Humanitext Reader

保萨尼亚斯 · 希腊志 §7.19.1-7.19.5

科迈托与梅拉尼波斯之罪及人祭起源

第 284 段,共 465 段 · 希腊语

内容简介

结合帕特雷拉普里亚神庙中的欧里庇洛斯之墓,作者讲述了科迈托和梅拉尼波斯在阿耳忒弥斯圣域中幽会的故事、由此引发的神之愤怒,以及人祭神谕的起源。

§7.19.1ἔστι δὲ ἐν τῷ μεταξὺ τοῦ ναοῦ τε τῆς Λαφρίας καὶ τοῦ βωμοῦ πεποιημένον μνῆμα Εὐρυπύλου.
在拉普里亚神庙和祭坛之间,建有欧里庇洛斯的坟墓。
τὰ δὲ ὅστις τε ὢν καὶ καθʼ ἥντινα αἰτίαν ἀφίκετο ἐς τὴν γῆν ταύτην, δηλώσει μοι καὶ ταῦτα ὁ λόγος προδιηγησαμένῳ πρότερον ὁποῖα ὑπὸ τοῦ Εὐρυπύλου τὴν ἐπιδημίαν τοῖς ἐνταῦθα ἦν τὰ παρόντα ἀνθρώποις.
至于他是谁,又是因为什么原因来到这片土地,这篇叙述在我首先说明了在欧里庇洛斯到来前后,此地人民当时的状况之后,也会向我阐明。
Ἰώνων τοῖς Ἀρόην καὶ Ἄνθειαν καὶ Μεσάτιν οἰκοῦσιν ἦν ἐν κοινῷ τέμενος καὶ ναὸς Ἀρτέμιδος Τρικλαρίας ἐπίκλησιν, καὶ ἑορτὴν οἱ Ἴωνες αὐτῇ καὶ παννυχίδα ἦγον ἀνὰ πᾶν ἔτος.
对于居住在阿罗埃、安塞亚和梅萨蒂斯的伊奥尼亚人来说,共同拥有一座别名为特里克拉里亚的阿耳忒弥斯圣域和神庙,伊奥尼亚人每年为她举行节日和通宵祭典。
ἱερωσύνην δὲ εἶχε τῆς θεοῦ παρθένος, ἐς ὃ ἀποστέλλεσθαι παρὰ ἄνδρα ἔμελλε.
女神的祭司职务由一位处女担任,直到她被送往丈夫家结婚为止。
§7.19.2λέγουσιν οὖν συμβῆναί ποτε ὡς ἱερᾶσθαι μὲν τῆς θεοῦ Κομαιθὼ τὸ εἶδος καλλίστην παρθένον, τυγχάνειν δὲ αὐτῆς ἐρῶντα Μελάνιππον, τά τε ἄλλα τοὺς ἡλικιώτας καὶ ὄψεως εὐπρεπείᾳ μάλιστα ὑπερηρκότα.
据说,过去曾发生过这样的事:一位容貌极美的处女科迈托担任了女神的祭司,而梅拉尼波斯偶然爱上了她,他在其他方面,尤其是容貌的英俊上,都远远超过了同龄人。
ὡς δὲ ὁ Μελάνιππος ἐς τὸ ἴσον τοῦ ἔρωτος ὑπηγάγετο τὴν παρθένον, ἐμνᾶτο αὐτὴν παρὰ τοῦ πατρός.
当梅拉尼波斯引导这位处女产生了同等的爱意时,他向她的父亲求婚。
ἕπεται δέ πως τῷ γήρᾳ τά τε ἄλλα ὡς τὸ πολὺ ἐναντιοῦσθαι νέοις καὶ οὐχ ἥκιστα ἐς τοὺς ἐρῶντας τὸ ἀνάλγητον, ὅπου καὶ Μελανίππῳ τότε ἐθέλοντι ἐθέλουσαν ἄγεσθαι Κομαιθὼ οὔτε παρὰ τῶν ἑαυτοῦ γονέων οὔτε παρὰ τῶν Κομαιθοῦς ἥμερον ἀπήντησεν οὐδέν.
然而,老年不知为何通常在其他事情上与年轻人对立,尤其是对相爱的人冷酷无情,因此当时,尽管梅拉尼波斯渴望娶科迈托,而她也愿意嫁给他,但无论是从他自己的父母还是科迈托的父母那里,都没有得到任何温和的回应。
§7.19.3ἐπέδειξε δὲ ἐπὶ πολλῶν τε δὴ ἄλλων καὶ ἐν τοῖς Μελανίππου παθήμασιν, ὡς μέτεστιν ἔρωτι καὶ ἀνθρώπων συγχέαι νόμιμα καὶ ἀνατρέψαι θεῶν τιμάς, ὅπου καὶ τότε ἐν τῷ τῆς Ἀρτέμιδος ἱερῷ Κομαιθὼ καὶ Μελάνιππος ἐξέπλησαν τοῦ ἔρωτος τὴν ὁρμήν.
这在许多其他事情上以及梅拉尼波斯的痛苦中都得到了证明:爱有力量混淆人类的律法,颠覆神明尊荣,因为即使在当时,在阿耳忒弥斯的圣域中,科迈托和梅拉尼波斯也满足了他们爱的冲动。
καὶ οἱ μὲν ἔμελλον τῷ ἱερῷ καὶ ἐς τὸ ἔπειτα ἴσα καὶ θαλάμῳ χρήσεσθαι· τοὺς δὲ ἀνθρώπους αὐτίκα ἐξ Ἀρτέμιδος μήνιμα ἔφθειρε, τῆς τε γῆς καρπὸν οὐδένα ἀποδιδούσης καὶ νόσοι σφίσιν οὐ κατὰ τὰ εἰωθότα καὶ ἀπʼ αὐτῶν θάνατοι πλείονες ἢ τὰ πρότερα ἐγίνοντο.
而且他们此后甚至打算将圣域像洞房一样使用;但来自阿耳忒弥斯的愤怒随即毁灭了人们,大地不结任何果实,他们中间发生了异常的疾病,并因此导致比以前更多的死亡。
§7.19.4καταφυγόντων δὲ αὐτῶν ἐπὶ χρηστήριον τὸ ἐν Δελφοῖς, ἤλεγχεν ἡ Πυθία Μελάνιππον καὶ Κομαιθώ· καὶ ἐκείνους τε αὐτοὺς μάντευμα ἀφίκετο θῦσαι τῇ Ἀρτέμιδι καὶ ἀνὰ πᾶν ἔτος παρθένον καὶ παῖδα οἳ τὸ εἶδος εἶεν κάλλιστοι τῇ θεῷ θύειν.
当他们向德尔斐的神谕所求助时,皮媞亚隐喻并揭露了梅拉尼波斯和科迈托的罪行;神谕降下,要求将他们本人祭献给阿耳忒弥斯,并且每年向女神祭献容貌最美的处女和少年。
ταύτης μὲν δὴ τῆς θυσίας ἕνεκα ὁ ποταμὸς ὁ πρὸς τῷ ἱερῷ τῆς Τρικλαρίας Ἀμείλιχος ἐκλήθη· §7.19.5τέως δὲ ὄνομα εἶχεν οὐδέν.
正是因为这种祭祀,特里克拉里亚圣域旁的河流被称为阿梅利科斯;在此之前,它没有任何名字。
παίδων δὲ καὶ παρθένων ὁπόσοι μὲν ἐς τὴν θεὸν οὐδὲν εἰργασμένοι Μελανίππου καὶ Κομαιθοῦς ἕνεκα ἀπώλλυντο, αὐτοί τε οἰκτρότατα καὶ οἱ προσήκοντές σφισιν ἔπασχον, Μελάνιππον δὲ καὶ Κομαιθὼ συμφορᾶς ἐκτὸς γενέσθαι τίθεμαι· μόνον γὰρ δὴ ἀνθρώπῳ ψυχῆς ἐστιν ἀντάξιον κατορθῶσαί τινα ἐρασθέντα.
至于那些对女神没有犯下任何罪过、却因为梅拉尼波斯和科迈托而死去的少年和处女们,他们自己和他们的亲属都遭遇了极可怜的境地,但我将梅拉尼波斯和科迈托置于不幸之外;因为对于人类来说,爱者能够得偿所愿,是唯一与生命本身具有同等价值的事情。

词汇与语法注释

  1. 7.19.1προδιηγησαμένῳ — 与格分词 `προδιηγησαμένῳ` 与主句动词 `δηλώσει` 的间接宾语 `μοι` 一致,表示时间或条件关系:“在我首先叙述了……之后”。
  2. 7.19.2ἕπεται δέ πως τῷ γήρᾳ — 不及物动词 `ἕπεται` 支配与格的 `τῷ γήρᾳ`,并以其后的不定式短语(`ἐναντιοῦσθαι`)和中性名词短语(`τὸ ἀνάλγητον`)作为主语。
  3. 7.19.3ἐπέδειξε — 动词 `ἐπέδειξε` 在此处作非人称使用(或以省略的前文事件为主语),意为“(事态)表明了”,并引导随后的 `ὡς` 从句。
  4. 7.19.5συμφορᾶς ἐκτὸς γενέσθαι τίθεμαι — 动词 `τίθεμαι` 在此处以“对格+不定式”结构 `Μελάνιππον δὲ καὶ Κομαιθὼ ... γενέσθαι` 为宾语,意为“我判定梅拉尼波斯和科迈托置于不幸之外(即并不认为他们是不幸的)”。
  5. 7.19.5κατορθῶσαί τινα ἐρασθέντα — 不定式 `κατορθῶσαι` 的逻辑主语是对格分词短语 `τινα ἐρασθέντα`(爱过的人)。虽然 `ἐρασθέντα` 是不定过去时被动分词,但在此处作为异用动词(deponent)具有主动意义(“爱过”)。

引用这一段

保萨尼亚斯, 希腊志 §7.19.1-7.19.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:7.19.1-7.19.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。