§7.21.8ὠνομάσθαι δὲ Ἵππιον τὸν θεὸν πείθοιτο μὲν ἄν τις καὶ ἐπʼ αἰτίαις ἄλλαις· ἐγὼ δὲ εὑρετὴν ἱππικῆς ὄντα ἀπὸ τούτου σχεῖν καὶ τὸ ὄνομα εἰκάζω.
人们也可能因其他原因而相信这位神被称为希皮乌斯;但我推测,由于他是骑术的发明者,他也因此获得了这个名字。
Ὅμηρος μέν γε ἐν ἵππων ἄθλοις Μενελάῳ κατὰ τοῦ θεοῦ τούτου πρόκλησιν περιέθηκεν ὅρκου· "
ἵππων ἁψάμενος, γαιήοχον ἐννοσίγαιον
ὄμνυθι μηδὲν ἑκὼν τὸ ἐμὸν δόλῳ ἅρμα πεδῆσαι. "
事实上,荷马在赛马比赛中,让梅涅劳斯面临对这位神宣誓的挑战: “手抚骏马,向托地、震地之神起誓,你绝非故意用诡计阻碍我的战车。
§7.21.9Πάμφως δέ, ὃς Ἀθηναίοις τοὺς ἀρχαιοτάτους τῶν ὕμνων ἐποίησεν, εἶναί φησι τὸν Ποσειδῶνα
"
ἵππων τε δωτῆρα νεῶν τʼ ἰθυκρηδέμνων.
” 而为雅典人创作了最古老赞歌的潘普斯说,波塞冬是 “马匹的赋予者,也是拥有挺立船首之船的赋予者”。
"
οὕτω διὰ τὴν ἱππικὴν καὶ οὐκ ἀπὸ ἑτέρας προφάσεως τὸ ὄνομα ἔσχηκεν.
因此,正是因为骑术,而非出于其他缘故,他才获得了这个名字。
§7.21.10ἐν Πάτραις δὲ οὐ πολὺ ἀπωτέρω τοῦ Ποσειδῶνος ἱερά ἐστιν Ἀφροδίτης· τὸ δὲ ἕτερον τῶν ἀγαλμάτων γενεᾷ πρότερον ἢ κατʼ ἐμὲ ἁλιεῖς ἄνδρες ἀνείλκυσαν ἐν δικτύῳ.
在帕特雷,离波塞冬神殿不远的地方有阿佛洛狄忒的神殿;其中一尊雕像是在我之前的一代,由渔民用网拉上来的。
ἔστι δὲ καὶ ἀγάλματα τοῦ λιμένος ἐγγυτάτω χαλκοῦ πεποιημένα Ἄρεως, τὸ δὲ Ἀπόλλωνος· καὶ Ἀφροδίτης, ἧς καὶ πρὸς τῷ λιμένι ἐστὶ τέμενος, λίθου μὲν πρόσωπον καὶ ἄκραι χεῖρες καὶ πόδες, ξύλου δὲ τὰ λοιπὰ εἴργασται.
在紧邻港口的地方还有青铜制成的雕像,一尊是阿瑞斯的,另一尊是阿波罗的;还有一尊阿佛洛狄忒的雕像,她在港口附近也有圣域;这尊雕像的脸部、手足末端是用石头做的,其余部分则是用木头雕刻的。
§7.21.11ἔστι δέ σφισι καὶ ἄλσος ἐπὶ θαλάσσῃ, δρόμους τε ἐπιτηδειοτάτους καὶ ἐς τἄλλα δίαιταν ἡδεῖαν ὥρᾳ παρεχόμενον θερινῇ.
他们在海边还有一片林地,这里提供了非常合适的跑道,在夏季也是其他方面令人愉悦的消暑去处。
ἐν τούτῳ τῷ ἄλσει καὶ ναοὶ θεῶν, Ἀπόλλωνος, ὁ δὲ Ἀφροδίτης· πεποίηται λίθου καὶ τούτοις τὰ ἀγάλματα.
在这片林地里也有神殿,一座是阿波罗的,另一座是阿佛洛狄忒的;这些神殿里的雕像也是用石头做成的。
τοῦ δὲ ἄλσους ἱερὸν ἔχεται Δήμητρος· αὕτη μὲν καὶ ἡ παῖς ἑστᾶσι, τὸ δὲ ἄγαλμα τῆς Γῆς ἐστι καθήμενον.
紧邻林地的是德墨忒尔的神殿;她和女儿立着,而大地的雕像则是坐着的。
§7.21.12πρὸ δὲ τοῦ ἱεροῦ τῆς Δήμητρός ἐστι πηγή· ταύτης τὰ μὲν πρὸς τοῦ ναοῦ λίθων ἀνέστηκεν αἱμασιά, κατὰ δὲ τὸ ἐκτὸς κάθοδος ἐς αὐτὴν πεποίηται.
在德墨忒尔神殿前有一口泉;泉水靠近神殿的一侧砌有石墙,外侧则建有走下去的通道。
μαντεῖον δὲ ἐνταῦθά ἐστιν ἀψευδές, οὐ μὲν ἐπὶ παντί γε πράγματι, ἀλλὰ ἐπὶ τῶν καμνόντων.
这里有一个灵验的神谕,虽非针对所有事情,但对病人却很有效。
κάτοπτρον καλῳδίῳ τῶν λεπτῶν δήσαντες καθιᾶσι, σταθμώμενοι μὴ πρόσω καθικέσθαι τῆς πηγῆς, ἀλλʼ ὅσον ἐπιψαῦσαι τοῦ ὕδατος τῷ κύκλῳ τοῦ κατόπτρου.
他们用一根细绳系住镜子放下去,掌握好分寸不让它深入泉中,而只是让镜子的边缘触及水面。
τὸ δὲ ἐντεῦθεν εὐξάμενοι τῇ θεῷ καὶ θυμιάσαντες ἐς τὸ κάτοπτρον βλέπουσι· τὸ δέ σφισι τὸν νοσοῦντα ἤτοι ζῶντα ἢ καὶ τεθνεῶτα ἐπιδείκνυσι.
此后,他们向女神祈祷并焚香,然后看向镜子;镜子就会向他们显示病人是活着还是已经死去。
§7.21.13τούτῳ μὲν τῷ ὕδατι ἐς τοσοῦτο μέτεστιν ἀληθείας, Κυανεῶν δὲ τῶν πρὸς Λυκίᾳ πλησιαίτατα χρηστήριον Ἀπόλλωνός ἐστι Θυρξέως· παρέχεται δὲ ὕδωρ τὸ πρὸς ταῖς Κυανέαις ἔσω ἐνιδόντα τινὰ ἐς τὴν πηγὴν ὁμοίως πάντα ὁπόσα θέλει θεάσασθαι.
这泉水在很大程度上具有这种真实性,而最接近它的是位于吕基亚附近克亚内伊的蒂尔克塞乌斯阿波罗神谕所;克亚内伊旁的水,能让任何看向泉水深处的人,以同样的方式看到他想看到的一切。
ἐν Πάτραις δὲ πρὸς τῷ ἄλσει καὶ ἱερὰ δύο ἐστὶ Σαράπιδος· ἐν δὲ τῷ ἑτέρῳ πεποίηται μνῆμα Αἰγύπτου τοῦ Βήλου.
在帕特雷,林地附近还有两座萨拉皮斯的神殿;在其中一座里建有贝洛斯之子埃古普托斯的坟墓。
φυγεῖν δὲ ἐς τὴν Ἀρόην οἱ Πατρεῖς φασιν αὐτὸν τοῖς τε ἐς τοὺς παῖδας παθήμασι καὶ τὸ ὄνομα αὐτὸ πεφρικότα τοῦ Ἄργους καὶ ἐς πλέον τοῦ Δαναοῦ δείματι.
帕特雷人说,他是因为儿子们遭遇的不幸,并且因害怕阿耳戈斯这个名字本身,更因为对达那俄斯的恐惧,而逃到阿罗埃的。
§7.21.14ἔστι δὲ καὶ ἱερὸν Πατρεῦσιν Ἀσκληπιοῦ· τοῦτο τὸ ἱερὸν ὑπὲρ τὴν ἀκρόπολιν τῶν πυλῶν ἐστιν ἐγγὺς αἳ ἐπὶ Μεσάτιν ἄγουσιν.
帕特雷人也有一座阿斯克勒庇俄斯神殿;这座神殿在卫城之上,靠近通往梅萨蒂斯的城门。
αἱ δὲ γυναῖκές εἰσιν ἐν ταῖς Πάτραις ἀριθμὸν μὲν καὶ ἐς δὶς τῶν ἀνδρῶν· Ἀφροδίτης δέ, εἴπερ ἄλλαις γυναιξί, μέτεστι καὶ ταύταις.
帕特雷的妇女在人数上甚至是男子的两倍;如果说其他妇女也分有阿佛洛狄忒的恩泽,她们也同样拥有。
βίος δὲ αὐτῶν ταῖς πολλαῖς ἐστιν ἀπὸ τῆς βύσσου τῆς ἐν τῇ Ἤλιδι φυομένης· κεκρυφάλους τε γὰρ ἀπʼ αὐτῆς καὶ ἐσθῆτα ὑφαίνουσι τὴν ἄλλην.
她们中大多数人的生计依靠产自伊利斯地方的优质亚麻;因为她们用它编织发网和其余的衣物。