§7.22.1Φαραὶ δέ, Ἀχαιῶν πόλις, τελοῦσι μὲν ἐς Πάτρας δόντος Αὐγούστου, ὁδὸς δὲ ἐς Φαρὰς Πατρέων μὲν ἐκ τοῦ ἄστεως στάδιοι πεντήκοντά εἰσι καὶ ἑκατόν, ἀπὸ θαλάσσης δὲ ἄνω πρὸς ἤπειρον περὶ ἑβδομήκοντα.
法赖是阿开亚人的城市,因奥古斯都的赐予而归属于帕特雷;从帕特雷市区到法赖的道路是一百五十斯塔德,而从海边向内陆上行则大约七十斯塔德。
ποταμὸς δὲ ῥεῖ πλησίον Φαρῶν Πίερος, ὁ αὐτὸς ἐμοὶ δοκεῖν ὃς καὶ τὰ Ὠλένου παρέξεισιν ἐρείπια, ὑπὸ ἀνθρώπων τῶν πρὸς θαλάσσῃ καλούμενος Πεῖρος.
在法赖附近流淌着一条皮埃罗斯河,在我的看来,它与流经奥勒诺斯废墟的那条河是同一条,而沿海的人们称其为佩罗斯河。
πρὸς δὲ τῷ ποταμῷ πλατάνων ἐστὶν ἄλσος, κοῖλαί τε ὑπὸ παλαιότητος αἱ πολλαὶ καὶ ἥκουσαι μεγέθους ἐς τοσοῦτο ὥστε καὶ ἑστιῶνται τῶν χηραμῶν ἐντός, καὶ ὁπόσοις ἂν κατὰ γνώμην ᾖ, καὶ ἐγκαθεύδουσι.
在河边有一片悬铃木林,其中大多数因年深日久而内部空心,并且生长到如此巨大的程度,以至于人们甚至可以在这些空洞里举行宴会,凡是乐意的人还可以在里面睡觉。
§7.22.2περίβολος δὲ ἀγορᾶς μέγας κατὰ τρόπον τὸν ἀρχαιότερόν ἐστιν ἐν Φαραῖς, Ἑρμοῦ δὲ ἐν μέσῃ τῇ ἀγορᾷ λίθου πεποιημένον ἄγαλμα ἔχον καὶ γένεια· ἑστηκὼς δὲ πρὸς αὐτῇ τῇ γῇ παρέχεται μὲν τὸ τετράγωνον σχῆμα, μεγέθει δέ ἐστιν οὐ μέγας.
在法赖有一个按照古老样式建造的巨大广场围栏,广场中央有一尊石雕的赫耳墨斯像,蓄着胡须;它直接立在地面上,呈现出四方形,但尺寸并不大。
καὶ αὐτῷ καὶ ἐπίγραμμα ἔπεστιν, ἀναθεῖναι αὐτὸ Μεσσήνιον Σιμύλον·
雕像上还刻有铭文,说明这是麦塞尼亚人西米罗斯奉纳的。
καλεῖται μὲν δὴ Ἀγοραῖος, παρὰ δὲ αὐτῷ καὶ χρηστήριον καθέστηκε.
他确实被称为“阿格莱奥斯”(广场守护神),并且在他的身旁设有一处神谕所。
κεῖται δὲ πρὸ τοῦ ἀγάλματος ἑστία, λίθου καὶ αὐτή, μολίβδῳ δὲ πρὸς τὴν ἑστίαν προσέχονται λύχνοι χαλκοῖ.
雕像前安放着一个同样是石制的炉,炉上用铅固定着青铜盏。
§7.22.3ἀφικόμενος οὖν περὶ ἑσπέραν ὁ τῷ θεῷ χρώμενος λιβανωτόν τε ἐπὶ τῆς ἑστίας θυμιᾷ καὶ ἐμπλήσας τοὺς λύχνους ἐλαίου καὶ ἐξάψας τίθησιν ἐπὶ τὸν βωμὸν τοῦ ἀγάλματος ἐν δεξιᾷ νόμισμα ἐπιχώριον— καλεῖται δὲ χαλκοῦς τὸ νόμισμα—καὶ ἐρωτᾷ πρὸς τὸ οὖς τὸν θεὸν ὁποῖόν τι καὶ ἑκάστῳ τὸ ἐρώτημά ἐστι.
因此,在黄昏时分,前来求问神谕的人会在炉上焚烧乳香,将灯盏灌满油并点燃,然后将一枚当地硬币——这种硬币被称为“卡尔科斯”——放在雕像右侧的祭坛上,并对着神像的耳朵低声说出各自的问题。
τὸ ἀπὸ τούτου δὲ ἄπεισιν ἐκ τῆς ἀγορᾶς ἐπιφραξάμενος τὰ ὦτα· προελθὼν δὲ ἐς τὸ ἐκτὸς τὰς χεῖρας ἀπέσχεν ἀπὸ τῶν ὤτων, καὶ ἧστινος ἂν ἐπακούσῃ φωνῆς, μάντευμα ἡγεῖται.
此后,他捂住耳朵离开广场;走到外围后,他将手从耳朵上拿开,而他听到的第一句话,他就视作神谕。
§7.22.4τοιαύτη καὶ Αἰγυπτίοις ἑτέρα περὶ τοῦ Ἄπιδος τὸ ἱερὸν μαντεία καθέστηκεν·
在埃及人那里,关于阿庇斯圣殿也设有另一个类似的占卜仪式。
ἐν Φαραῖς δὲ καὶ ὕδωρ ἱερόν ἐστι τοῦ Ἑρμοῦ· Ἑρμοῦ νᾶμα μὲν τῇ πηγῇ τὸ ὄνομα, τοὺς δὲ ἰχθῦς οὐχ αἱροῦσιν ἐξ αὐτῆς, ἀνάθημα εἶναι τοῦ θεοῦ νομίζοντες.
在法赖还有属于赫耳墨斯的神圣水源;这口泉的名字叫“赫耳墨斯之流”,人们不从中捕鱼,认为它们是献给神的奉纳物。
ἑστήκασι δὲ ἐγγύτατα τοῦ ἀγάλματος τετράγωνοι λίθοι τριάκοντα μάλιστα ἀριθμόν· τούτους σέβουσιν οἱ Φαρεῖς, ἑκάστῳ θεοῦ τινὸς ὄνομα ἐπιλέγοντες.
紧邻雕像的地方立着大约三十块四方形的石头;法赖人崇拜这些石头,并给每一块冠以某位神指的名字。
τὰ δὲ ἔτι παλαιότερα καὶ τοῖς πᾶσιν Ἕλλησι τιμὰς θεῶν ἀντὶ ἀγαλμάτων εἶχον ἀργοὶ λίθοι.
在更古老的时代,在所有的希腊人中,未经雕琢的粗石代替雕像享有神明的尊荣。
§7.22.5Φαρεῦσι δὲ ὅσον πέντε σταδίους καὶ δέκα ἀπωτέρω τῆς πόλεώς ἐστιν ἄλσος Διοσκούρων.
对法赖人而言,在距离城市大约十五斯塔德的地方有一片狄俄斯库里的圣林。
δάφναι μάλιστα ἐν αὐτῷ πεφύκασι, ναὸς δὲ οὐκ ἦν ἐν αὐτῷ οὐδὲ ἀγάλματα· κομισθῆναι δὲ οἱ ἐπιχώριοί φασιν ἐς Ῥώμην τὰ ἀγάλματα.
林中主要生长着月桂树,但其中没有神殿也没有雕像;当地人说雕像已被运往罗马。
ἐν Φαραῖς δὲ ἐν τῷ ἄλσει βωμὸς λίθων λογάδων ἐστί.
在法赖的这片圣林中,有一个用拣选的石头砌成的祭坛。
πυθέσθαι δὲ οὐκ εἶχον εἰ Φάρης ὁ Φυλοδαμείας τῆς Δαναοῦ σφισιν ἢ ὁμώνυμος ἐκείνῳ τις ἐγένετο οἰκιστής.
但我未能打听到,究竟是达那俄斯之女菲洛达梅娅的儿子法赖斯是他们的建城者,还是某个与他同名的人。