Humanitext Reader

保萨尼亚斯 · 希腊志 §7.23.7-7.23.11

与西顿人的辩论及艾吉翁的神像群

第 292 段,共 465 段 · 希腊语

内容简介

鲍萨尼亚斯在艾吉翁的阿斯克勒庇俄斯圣所与一名西顿人辩论阿斯克勒庇俄斯和阿波罗的神学隐喻,随后列举了城内的诸神雕像。最后,他讲述了艾吉翁人如何通过巧妙的诉讼诡计,从阿格斯人手中永久留下了四尊青铜神像的故事。

§7.23.7τῆς δὲ Εἰλειθυίας οὐ μακρὰν Ἀσκληπιοῦ τέ ἐστι τέμενος καὶ ἀγάλματα Ὑγείας καὶ Ἀσκληπιοῦ· ἰαμβεῖον δὲ ἐπὶ τῷ βάθρῳ τὸν Μεσσήνιον Δαμοφῶντα εἶναι τὸν εἰργασμένον φησίν.
离埃勒提亚不远有一座阿斯克勒庇俄斯的圣所,以及许癸厄亚和阿斯克勒庇俄斯的神像;基座上的双音步诗说明制作它们的是麦塞尼亚人达摩丰。
ἐν τούτῳ τοῦ Ἀσκληπιοῦ τῷ ἱερῷ ἐς ἀντιλογίαν ἀφίκετο ἀνήρ μοι Σιδόνιος, ὃς ἐγνωκέναι τὰ ἐς τὸ θεῖον ἔφασκε Φοίνικας τά τε ἄλλα Ἑλλήνων βέλτιον καὶ δὴ καὶ Ἀσκληπιῷ πατέρα μὲν σφᾶς Ἀπόλλωνα ἐπιφημίζειν, θνητὴν δὲ γυναῖκα οὐδεμίαν μητέρα·
在这座阿斯克勒庇俄斯神庙里,一个西顿人和我发生了争论,他声称腓尼基人在神圣事务上不仅在其他方面比希腊人懂得更多,而且特别是他们称阿波罗为阿斯克勒庇俄斯的父亲,却不承认任何凡人女子是其母亲。
§7.23.8Ἀσκληπιὸν μὲν γὰρ ἀέρα γένει τε ἀνθρώπων εἶναι καὶ πᾶσιν ὁμοίως ζῴοις ἐπιτήδειον πρὸς ὑγίειαν, Ἀπόλλωνα δὲ ἥλιον, καὶ αὐτὸν ὀρθότατα Ἀσκληπιῷ πατέρα ἐπονομάζεσθαι, ὅτι ἐς τὸ ἁρμόζον ταῖς ὥραις ποιούμενος ὁ ἥλιος τὸν δρόμον μεταδίδωσι καὶ τῷ ἀέρι ὑγιείας.
因为他认为,阿斯克勒庇俄斯就是空气,它对人类以及同样对所有动物的健康都是有益的,而阿波罗就是太阳,他最理所当然地被称为阿斯克勒庇俄斯的父亲,因为太阳通过使其运行符合季节,也把健康分享给了空气。
ἐγὼ δὲ ἀποδέχεσθαι μὲν τὰ εἰρημένα, οὐδὲν δέ τι Φοινίκων μᾶλλον ἢ καὶ Ἑλλήνων ἔφην τὸν λόγον, ἐπεὶ καὶ ἐν Τιτάνῃ τῆς Σικυωνίων τὸ αὐτὸ ἄγαλμα Ὑγείαν τε ὀνομάζεσθαι καὶ †παιδὶ ἦν δῆλα ὡς τὸν ἡλιακὸν δρόμον ἐπὶ γῆς ὑγίειαν ποιοῦντα ἀνθρώποις.
但我说我接受这些说法,然而这套理论并不比属于希腊人更属于腓尼基人,因为即使在西库翁人的蒂塔内,同一尊神像也被称为许癸厄亚,而且显而易见的是,太阳的运行在地上为人类带来了健康。
§7.23.9Αἰγιεῦσι δὲ Ἀθηνᾶς τε ναὸς καὶ Ἥρας ἐστὶν ἄλσος.
艾吉翁人还有一座雅典娜神庙和一片赫拉的圣林。
Ἀθηνᾶς μὲν δὴ δύο ἀγάλματα λευκοῦ λίθου· τῆς δὲ Ἥρας τὸ ἄγαλμα ὅτι μὴ γυναιξίν, ἣ ἂν τὴν ἱερωσύνην ἔχῃ, ἄλλῳ γε δὴ οὐδενὶ ἔστι θεάσασθαι.
雅典娜的神像有两尊,由白色大理石制成;而赫拉的神像,除了担任女祭司职位的妇女外,其他任何人都不得观看。
Διονύσου δὲ πρὸς τῷ θεάτρῳ πεποίηταί σφισιν ἱερὸν καὶ ἄγαλμα, οὐκ ἔχων πω γένεια.
在剧场附近,他们建有狄奥尼索斯的圣所和神像,此时他还没有长胡须。
ἔστι δὲ καὶ Διὸς ἐπίκλησιν Σωτῆρος ἐν τῇ ἀγορᾷ τέμενος καὶ ἀγάλματα ἐσελθόντων ἐν ἀριστερᾷ, χαλκοῦ μὲν ἀμφότερα, τὸ δὲ οὐκ ἔχον πω γένεια ἐφαίνετο ἀρχαιότερον εἶναί μοι.
在广场上还有一座被称为“救世主”的宙斯的圣所,一进去的左手边有两尊神像,两尊都是青铜制的,那尊还没有长胡须的神像在我看来似乎更古老。
§7.23.10ἐν δὲ οἰκήματι κατευθὺ τῆς ὁδοῦ, χαλκοῦ καὶ ταῦτα, ἔστι μὲν Ποσειδῶν καὶ Ἡρακλῆς, ἐστι δὲ Ζεύς τε καὶ Ἀθηνᾶ· θεοὺς δὲ σφᾶς καλοῦσιν ἐξ Ἄργους, ὡς μὲν ὁ Ἀργείων ἔχει λόγος, ὅτι ἐποιήθησαν ἐν τῇ πόλει τῇ Ἀργείων, ὡς δὲ αὐτοὶ λέγουσιν οἱ Αἰγιεῖς, παρακαταθήκη σφίσιν ὑπὸ Ἀργείων ἐδόθη τὰ ἀγάλματα.
在沿路直行的一座建筑物里,有波塞冬和赫拉克勒斯,也有宙斯和雅典娜,这些也都是青铜制的;他们称这些神为“来自阿格斯的众神”,按照阿格斯人的说法,是因为它们是在阿格斯城里制作的,但正如艾吉翁人自己所说,这些神像是阿格斯人作为寄托物交托给他们的。
§7.23.11καὶ αὐτοῖς καὶ τάδε ἔτι προσταχθῆναί φασιν, ἑκάστῃ τοῖς ἀγάλμασιν ἡμέρᾳ θύειν· αὐτοὶ δὲ σόφισμα εὑρόντες θύειν μὲν πλεῖστα ὅσα, κατευωχουμένοις δὲ τὰ ἱερεῖα ἐν κοινῷ ἀνάλωμα οὐδὲν ἐς αὐτὰ γίνεσθαι· τέλος δὲ ἀπαιτεῖσθαι ὑπὸ τῶν Ἀργείων καὶ αὐτοὺς τὰ ἐς τὰς θυσίας ἀναλούμενα ἀπαιτεῖν· τοὺς δὲ—οὐ γὰρ ἔχειν ἐκτῖσαι—καταλιπεῖν σφισιν αὐτοὺς τὰ ἀγάλματα.
他们说,当时他们还被下达了如下命令,即每天向这些神像献祭;但他们想出了一个诡计,虽然献祭了极多数量的祭品,但由于他们共同享用这些祭肉进行宴会,因此他们自身没有为这些祭品付出任何费用;最后,当阿格斯人要求要回神像时,他们自己也要求退还用于献祭的费用;而阿格斯人——因为他们无法偿付——便把这些神像留给了他们。

词汇与语法注释

  1. 7.23.7τὸν Μεσσήνιον Δαμοφῶντα εἶναι τὸν εἰργασμένον — 动词 `φησίν` 的宾语(对格与不定式结构,AcI)。不定式 `εἶναι` 的逻辑主语是 `τὸν Μεσσήνιον Δαμοφῶντα`(麦塞尼亚的达摩丰),而 `τὸν εἰργασμένον`(制作者)则是带有冠词的限定性分词,在格上与主语一致,作为不定式的表语(宾格补足语)。
  2. 7.23.8παιδὶ ἦν δῆλα ὡς — 带有剑号的受损文本。抄本中的直说法过去式 `ἦν δῆλα` 在间接引语中本应为不定式(例如 `εἶναι δῆλον`),或者需要修正为潜能希求法 `ἂν εἴη δῆλον` 才能讲通。此外,表示儿童的与格 `παιδί` 源于俗语“连小孩子也显而易见”(`παιδὶ δῆλον`),强调太阳运行与健康之间的联系是极其明显的。
  3. 7.23.9ἄγαλμα... οὐκ ἔχων πω γένεια — 一处“依意一致”(constructio ad sensum 或 schema πρὸς τὸ σημαινόμενον)的例子。阳性单数主格分词 `ἔχων` 并未与语法上的中性名词主语 `ἄγαλμα`(神像)一致,而是与该神像所代表的男性神明狄奥尼索斯一致。这与后文在描述宙斯神像时所采用的严格语法中性一致 `τὸ δὲ οὐκ ἔχον` 形成鲜明对比。
  4. 7.23.11κατευωχουμένοις δὲ τὰ ἱερεῖα — 与格分词 `κατευωχουμένοις`(“大肆享用、设宴”)与上下文暗示的艾吉翁人(与格 `αὐτοῖς`)一致。该中动能动词在此处作为及物动词使用,带有一处对格宾语 `τὰ ἱερεῖα`(“祭物”),具体说明了他们如何通过将祭祀仪式转化为自我消费的宴会来规避实际费用的诡计。

引用这一段

保萨尼亚斯, 希腊志 §7.23.7-7.23.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:7.23.7-7.23.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。