§7.16.6οὗτος μὲν δὴ ἀγαθὴν δόξαν Ἀθηναίοις καὶ αὑτῷ κτώμενος περιεποίησέ τε ὧν ἦρχε καὶ ἐτελεύτησεν αὐτὸς ἑκουσίως·
他如此为雅典人和他自己赢得了美名,保全了他所率领之人的性命,而自己则自愿献出了生命。
Δίαιος δὲ Ἀχαιοὺς ἀπολωλεκὼς Μεγαλοπολίταις κακῶν τῶν ἐφεστηκότων ἧκεν ἄγγελος, ἀποκτείνας δὲ αὐτοχειρὶ τὴν γυναῖκα, ἵνα δὴ μὴ γένοιτο αἰχμάλωτος, τελευτᾷ πιὼν φάρμακον, ἐοικυῖαν μὲν παρασχόμενος Μεναλκίδᾳ τὴν ἐς χρήματα πλεονεξίαν, ἐοικυῖαν δὲ καὶ τὴν ἐς τὸν θάνατον δειλίαν.
然而,迪艾乌斯在断送了亚该亚人之后,作为眼前灾祸的报信者来到了梅加洛波利斯人身边,他亲手杀死了妻子,以免她成为俘虏,随后服毒自尽,展现出了与梅纳尔基达斯相似的贪财之心,以及在面对死亡时同样相似的懦弱。
§7.16.7Ἀχαιῶν δὲ οἱ ἐς Κόρινθον ἀποσωθέντες μετὰ τὴν μάχην ἀπεδίδρασκον ὑπὸ νύκτα εὐθύς· ἀπεδίδρασκον δὲ καὶ αὐτῶν Κορινθίων οἱ πολλοί.
战后逃往科林斯的亚该亚人在入夜后便立即逃走;科林斯本地的多数人也同样逃离。
Μόμμιος δὲ τὸ μὲν παραυτίκα, ἀναπεπταμένων ὅμως τῶν πυλῶν, ἐπεῖχεν ἐς τὴν Κόρινθον παρελθεῖν, ὑποκαθῆσθαί τινα ἐντὸς τοῦ τείχους ὑποπτεύων ἐνέδραν· τρίτῃ δὲ ἡμέρᾳ μετὰ τὴν μάχην ᾕρει τε κατὰ κράτος καὶ ἔκαιε Κόρινθον.
穆米乌斯起初虽然看到城门敞开,但由于怀疑城墙内藏有伏兵,因而推迟进入科林斯;但在战斗后的第三天,他以武力攻克并烧毁了科林斯。
§7.16.8τῶν δὲ ἐγκαταληφθέντων τὸ μὲν πολὺ οἱ Ῥωμαῖοι φονεύουσι, γυναῖκας δὲ καὶ παῖδας ἀπέδοτο Μόμμιος·
对于城中滞留的人,罗马人屠杀了其中的大部分,穆米乌斯则将妇女和儿童卖为奴隶。
ἀπέδοτο δὲ καὶ οἰκέτας, ὅσοι τῶν ἐς ἐλευθερίαν ἀφεθέντων καὶ μαχεσαμένων μετὰ Ἀχαιῶν μὴ εὐθὺς ὑπὸ τοῦ πολέμου τὸ ἔργον ἐτεθνήκεσαν.
他还卖掉了那些曾获得自由、与亚该亚人并肩作战而没有在战斗中直接阵亡的奴隶。
ἀναθημάτων δὲ καὶ τοῦ ἄλλου κόσμου τὰ μὲν μάλιστα ἀνήκοντα ἐς θαῦμα ἀνήγετο, τὰ δὲ ἐκείνοις οὐχ ὁμοίου λόγου Φιλοποίμενι ὁ Μόμμιος τῷ παρʼ Ἀττάλου στρατηγῷ δίδωσι·
在奉纳品和其他装饰品中,最令人赞叹的杰作被运往别处,而那些价值不等的物品,穆米乌斯则送给了来自阿塔罗斯处的将领菲洛皮门。
καὶ ἦν Περγαμηνοῖς καὶ ἐς ἐμὲ ἔτι λάφυρα Κορίνθια.
直到我的时代,帕加马人那里依然保存着来自科林斯的战利品。
§7.16.9πόλεων δέ, ὅσαι Ῥωμαίων ἐναντία ἐπολέμησαν, τείχη μὲν ὁ Μόμμιος κατέλυε καὶ ὅπλα ἀφῃρεῖτο πρὶν ἢ καὶ συμβούλους ἀποσταλῆναι παρὰ Ῥωμαίων·
对于那些反抗罗马人而战的城市,穆米乌斯在罗马派遣的委员抵达之前,就拆毁了它们的城墙并缴获了它们的武器。
ὡς δὲ ἀφίκοντο οἱ σὺν αὐτῷ βουλευσόμενοι, ἐνταῦθα δημοκρατίας μὲν κατέπαυε, καθίστα δὲ ἀπὸ τιμημάτων τὰς ἀρχάς·
当那些将与他共同商议的委员抵达后,他便废除了民主政体,并根据财产估价设立了官职。
καὶ φόρος τε ἐτάχθη τῇ Ἑλλάδι καὶ οἱ τὰ χρήματα ἔχοντες ἐκωλύοντο ἐν τῇ ὑπερορίᾳ κτᾶσθαι·
同时,希腊被勒令缴纳贡税,有产者被禁止在境外购置产业。
συνέδριά τε κατὰ ἔθνος τὰ ἑκάστων, Ἀχαιῶν καὶ τὸ ἐν Φωκεῦσιν ἢ Βοιωτοῖς ἢ ἑτέρωθί που τῆς Ἑλλάδος, κατελέλυτο ὁμοίως πάντα.
各族群的议会——包括亚该亚人的议会,以及福基斯、波奥蒂亚或希腊其他各处的议会——也全部同样被解散。
§7.16.10ἔτεσι δὲ οὐ πολλοῖς ὕστερον ἐτράποντο ἐς ἔλεον Ῥωμαῖοι τῆς Ἑλλάδος, καὶ συνέδριά τε κατὰ ἔθνος ἀποδιδόασιν ἑκάστοις τὰ ἀρχαῖα καὶ τὸ ἐν τῇ ὑπερορίᾳ κτᾶσθαι, ἀφῆκαν δὲ καὶ ὅσοις ἐπιβεβλήκει Μόμμιος ζημίαν·
但没过几年,罗马人对希腊产生了怜悯,恢复了各族群古老的议会和在境外购置产业的权利,并免除了穆米乌斯对他们施加的罚金。
Βοιωτούς τε γὰρ Ἡρακλεώταις καὶ Εὐβοεῦσι τάλαντα ἑκατὸν καὶ Ἀχαιοὺς Λακεδαιμονίοις διακόσια ἐκέλευσεν ἐκτῖσαι.
因为穆米乌斯曾命令波奥蒂亚人向赫拉克利亚人和尤波亚人偿付一百塔兰同,命令亚该亚人向拉刻代蒙人偿付二百塔兰同。
τούτων μὲν δὴ ἄφεσιν παρὰ Ῥωμαίων εὕροντο Ἕλληνες, ἡγεμὼν δὲ ἔτι καὶ ἐς ἐμὲ ἀπεστέλλετο·
希腊人从而获得了罗马人对这些债务的豁免,但直到我的时代,罗马依然向这里派遣总督。
καλοῦσι δὲ οὐχ Ἑλλάδος, ἀλλὰ Ἀχαΐας ἡγεμόνα οἱ Ῥωμαῖοι, διότι ἐχειρώσαντο Ἕλληνας διʼ Ἀχαιῶν τότε τοῦ Ἑλληνικοῦ προεστηκότων.
罗马人不称其为希腊总督,而称其为亚该亚总督,因为他们是通过征服当时作为希腊代表的亚该亚人来降服希腊人的。
ὁ δὲ πόλεμος ἔσχεν οὗτος τέλος Ἀντιθέου μὲν Ἀθήνῃσιν ἄρχοντος, Ὀλυμπιάδι δὲ ἑξηκοστῇ πρὸς ταῖς ἑκατόν, ἣν ἐνίκα Διόδωρος Σικυώνιος.
这场战争在安提塞奥斯担任雅典执政官期间结束,即西库昂的狄奥多罗斯获得冠军的第160届奥林匹克运动会期间。