§8.11.7ὡς δὲ ἐτέτρωτο ὁ Ἐπαμινώνδας, ἐκκομίζουσιν ἔτι ζῶντα ἐκ τῆς παρατάξεως αὐτόν· ὁ δὲ τέως μὲν τὴν χεῖρα ἔχων ἐπὶ τῷ τραύματι ἐταλαιπώρει καὶ ἐς τοὺς μαχομένους ἀφεώρα—ὁπόθεν δὲ ἀπέβλεπεν ἐς αὐτούς, ὠνόμαζον Σκοπὴν οἱ ἔπειτα—, λαβόντος δὲ ἴσον τοῦ ἀγῶνος πέρας, οὕτω τὴν χεῖρα ἀπέσχεν ἀπὸ τοῦ τραύματος· καὶ αὐτὸν ἀφέντα τὴν ψυχὴν ἔθαψαν ἔνθα σφίσιν ἐγένετο ἡ συμβολή.
当伊巴密浓达受伤时,人们在他还活着的时候将他抬出了战线;起初,他用手捂着伤口,强忍痛苦并注视着那些正在战斗的人——后人将他向他们眺望的地方称为斯科佩(意为“瞭望台”)——但当战斗以不分胜负的结局告终时,他才将手从伤口上拿开;在他断气之后,人们将他安葬在双方发生遭遇战的地方。
§8.11.8τῷ τάφῳ δὲ κίων τε ἐφέστηκε καὶ ἀσπὶς ἐπʼ αὐτῷ δράκοντα ἔχουσα ἐπειργασμένον· ὁ μὲν δὴ δράκων ἐθέλει σημαίνειν γένους τῶν Σπαρτῶν καλουμένων εἶναι τὸν Ἐπαμινώνδαν, στῆλαι δέ εἰσιν ἐπὶ τῷ μνήματι, ἡ μὲν ἀρχαία καὶ ἐπίγραμμα ἔχουσα Βοιώτιον, τὴν δὲ αὐτήν τε ἀνέθηκεν Ἀδριανὸς βασιλεὺς καὶ ἐποίησε τὸ ἐπίγραμμα τὸ ἐπʼ αὐτῇ.
墓上立着一根柱子,柱上有一面雕刻着龙的盾牌;这只龙意在表明伊巴密浓达属于被称为“斯巴托伊”的族类。 墓碑有两块,一块是古老的,上面刻有波奥蒂亚方言的铭文,另一块是哈德良皇帝亲自献纳的,上面的铭文也是由他创作的。
§8.11.9τὸν δὲ Ἐπαμινώνδαν τῶν παρʼ Ἕλλησι στρατηγίας ἕνεκα εὐδοκιμησάντων μάλιστα ἐπαινέσαι τις ἂν ἢ ὕστερόν γε οὐδενὸς ποιήσαιτο· Λακεδαιμονίων μὲν γὰρ καὶ Ἀθηναίων τοῖς ἡγεμόσι πόλεών τε ἀξίωμα ὑπῆρχεν ἐκ παλαιοῦ καὶ οἱ στρατιῶται φρονήματός τι ἦσαν ἔχοντες, Θηβαίους δὲ Ἐπαμινώνδας ἀθύμους τὰς γνώμας καὶ ἄλλων ἀκούειν εἰωθότας ἀπέφηνεν ἐν οὐ πολλῷ πρωτεύοντας.
至于伊巴密浓达,在因将才而在希腊人中享有盛誉的人中,人们会给予他最高的赞赏,或者至少认为他不亚于任何人;因为拉刻代蒙人和雅典人的领袖自古以来就拥有其城邦的威望,他们的士兵也抱有一定的自负,但伊巴密浓达却在不长的时间内,使精神沮丧且习惯于听命于他人的底比斯人展现为名列前茅的强者。
§8.11.10ἐγεγόνει δὲ τῷ Ἐπαμινώνδᾳ μαντεία πρότερον ἔτι ἐκ Δελφῶν πέλαγος αὐτὸν φυλάσσεσθαι· καὶ ὁ μὲν τριήρους τε μὴ ἐπιβῆναι μηδὲ ἐπὶ νεὼς φορτίδος πλεῦσαι δεῖμα εἶχε, τῷ δὲ ἄρα Πέλαγος δρυμὸν καὶ οὐ θάλασσαν προέλεγεν ὁ δαίμων.
此前,德尔斐曾给伊巴密浓达一个预言,警告他要提防“佩拉戈斯”;因此他害怕登上三段桨战船,也害怕乘货船航行,但其实神明预示的“佩拉戈斯”是指那片橡树林,而不是海洋。
χωρία δὲ τὰ ὁμώνυμα καὶ Ἀννίβαν ὕστερον τὸν Καρχηδόνιον καὶ πρότερον ἔτι Ἀθηναίους ἠπάτησεν.
而同名的地方,后来欺骗了迦太基人汉尼拔,在此之前也曾欺骗了雅典人。
§8.11.11Ἀννίβᾳ γὰρ χρησμὸς ἀφίκετο παρὰ Ἄμμωνος ὡς ἀποθανὼν γῇ καλυφθήσεται τῇ Λιβύσσῃ.
因为汉尼拔曾收到来自阿蒙的神谕,说他死后将被利比亚的土地所覆盖。
ὁ μὲν δὴ ἤλπιζεν ἀρχήν τε τὴν Ῥωμαίων καθαιρήσειν καὶ οἴκαδε ἐς τὴν Λιβύην ἐπανελθὼν τελευτήσειν γήρᾳ τὸν βίον.
他确实曾指指望能摧毁罗马人的统治,并回到家乡利比亚以终天年。
Φλαμινίου δὲ τοῦ Ῥωμαίου ποιουμένου σπουδὴν ἑλεῖν ζῶντα αὐτόν, ἀφικόμενος παρὰ Προυσίαν ἱκέτης καὶ ἀπωσθεὶς ὑπʼ αὐτοῦ ἀνεπήδα τε ἐπὶ τὸν ἵππον καὶ γυμνωθέντος τοῦ ξίφους τιτρώσκεται τὸν δάκτυλον.
然而,由于罗马人弗拉米尼努斯急于活捉他,他作为恳求者来到普鲁西亚斯那里,却被其拒绝,于是他跃上马背,在剑刃出鞘时刺伤了手指。
προελθόντι δέ οἱ στάδια οὐ πολλὰ πυρετός τε ἀπὸ τοῦ τραύματος καὶ ἡ τελευτὴ τριταίῳ συνέβη· τὸ δὲ χωρίον ἔνθα ἀπέθανε καλοῦσιν οἱ Νικομηδεῖς Λίβυσσαν.
前行不远几个斯塔迪翁后,伤口引起了发烧,并在第三天去世;尼科美底亚人将他去世的地方称为利比萨。
§8.11.12Ἀθηναίοις δὲ μάντευμα ἐκ Δωδώνης Σικελίαν ἦλθεν οἰκίζειν, ἡ δὲ οὐ πόρρω τῆς πόλεως ἡ Σικελία λόφος ἐστὶν οὐ μέγας· οἱ δὲ οὐ συμφρονήσαντες τὸ εἰρημένον ἔς τε ὑπερορίους στρατείας προήχθησαν καὶ ἐς τὸν Συρακοσίων πόλεμον.
雅典人则收到来自多多纳的神谕,让他们去拓殖“西西里”,然而,这“西西里”只是距离城邦不远的一座小山丘;但他们没有理解神谕的真实含义,因而被引向了海外的远征以及与叙拉古人的战争。
ἔχοι δʼ ἄν τις καὶ πλέονα τοῖς εἰρημένοις ἐοικότα ἄλλα ἐξευρεῖν.
人们还可以发现更多与上述类似的其他例子。