§7.19.6παύσασθαι δὲ οὕτω λέγονται θύοντες τῇ Ἀρτέμιδι ἀνθρώπους.
据说,他们就是这样停止向阿耳忒弥斯献祭活人的。
ἐκέχρητο αὐτοῖς πρότερον ἔτι ἐκ Δελφῶν ὡς βασιλεὺς ξένος παραγενόμενός σφισιν ἐπὶ τὴν γῆν, ξενικὸν ἅμα ἀγόμενος δαίμονα, τὰ ἐς τὴν θυσίαν τῆς Τρικλαρίας παύσει.
过去更早的时候,德尔斐曾向他们降下神谕:当一位外邦国王来到他们的土地,并随身带来一位外邦神明时,他将终止对特里克拉里亚的祭祀。
Ἰλίου δὲ ἁλούσης καὶ νεμομένων τὰ λάφυρα τῶν Ἑλλήνων, Εὐρύπυλος ὁ Εὐαίμονος λαμβάνει λάρνακα· Διονύσου δὲ ἄγαλμα ἦν ἐν τῇ λάρνακι, ἔργον μὲν ὥς φασιν Ἡφαίστου, δῶρον δὲ ὑπὸ Διὸς ἐδόθη Δαρδάνῳ.
当伊利翁沦陷、希腊人瓜分战利品时,欧哀蒙之子欧里庇洛斯得到了一只箱子;箱子里有一尊狄奥尼索斯的雕像,据说这是赫菲斯托斯的作品,由宙斯赐予达耳达诺斯的礼物。
§7.19.7λέγονται δὲ καὶ ἄλλοι λόγοι δύο ἐς αὐτήν, ὡς ὅτε ἔφυγεν Αἰνείας, ἀπολίποι ταύτην τὴν λάρνακα· οἱ δὲ ῥιφῆναί φασιν αὐτὴν ὑπὸ Κασσάνδρας συμφορὰν τῷ εὑρόντι Ἑλλήνων.
关于这只箱子,还有另外两种说法:一是当埃涅阿斯逃亡时,他留下了这只箱子;另一些人则说,它是被卡珊德拉扔掉的,旨在给发现它的希腊人带来灾难。
ἤνοιξε δʼ οὖν ὁ Εὐρύπυλος τὴν λάρνακα καὶ εἶδε τὸ ἄγαλμα καὶ αὐτίκα ἦν ἔκφρων μετὰ τὴν θέαν· τὰ μὲν δὴ πλείονα ἐμαίνετο, ὀλιγάκις δὲ ἐγίνετο ἐν ἑαυτῷ.
无论如何,欧里庇洛斯打开了箱子并看到了雕像,目睹之后他立刻疯了;他在大部分时间里都是疯狂的,很少能恢复神志。
ἅτε δὲ οὕτω διακείμενος οὐκ ἐς τὴν Θεσσαλίαν τὸν πλοῦν ἐποιεῖτο, ἀλλʼ ἐπί τε Κίρραν καὶ ἐς τὸν ταύτῃ κόλπον· ἀναβὰς δὲ ἐς Δελφοὺς ἐχρᾶτο ὑπὲρ τῆς νόσου.
由于处于这种状态,他没有驾船前往色萨利,而是前往基拉及那里的海湾;他登上德尔斐,为自己的病情求问神谕。
§7.19.8καὶ αὐτῷ γενέσθαι λέγουσι μάντευμα, ἔνθα ἂν ἐπιτύχῃ θύουσιν ἀνθρώποις θυσίαν ξένην, ἐνταῦθα ἱδρύσασθαί τε τὴν λάρνακα καὶ αὐτὸν οἰκῆσαι.
据说他得到了这样的神谕:无论他在哪里遇见人们举行奇异的祭祀,他就在那里安置那只箱子,并在此居住。
ὁ μὲν δὴ ἄνεμος τὰς ναῦς τοῦ Εὐρυπύλου κατήνεγκεν ἐπὶ τὴν πρὸς τῇ Ἀρόῃ θάλασσαν· ἐκβὰς δὲ ἐς τὴν γῆν καταλαμβάνει παῖδα καὶ παρθένον ἐπὶ τὸν βωμὸν τῆς Τρικλαρίας ἠγμένους.
风将欧里庇洛斯的船只带到了阿罗埃附近的海边;他登陆后,发现一个少年和一个处女正被带到特里克拉里亚的祭坛前。
καὶ ὁ μὲν ἔμελλεν οὐ χαλεπῶς συνήσειν τὰ ἐς τὴν θυσίαν· ἀφίκοντο δὲ ἐς μνήμην καὶ οἱ ἐπιχώριοι τοῦ χρησμοῦ, βασιλέα τε ἰδόντες ὃν οὔπω πρότερον ἑωράκεσαν καὶ ἐς τὴν λάρνακα ὑπενόησαν ὡς εἴη τις ἐν αὐτῇ θεός.
而他也将不难理解这祭祀的含义;当地人也想起了神谕,因为他们看到了一位以前从未见过的国王,并且怀疑那只箱子里装有某种神明。
§7.19.9καὶ οὕτω τῷ Εὐρυπύλῳ τε ἡ νόσος καὶ τοῖς ἐνταῦθα ἀνθρώποις τὰ ἐς τὴν θυσίαν ἐπαύσθη, τό τε ὄνομα ἐτέθη τὸ νῦν τῷ ποταμῷ Μείλιχος.
就这样,欧里庇洛斯的疾病得以痊愈,而此地人民的祭祀也终止了,这条河流也被赋予了现在的名字——梅利科斯。
ἔγραψαν δὲ ἤδη τινὲς οὐ τῷ Θεσσαλῷ συμβάντα Εὐρυπύλῳ τὰ εἰρημένα, ἀλλὰ Εὐρύπυλον Δεξαμενοῦ παῖδα τοῦ ἐν Ὠλένῳ βασιλεύσαντος ἐθέλουσιν ἅμα Ἡρακλεῖ στρατεύσαντα ἐς Ἴλιον λαβεῖν παρὰ τοῦ Ἡρακλέους τὴν λάρνακα· τὰ δὲ ἄλλα κατὰ τὰ αὐτὰ εἰρήκασι καὶ οὗτοι.
然而,已经有一些作家写道,上述事情并非发生在色萨利的欧里庇洛斯身上,而是主张奥勒诺斯的国王德克萨梅诺斯之子欧里庇洛斯与赫拉克勒斯一同远征伊利翁时,从赫拉克勒斯那里得到了这只箱子;在其他方面,这些人也叙述了同样的事情。
§7.19.10ἐγὼ δὲ οὔτε Ἡρακλέα ἀγνοῆσαι τὰ ἐς τὴν λάρνακα εἰ δὴ τοιαῦτα ἦν πείθομαι οὔτε τὰ ἐς αὐτὴν ἐπιστάμενος δοκεῖ μοί ποτε ἂν δοῦναι δῶρον συμμαχήσαντι ἀνδρί· οὔτε μὴν οἱ Πατρεῖς ἄλλον τινὰ ἢ τὸν Εὐαίμονος ἔχουσιν Εὐρύπυλον ἐν μνήμῃ, καί οἱ καὶ ἐναγίζουσιν ἀνὰ πᾶν ἔτος, ἐπειδὰν τῷ Διονύσῳ τὴν ἑορτὴν ἄγωσι.
至于我,我既不相信赫拉克勒斯会不知道箱子里的秘密——如果它们真的如传说般那样的话,也不认为如果他知道这些,还会把这箱子当成礼物送给与之结盟并肩作战的人;况且,帕特雷人记忆中的欧里庇洛斯也非他人,正是欧哀蒙之子,当他们举行狄奥尼索斯的节日时,每年也都向他献上祭品。