§7.27.6λέγεται δὲ καὶ ὡς Κορινθίου συνεστῶτος πολέμου Πελληνεῦσιν ἀποκτείνειεν ὁ Πρόμαχος πλείστους τῶν ἀντιτεταγμένων.
据说,在科林斯战争爆发时,普罗马科斯杀死了极多敌对者。
λέγεται δὲ καὶ ὡς Πουλυδάμαντος τοῦ Σκοτουσσαίου κρατήσειεν ἐν Ὀλυμπίᾳ· τὸν δὲ Πουλυδάμαντα δεύτερα τότε ἐς τὸν ἀγῶνα ἀφῖχθαι τὸν Ὀλυμπικὸν παρὰ βασιλέως τοῦ Περσῶν ἀνασωθέντα οἴκαδε.
又据说,他在奥林匹亚战胜了斯科图萨的普里达马斯;而普里达马斯当时是第二度来到奥林匹亚参加竞技会,此前他刚从波斯国王那里安全返回家乡。
Θεσσαλοὶ δὲ ἡσσηθῆναι Πουλυδάμαντα οὐχ ὁμολογοῦντες παρέχονται καὶ ἄλλα ἐς πίστιν καὶ ἐλεγεῖον ἐπὶ τῷ Πουλυδάμαντι· "
ὦ τροφὲ Πουλυδάμαντος ἀνικάτου Σκοτόεσσα.
然而泰萨利亚人并不承认普里达马斯落败,他们除了提出其他证据外,还引用了关于普里达马斯的一首挽歌: “哦,哺育了无敌普里达马斯的斯科图萨。
" §7.27.7Πελληνεῖς δʼ οὖν Πρόμαχον τὰ μάλιστα ἄγουσιν ἐν τιμῇ.
” 因此,佩莱内人对普罗马科斯极其推崇。
Χαίρωνα δὲ δύο ἀνελόμενον πάλης νίκας Ἰσθμικὰς καὶ ἐν Ὀλυμπίᾳ τέσσαρας οὐδὲ ἀρχὴν ἐθέλουσιν ὀνομάζειν, ὅτι κατέλυσε πολιτείαν ἐμοὶ δοκεῖν τὴν ἐν Πελλήνῃ, δῶρον τὸ ἐπιφθονώτατον παρὰ Ἀλεξάνδρου τοῦ Φιλίππου λαβών, τύραννος πατρίδος τῆς αὑτοῦ καταστῆναι.
然而,对于在摔跤比赛中获得过两次伊斯米亚胜利和四次奥林匹亚胜利的凯隆,他们甚至根本不想提及他的名字,因为在我看来,他接受了腓力之子亚历山大那份极令人忌恨的礼物,成为了自己祖国的僭主,从而摧毁了佩莱内的宪政。
§7.27.8ἔστι δὲ καὶ Εἰλειθυίας Πελληνεῦσιν ἱερόν· τοῦτο ἐν μοίρᾳ τῆς πόλεως τῇ ἐλάσσονί ἐστιν ἱδρυμένον.
佩莱内人还有一座埃勒提亚的神庙;这建在城市的较小部分。
τὸ δὲ ὀνομαζόμενον Ποσείδιον τὰ μὲν ἀρχαιότερα ἦν δῆμος, ἔρημον δὲ ἐφʼ ἡμῶν.
被称为波塞狄翁的地方在古代是一个德姆(区),但在我们的时代已经荒废。
ἔστι μὲν δὴ τὸ Ποσείδιον τοῦτο ὑπὸ τὸ γυμνάσιον, διαμεμένηκε δὲ καὶ ἐς τόδε ἔτι αὐτῷ Ποσειδῶνος ἱερὸν νομίζεσθαι.
这个波塞狄翁位于体育场下方,并且直到今天,它依然被视作波塞冬的神殿。
§7.27.9Πελλήνης δὲ ὅσον στάδια ἑξήκοντα ἀπέχει τὸ Μύσαιον, ἱερὸν Δήμητρος Μυσίας· ἱδρύσασθαι δὲ αὐτὸ Μύσιόν φασιν ἄνδρα Ἀργεῖον, ἐδέξατο δὲ οἴκῳ Δήμητρα καὶ ὁ Μύσιος λόγῳ τῷ Ἀργείων.
距离佩莱内约六十斯塔德的地方是缪塞翁,即缪西亚的得墨忒耳神殿;他们说这是由一个阿戈斯人缪西奥斯创建的,而根据阿戈斯人的传说,这位缪西奥斯也在家中接待过得墨忒耳。
ἔστι δὲ ἄλσος ἐν τῷ Μυσαίῳ, δένδρα ὁμοίως τὰ πάντα, καὶ ὕδωρ ἄφθονον ἄνεισιν ἐκ πηγῶν.
缪塞翁里有一片圣林,树木皆一律茂盛,泉水中涌出丰富的水流。
ἄγουσι δὲ καὶ ἑορτὴν τῇ Δήμητρι ἐνταῦθα ἡμερῶν ἑπτά·
他们还在那里为得墨忒耳举行一连七天的节日。
§7.27.10τρίτῃ δὲ ἡμέρᾳ τῆς ἑορτῆς ὑπεξίασιν οἱ ἄνδρες ἐκ τοῦ ἱεροῦ, καταλειπόμεναι δὲ αἱ γυναῖκες δρῶσιν ἐν τῇ νυκτὶ ὁπόσα νόμος ἐστὶν αὐταῖς· ἀπελαύνονται δὲ οὐχ οἱ ἄνδρες μόνον ἀλλὰ καὶ τῶν κυνῶν τὸ ἄρρεν.
在节日的第三天,男子退出神殿,留下来的妇女则在夜间举行她们习俗所规定的一切仪式;不仅男子被驱逐,雄性的狗也被赶走。
ἐς δὲ τὴν ἐπιοῦσαν ἀφικομένων ἐς τὸ ἱερὸν τῶν ἀνδρῶν, αἱ γυναῖκές τε ἐς αὐτοὺς καὶ ἀνὰ μέρος ἐς τὰς γυναῖκας οἱ ἄνδρες γέλωτί τε ἐς ἀλλήλους χρῶνται καὶ σκώμμασιν.
到了次日,当男子来到神殿时,妇女对他们,男子反过来对妇女,互相打趣和开玩笑。
§7.27.11ἀπωτέρω δὲ οὐ πολὺ ἀπὸ τοῦ Μυσαίου ἱερόν ἐστιν Ἀσκληπιοῦ καλούμενον Κῦρος, καὶ ἰάματα ἀνθρώποις παρὰ τοῦ θεοῦ γίνεται.
离缪塞翁不远的地方有一座被称为屈罗斯的阿斯克勒庇俄斯神殿,神治愈人类的疾病。
ὕδωρ δὲ καὶ ἐνταῦθα ἀνέδην ἐστί, καὶ ἐπὶ τῇ μεγίστῃ τῶν πηγῶν τοῦ Ἀσκληπιοῦ τὸ ἄγαλμα ἵδρυται.
这里也有充足的水源,阿斯克勒庇俄斯的神像就立在最大的泉眼之上。
ποταμοὶ δὲ ἐκ τῶν ὀρῶν κατέρχονται τῶν ὑπὲρ τὴν Πελλήνην, πρὸς μὲν Αἰγείρας καλούμενος Κριός· ἔχειν δὲ αὐτὸν τὸ ὄνομα ἀπὸ Τιτᾶνος Κριοῦ·
河流从佩莱内上方的山中流下,流向艾吉拉的那条被称为克里奥斯河;他们说它的名字来源于提坦克里奥斯。
§7.27.12Κριὸς δὲ καὶ ἄλλος ὠνόμασται ποταμός, ὃς ἀρχόμενος ἐκ Σιπύλου τοῦ ὄρους ἐς τὸν Ἕρμον κάτεισι.
还有另一条被命名为克里奥斯的河流,它发源于西皮洛斯山,流下汇入赫耳墨斯河。
καθότι δὲ Πελληνεῦσιν ὅροι τῆς χώρας πρὸς Σικυωνίους εἰσί, κατὰ τοῦτο ποταμός σφισι Σύθας, ἔσχατος ποταμῶν τῶν Ἀχαϊκῶν, ἐς τὴν Σικυωνίαν ἐκδίδωσι θάλασσαν.
在佩莱内人与锡基翁人接壤的地方,有一条叙塔斯河,这是阿开亚诸河中的最后一条,流入锡基翁的海中。