§8.11.1μετὰ δὲ τὸ ἱερὸν τοῦ Ποσειδῶνος χωρίον ὑποδέξεταί σε δρυῶν πλῆρες, καλούμενον Πέλαγος, καὶ ἐκ Μαντινείας ἡ ἐς Τεγέαν ὁδὸς φέρει διὰ τῶν δρυῶν.
过波塞冬圣所之后,一处长满橡树、被称为佩拉戈斯的地方迎接着你,从曼蒂内亚通往特革亚的道路便穿过这些橡树。
Μαντινεῦσι δὲ ὅροι πρὸς Τεγεάτας εἰσὶν ὁ περιφερὴς ἐν τῇ λεωφόρῳ βωμός.
曼蒂内亚人与特革亚人的边界是大路上的圆型祭坛。
εἰ δὲ ἀπὸ τοῦ ἱεροῦ τοῦ Ποσειδῶνος ἐς ἀριστερὰν ἐκτραπῆναι θελήσειας, σταδίους τε ἥξεις μάλιστά που πέντε καὶ ἐπὶ τῶν Πελίου θυγατέρων ἀφίξῃ τοὺς τάφους· ταύτας φασὶν οἱ Μαντινεῖς μετοικῆσαι παρὰ σφᾶς, τὰ ἐπὶ τῷ θανάτῳ τοῦ πατρὸς ὀνείδη φευγούσας.
如果你想从波塞冬圣所向左拐,前行大约五个斯塔迪翁,你就会到达珀利亚斯女儿们的坟墓;曼蒂内亚人说,这些女子因逃避因父亲之死而受到的指责而移居到他们这里。
§8.11.2ὡς γὰρ δὴ ἀφίκετο ἡ Μήδεια ἐς Ἰωλκόν, αὐτίκα ἐπεβούλευε τῷ Πελίᾳ, τῷ ἔργῳ μὲν συμπράσσουσα τῷ Ἰάσονι, τῷ λόγῳ δὲ ἀπεχθανομένη.
因为当美狄亚到达伊奥尔科斯时,她立刻对珀利亚斯设下阴谋,实际上她是在协助伊阿宋,但在言辞上却表现得与他敌对。
ἐπαγγέλλεται τοῦ Πελίου ταῖς θυγατράσιν ὡς τὸν πατέρα αὐταῖς, ἢν ἐθέλωσιν, ἀποφανοῖ νέον ἀντὶ γέροντος παλαιοῦ· κατασφάξασα δὲ ὅτῳ δὴ τρόπῳ κριὸν τὰ κρέα ὁμοῦ φαρμάκοις ἐν λέβητι ἥψησεν, οἷς ἐκ τοῦ λέβητος τὸν κριὸν τὸν ἑψόμενον ἄρνα ἐξήγαγε ζῶντα·
她向珀利亚斯的女儿们许诺,如果她们愿意,她能将她们的父亲从一个垂老的老人变成年轻的模样;在以某种方式宰杀了一只公羊后,她将公羊肉与药草一起在大釜中煮,借此,她将大釜中煮着的公羊作为一只活生生的小羊取了出来。
§8.11.3παραλαμβάνει τε δὴ τὸν Πελίαν κατακόψασα ἑψῆσαι, καὶ αὐτὸν ἐκομίσαντο αἱ θυγατέρες οὐδὲ ἐς ταφὴν ἔτι ἐπιτήδειον.
接着,她接管了珀利亚斯,将他砍碎并煮熟,而他的女儿们领回的遗体已经到了连埋葬都不适宜的地步。
τοῦτο ἠνάγκασε τὰς γυναῖκας ἐς Ἀρκαδίαν μετοικῆσαι, καὶ ἀποθανούσαις τὰ μνήματα ἐχώσθη σφίσιν αὐτοῦ·
这迫使这些女子移居到阿卡迪亚,当她们去世时,她们的坟墓便在那里为她们筑起。
ὀνόματα δὲ αὐταῖς ποιητὴς μὲν ἔθετο οὐδείς, ὅσα γε ἐπελεξάμεθα ἡμεῖς, Μίκων δὲ ὁ ζωγράφος Ἀστερόπειάν τε εἶναι καὶ Ἀντινόην ἐπὶ ταῖς εἰκόσιν αὐτῶν ἐπέγραψεν.
在我们所读到的范围内,没有任何诗人给她们起过名字,但画家米孔在她们的画像上写下了阿斯忒罗佩亚和安提诺厄。
§8.11.4χωρίον δὲ ὀνομαζόμενον Φοίζων περὶ εἴκοσί που σταδίους τῶν τάφων ἐστὶν ἀπωτέρω τούτων·
一个被称为弗伊宗的地方距离这些坟墓大约有二十个斯塔迪翁;而弗伊宗是一座由石头基座包围的坟墓,高出地面并不多。
ὁ δὲ Φοίζων μνῆμά ἐστι λίθου περιεχόμενον κρηπῖδι, ἀνέχον δὲ οὐ πολὺ ὑπὲρ τῆς γῆς. κατὰ τοῦτο ἥ τε ὁδὸς μάλιστα στενὴ γίνεται καὶ τὸ μνῆμα Ἀρηιθόου λέγουσιν εἶναι, Κορυνήτου διὰ τὸ ὅπλον ἐπονομασθέντος.
在此处道路变得非常狭窄,人们说这是阿瑞伊托奥斯的坟墓,他因自己的武器而被冠以“考瑞涅忒斯”的称号。
§8.11.5κατὰ δὲ τὴν ἐς Παλλάντιον ἐκ Μαντινείας ἄγουσαν προελθόντι ὡς τριάκοντά που σταδίους, παρήκει κατὰ τοῦτο ἐς τὴν λεωφόρον ὁ τοῦ Πελάγους καλουμένου δρυμός, καὶ τὰ ἱππικὰ τὸ Ἀθηναίων τε καὶ Μαντινέων ἐνταῦθα ἐμαχέσαντο ἐναντία τῆς Βοιωτίας ἵππου.
在从曼蒂内亚通往帕兰提翁的道路上,对于向前行进了大约三十个斯塔迪翁的人来说,被称为佩拉戈斯的橡树林在这一处延伸到了大路上,雅典人和曼蒂内亚人的骑兵在此处与波奥蒂亚的骑兵交战。
Ἐπαμινώνδαν δὲ ἀποθανεῖν Μαντινεῖς μὲν ὑπὸ Μαχαιρίωνος Μαντινέως φασὶν ἀνδρός· ὡσαύτως δὲ καὶ Λακεδαιμόνιοι Σπαρτιάτην λέγουσιν εἶναι τὸν ἀποκτείναντα Ἐπαμινώνδαν, τίθενται δὲ Μαχαιρίωνα ὄνομα καὶ οὗτοι τῷ ἀνδρί.
关于伊巴密浓达的死,曼蒂内亚人说他是被一个名叫马哈里翁的曼蒂内亚人所杀;同样地,拉刻代蒙人也说杀死伊巴密浓达的是一个斯巴达人,但他们也将这个男子的名字定为马哈里翁。
§8.11.6ὁ δὲ Ἀθηναίων ἔχει λόγος— ὁμολογοῦσι δὲ αὐτῷ καὶ Θηβαῖοι—τρωθῆναι τὸν Ἐπαμινώνδαν ὑπὸ Γρύλου· παραπλήσια δέ σφισίν ἐστι καὶ τὰ ἐν τῇ γραφῇ τῇ τὸ ἔργον ἐχούσῃ τὸ ἐν Μαντινείᾳ.
而雅典人的说法——对此底比斯人也表示同意——是伊巴密浓达是被格里卢斯所伤;在描绘曼蒂内亚之战的画作中,内容也与他们的说法相近。
φαίνονται δὲ οἱ Μαντινεῖς Γρύλον μὲν δημοσίᾳ τε θάψαντες καὶ ἔνθα ἔπεσεν ἀναθέντες εἰκόνα ἐπὶ στήλης ὡς ἀνδρὸς ἀρίστου τῶν συμμάχων· Μαχαιρίωνα δὲ λόγῳ μὲν καὶ αὐτοὶ καὶ οἱ Λακεδαιμόνιοι λέγουσιν, ἔργῳ δὲ οὔτε ἐν Σπάρτῃ Μαχαιρίων ἐστὶν οὐδείς, οὐ μὴν οὐδὲ παρὰ Μαντινεῦσιν, ὅτῳ γεγόνασιν ὡς ἀνδρὶ ἀγαθῷ τιμαί.
曼蒂内亚人显然用公费埋葬了格里卢斯,并在他倒下的地方将他的画像立在石碑上,视其为盟友中最优秀的男子;至于马哈里翁,虽然他们和拉刻代蒙人在言语上都提到了他,但实际上在斯巴达没有一个叫马哈里翁的人,在曼蒂内亚人中同样也没有,没有任何人作为杰出的男子获得过荣誉。