ὄρους, οἵ τε ἀποληφθέντες τῶν φωλεῶν ἐκτὸς ὑπὸ τῆς χιόνος διαφθείρονται, καὶ ἢν πρότερον καταφυγόντες τύχωσιν ἐς τὰ φωλεά, ὅμως ἡ χιὼν μέρος τι αὐτῶν ἀπόλλυσιν, ἅτε καὶ ἐς αὐτὰ τὰ φωλεὰ καθικνουμένου τοῦ κρυμοῦ.
阿卡迪亚人说,在我们的时代,这些蛇仍存在于该山中,不过为数不多,极其罕见;因为该山一年的大部分时间都被雪覆盖,那些留在洞穴外的蛇会被雪冻死,即使它们事先得以逃入洞穴,雪仍会消灭它们的一部分,因为寒气甚至会侵入洞穴内部。
§8.16.3τὸν δὲ τοῦ Αἰπύτου τάφον σπουδῇ μάλιστα ἐθεασάμην, ὅτι ἐν τοῖς ἐς τοὺς Ἀρκάδας ἔπεσιν ἔσχεν Ὅμηρος λόγον τοῦ· Αἰπύτου μνήματος.
我怀着极大的热忱瞻仰了艾皮托斯的坟墓,因为荷马在关于阿卡迪亚人的诗句中提到了艾皮托斯的墓碑。
ἔστι μὲν οὖν γῆς χῶμα οὐ μέγα, λίθου κρηπῖδι ἐν κύκλῳ περιεχόμενον· Ὁμήρῳ δὲ— οὐ γὰρ εἶδεν ἀξιολογώτερον μνῆμα—εἰκότως παρέξειν ἔμελλε θαῦμα, ἐπεὶ καὶ Ἡφαίστου τὸν χορὸν ἐπὶ τῇ Ἀχιλλέως ἀσπίδι εἰργασμένον εἰκάζει χορῷ Δαιδάλου ποιηθέντι, σοφώτερα οὐ θεασάμενος.
它确实是一个不大的土丘,周围环绕着石质基座;但对荷马来说——因为他没有见过更值得瞩目的墓碑——这自然会引起他的惊叹,就像他把赫淮斯托斯在阿喀琉斯盾牌上制作的舞蹈场,比作代达罗斯制作的舞蹈场一样,因为他没有见过更精巧的工艺。
§8.16.4τάφους δὲ ἀξίους θαύματος ἐπιστάμενος πολλοὺς δυοῖν ἐξ αὐτῶν ἐπιμνησθήσομαι, τοῦ τε ἐν Ἁλικαρνασσῷ καὶ ἐν τῇ Ἑβραίων.
虽然我知道许多值得惊叹的坟墓,但我只提及其中两处:一处在哈利卡尔那索斯,另一处在希伯来人的土地上。
ὁ μὲν δὴ ἐν Ἁλικαρνασσῷ Μαυσώλῳ βασιλεύσαντι Ἁλικαρνασσέων πεποίηται, μέγεθος δὲ οὕτω δή τί ἐστι μέγας καὶ ἐς κατασκευὴν περίβλεπτος τὴν πᾶσαν, ὥστε καὶ Ῥωμαῖοι μεγάλως δή τι αὐτὸν θαυμάζοντες τὰ παρὰ σφίσιν ἐπιφανῆ μνήματα Μαυσώλεια ὀνομάζουσιν· §8.16.5Ἑβραίοις δὲ Ἑλένης γυναικὸς ἐπιχωρίας τάφος ἐστὶν ἐν πόλει Σολύμοις, ἣν ἐς ἔδαφος κατέβαλεν ὁ Ῥωμαίων βασιλεύς.
哈利卡尔那索斯的那处是为统治哈利卡尔那索斯人的摩索拉斯所建,其规模极其巨大,且整体结构令人瞩目,以至于罗马人也对其大加赞赏,并将他们自己那些著名的纪念碑称为“摩索拉斯陵墓”;而在希伯来人那里,在索吕马城有当地妇女海伦娜的坟墓,这座城市被罗马皇帝夷为平地。
μεμηχάνηται δὲ ἐν τῷ τάφῳ τὴν θύραν, ὁμοίως παντὶ οὖσαν τῷ τάφῳ λιθίνην, μὴ πρότερον ἀνοίγεσθαι, πρὶν ἂν ἡμέραν τε ἀεὶ καὶ ὥραν τὸ ἔτος ἐπαγάγῃ τὴν αὐτήν· τότε δὲ ὑπὸ μόνου τοῦ μηχανήματος ἀνοιχθεῖσα καὶ οὐ πολὺ ἐπισχοῦσα συνεκλείσθη διʼ ἑαυτῆς.
坟墓上的石门(与坟墓的其他部分一样是石质的)装有特殊机关,在一年中的同一天和同一时刻到来之前,它是不会开启的;到了那时,仅凭机关它就会自动打开,片刻之后又会自动关闭。
τοῦτον μὲν δὴ οὕτω, τὸν δὲ ἄλλον χρόνον ἀνοῖξαι πειρώμενος ἀνοίξαις μὲν οὐκ ἄν, κατάξεις δὲ αὐτὴν πρότερον βιαζόμενος.
在那个特定的时间确实如此,但在其他时间若企图将其打开,不仅无法打开,反而会在强行尝试时将其损坏。