§8.9.1ἔστι δὲ Μαντινεῦσι ναὸς διπλοῦς μάλιστά που κατὰ μέσον τοίχῳ διειργόμενος·
曼蒂内亚人有一座双重神殿,几乎在正中由一堵墙隔开。
τοῦ ναοῦ δὲ τῇ μὲν ἄγαλμά ἐστιν Ἀσκληπιοῦ, τέχνη Ἀλκαμένους, τὸ δὲ ἕτερον Λητοῦς ἐστιν ἱερὸν καὶ τῶν παίδων·
在神殿的一侧是阿斯克勒庇俄斯的雕像,系阿尔卡美尼斯的手艺,而另一侧则是勒托及其子女的圣所。
Πραξιτέλης δὲ τὰ ἀγάλματα εἰργάσατο τρίτῃ μετὰ Ἀλκαμένην ὕστερον γενεᾷ.
普拉克西特列斯则在阿尔卡美尼斯之后第三代制作了这些雕像。
τούτων πεποιημένα ἐστὶν ἐπὶ τῷ βάθρῳ Μοῦσαι καὶ Μαρσύας αὐλῶν.
在这些雕像的基座上,刻有缪斯女神们和吹奏双管笛的马尔叙亚斯。
ἐνταῦθα ἀνὴρ ἐπείργασται στήλῃ Πολύβιος ὁ Λυκόρτα· §8.9.2καὶ τοῦ μὲν ἐπιμνησθησόμεθα καὶ ἐν τοῖς ἔπειτα, Μαντινεῦσι δέ ἐστι καὶ ἄλλα ἱερά, τὸ μὲν Σωτῆρος Διός, τὸ δὲ Ἐπιδώτου καλουμένου·
在此处,一块石碑上以浮雕刻着吕科尔塔斯之子波利比乌斯的形象;关于他,我们在此后也会提及,而曼蒂内亚人还有其他的圣所,其一是救主宙斯的,其二则是被称为“埃庇多特斯”的神的圣所;因为据说他确实向人类施予恩泽。
ἐπιδιδόναι γὰρ δὴ ἀγαθὰ αὐτὸν ἀνθρώποις. ἔστι δὲ καὶ Διοσκούρων καὶ ἑτέρωθι Δήμητρος καὶ Κόρης ἱερόν· πῦρ δὲ ἐνταῦθα καίουσι, ποιούμενοι φροντίδα μὴ λάθῃ σφίσιν ἀποσβεσθέν.
此外还有迪奥斯库里兄弟的圣所,以及在另一处的得墨忒耳与科瑞的圣所;他们在那里燃着圣火,精心照料以防在不经意间熄灭。
καὶ Ἥρας πρὸς τῷ θεάτρῳ ναὸν ἐθεασάμην· §8.9.3Πραξιτέλης δὲ τὰ ἀγάλματα αὐτήν τε καθημένην ἐν θρόνῳ καὶ παρεστώσας ἐποίησεν Ἀθηνᾶν καὶ Ἥβην παῖδα Ἥρας.
我也曾看到在剧场附近有一座赫拉神殿;普拉克西特列斯制作了这些雕像:她本人端坐在宝座上,雅典娜和赫拉之女赫柏则伫立在她身旁。
πρὸς δὲ τῆς Ἥρας τῷ βωμῷ καὶ Ἀρκάδος τάφος τοῦ Καλλιστοῦς ἐστι· τὰ δὲ ὀστᾶ τοῦ Ἀρκάδος ἐπηγάγοντο ἐκ Μαινάλου, χρησμοῦ σφισιν ἐλθόντος ἐκ Δελφῶν· §8.9.4"
ἔστι δὲ Μαιναλίη δυσχείμερος, ἔνθα τε κεῖται
Ἀρκάς, ἀφʼ οὗ δὴ πάντες ἐπίκλησιν καλέονται,
οὗ τρίοδος καὶ τετράοδος καὶ πεντακέλευθος.
在赫拉的祭坛旁,还有卡利斯托之子阿卡斯的坟墓;他们是因德尔斐降下神谕,才将阿卡斯的遗骨从迈纳洛斯迁来的: “有迈纳利亚,寒冬多风雪,那里安息着阿卡斯,众人皆因他而得其名号,那里是三岔路、四岔路和五岔路汇聚之地。
ἔνθα σʼ ἐγὼ κέλομαι στείχειν καὶ ἐύφρονι θυμῷ
Ἀρκάδʼ ἀειραμένους κατάγειν εἰς ἄστυ ἐραννόν· ἔνθα τε δὴ τέμενός τε θυηλάς τʼ Ἀρκάδι τεύχειν.
我命你前往此处,并以愉悦之心抬起阿卡斯,带回那可爱的都市;并在那里为阿卡斯建造圣所、献上祭品。
"
τὸ δὲ χωρίον τοῦτο, ἔνθα ὁ τάφος ἐστὶ τοῦ Ἀρκάδος, καλοῦσιν Ἡλίου βωμούς.
” 而阿卡斯坟墓所在的这个地方,人们称之为“太阳祭坛”。
§8.9.5τοῦ θεάτρου δὲ οὐ πόρρω μνήματα προήκοντά ἐστιν ἐς δόξαν, τὸ μὲν Ἑστία καλουμένη κοινή, περιφερὲς σχῆμα ἔχουσα· Ἀντινόην δὲ αὐτόθι ἐλέγετο κεῖσθαι τὴν Κηφέως·
在剧场不远处,有一些名声显赫的纪念建筑,其一被称为“公共赫斯提亚”,呈圆形;据说刻甫斯之女安提诺厄便安葬在彼处。
τῷ δὲ στήλη τε ἐφέστηκε καὶ ἀνὴρ ἱππεὺς ἐπειργασμένος ἐστὶν ἐπὶ τῇ στήλῃ, Γρύλος ὁ Ξενοφῶντος.
而在另一处立有石碑,石碑上刻有一位骑马男子,即色诺芬之子格里路斯。
§8.9.6τοῦ θεάτρου δὲ ὄπισθεν ναοῦ τε Ἀφροδίτης ἐπίκλησιν Συμμαχίας ἐρείπια καὶ ἄγαλμα ἐλείπετο· τὸ δὲ ἐπίγραμμα τὸ ἐπὶ τῷ βάθρῳ τὴν ἀναθεῖσαν τὸ ἄγαλμα ἐδήλου θυγατέρα εἶναι Πασέου Νικίππην.
在剧场后方,曾留有被称为“同盟阿佛洛狄忒”的神殿遗迹及一尊神像;基座上的铭文表明,献纳这尊神像的是帕塞阿斯之女尼基佩。
τὸ δὲ ἱερὸν κατεσκευάσαντο τοῦτο οἱ Μαντινεῖς ὑπόμνημα ἐς τοὺς ἔπειτα τῆς ὁμοῦ Ῥωμαίοις ἐπʼ Ἀκτίῳ ναυμαχίας.
曼蒂内亚人建造这座圣所,是为了给后世留作他们与罗马人在阿克提乌姆共同进行海战的纪念。
σέβουσι δὲ καὶ Ἀθηνᾶν Ἀλέαν, καὶ ἱερόν τε καὶ ἄγαλμα Ἀθηνᾶς ἐστιν Ἀλέας αὐτοῖς.
他们还崇敬阿勒阿的雅典娜,并在那里拥有阿勒阿的雅典娜的圣所及雕像。
§8.9.7ἐνομίσθη δὲ καὶ Ἀντίνους σφίσιν εἶναι θεός· τῶν δὲ ἐν Μαντινείᾳ νεώτατός ἐστιν ὁ τοῦ Ἀντίνου ναός.
安提诺乌斯也被他们视为神明;在曼蒂内亚的众多神殿中,安提诺乌斯神殿是最为崭新的。
οὗτος ἐσπουδάσθη περισσῶς δή τι ὑπὸ βασιλέως Ἀδριανοῦ· ἐγὼ δὲ μετʼ ἀνθρώπων μὲν ἔτι αὐτὸν ὄντα οὐκ εἶδον, ἐν δὲ ἀγάλμασιν εἶδον καὶ ἐν γραφαῖς.
这一神殿得到了哈德良皇帝极其异常的重视;我虽未曾在其尚在人世时见过他,但曾在雕像和绘画中见过他。
ἔχει μὲν δὴ γέρα καὶ ἑτέρωθι, καὶ ἐπὶ τῷ Νείλῳ πόλις Αἰγυπτίων ἐστὶν ἐπώνυμος Ἀντίνου· τιμὰς δὲ ἐν Μαντινείᾳ κατὰ τοιόνδε ἔσχηκε. γένος ἦν ὁ Ἀντίνους ἐκ Βιθυνίου τῆς ὑπὲρ Σαγγαρίου ποταμοῦ· οἱ δὲ Βιθυνιεῖς Ἀρκάδες τέ εἰσι καὶ Μαντινεῖς τὰ ἄνωθεν.
他确实在别处也享有尊荣,且在尼罗河畔有一座以安提诺乌斯命名的埃及人城市;而他在曼蒂内亚获得崇敬,是基于如下缘由:安提诺乌斯出身自桑加里乌斯河彼方的比提尼翁;而比提尼亚人自古以来便是阿卡迪亚人和曼蒂内亚人的后裔。
§8.9.8τούτων ἕνεκα ὁ βασιλεὺς κατεστήσατο αὐτῷ καὶ ἐν Μαντινείᾳ τιμάς, καὶ τελετή τε κατὰ ἔτος ἕκαστον καὶ ἀγών ἐστιν αὐτῷ διὰ ἔτους πέμπτου.
因这些缘故,皇帝也在曼蒂内亚为他确立了崇敬,并且每年都有祭仪,每五年为他举行一次竞技会。
οἶκος δέ ἐστιν ἐν τῷ γυμνασίῳ Μαντινεῦσιν ἀγάλματα ἔχων Ἀντίνου καὶ ἐς τἄλλα θέας ἄξιος λίθων ἕνεκα οἷς κεκόσμηται καὶ ἀπιδόντι ἐς τὰς γραφάς· αἱ δὲ Ἀντίνου εἰσὶν αἱ πολλαί, Διονύσῳ μάλιστα εἰκασμέναι.
在曼蒂内亚人的体育馆里有一处殿堂,内有安提诺乌斯的雕像,其装潢所用石材,以及供人观赏的绘画,在其他方面也都极具观赏价值;其中绝大多数是安提诺乌斯的画像,且特别被画得极像狄奥尼索斯。
καὶ δὴ καὶ τῆς ἐν Κεραμεικῷ γραφῆς, ἣ τὸ ἔργον εἶχε τὸ Ἀθηναίων ἐν Μαντινείᾳ, καὶ ταύτης αὐτόθι ἐστὶ μίμημα.
而且,在陶区那幅展现雅典人在曼蒂内亚之战绩的画作,此处亦有其摹本。
§8.9.9Μαντινεῦσι δὲ ἐν τῇ ἀγορᾷ γυναικός τε εἰκὼν χαλκῆ— Μαντινεῖς καλοῦσι Διομένειαν Ἀρκάδος —καὶ ἡρῷόν ἐστι Ποδάρου· φασὶ δὲ ἀποθανεῖν αὐτὸν ἐν τῇ πρὸς Ἐπαμινώνδαν καὶ Θηβαίους μάχῃ.
在曼蒂内亚人的广场上,有一尊女子的青铜像——曼蒂内亚人称其为阿卡斯之女迪奥美内亚——以及波达雷斯的英雄冢;据说他在对抗伊帕密浓达和底比斯人的战斗中战死。
γενεαῖς δὲ τρισὶν ἐμοῦ πρότερον μετέθεσαν τοῦ τάφου τὸ ἐπίγραμμα ἐς ἄνδρα ἀπόγονον μὲν ἐκείνου Ποδάρου καὶ ὁμώνυμον, γεγονότα δὲ καθʼ ἡλικίαν ὡς πολιτείας ἤδη Ῥωμαίων μετειληφέναι.
在我所处时代的前三代,人们将该墓的铭文改换给了一位男子,他是那位波达雷斯的后裔且同名,其所处时代已使他获得了罗马公民权。
§8.9.10Ποδάρην δὲ ἐπʼ ἐμοῦ τὸν ἀρχαῖον ἐτίμων οἱ Μαντινεῖς, λέγοντες ὡς ἄριστος μὲν καὶ αὐτῶν καὶ τῶν συμμάχων γένοιτο ἐν τῇ μάχῃ Γρύλος ὁ Ξενοφῶντος, ἐπὶ δὲ τῷ Γρύλῳ Κηφισόδωρος Μαραθώνιος, οὗτος δὲ τηνικαῦτα Ἀθηναίοις ἐτύγχανεν ἱππαρχῶν· τρίτα δὲ ἀνδραγαθίας Ποδάρῃ νέμουσιν.
但在我的时代,曼蒂内亚人依然尊崇那位古时的波达雷斯,他们说,在战斗中,他们自身及盟军中最英勇者当属色诺芬之子格里路斯,而在格里路斯之后的则是马拉松人刻菲索多鲁斯,他当时正担任雅典人的骑兵长官,而他们将英勇的第三位归功于波达雷斯。