Humanitext Reader

保萨尼亚斯 · 希腊志 §6.24.1-6.24.10

伊利斯广场与科尔库拉柱廊

第 256 段,共 465 段 · 希腊语

内容简介

介绍伊利斯广场(阿戈拉)的结构,包括希腊竞技裁判所、科尔库拉柱廊,阿波罗、美惠三女神及西勒诺斯等诸神的神庙与雕像,以及供“十六位妇女”使用的建筑等历史遗迹。

§6.24.1ἑτέρα δὲ ἔξοδος ἐκ τοῦ γυμνασίου φέρει μὲν ἔς τε τὴν ἀγορὰν καὶ ἐπὶ τὸν Ἑλλανοδικαιῶνα καλούμενον, ἔστι δὲ ὑπὲρ τοῦ Ἀχιλλέως τὸν τάφον· καὶ ταύτῃ τοὺς Ἑλλανοδίκας ἰέναι καθέστηκεν ἐς τὸ γυμνάσιον.
体育馆的另一个出口通往广场(阿戈拉)以及被称为“希腊竞技裁判所”(ヘッラノディカイオン)的地方,它位于阿喀琉斯墓的上方;按规定,希腊竞技裁判官要通过这条道路前往体育馆。
ἐσίασι δὲ πρὶν μὲν ἥλιον ἀνίσχειν συμβαλοῦντες δρομέας, μεσούσης δὲ τῆς ἡμέρας ἐπὶ τὸ πένταθλον καὶ ὅσα βαρέα ἆθλα ὀνομάζουσιν.
他们在日出前进入,安排跑手进行对抗,而在中午时分,则为了五项全能以及他们所谓的“重型竞技”而进入。
§6.24.2ἡ δὲ ἀγορὰ τοῖς Ἠλείοις οὐ κατὰ τὰς Ἰώνων καὶ ὅσαι πρὸς Ἰωνίᾳ πόλεις εἰσὶν Ἑλλήνων, τρόπῳ δὲ πεποίηται τῷ ἀρχαιοτέρῳ στοαῖς τε ἀπὸ ἀλλήλων διεστώσαις καὶ ἀγυιαῖς διʼ αὐτῶν.
对于伊利斯人来说,他们的广场并不是按照爱奥尼亚人以及爱奥尼亚附近的希腊人城市的方式建造的,而是采用更古老的方式,即柱廊彼此分离,街道从其间穿过。
ὄνομα δὲ τῇ ἀγορᾷ τὸ ἐφʼ ἡμῶν ἐστιν Ἱππόδρομος, καὶ οἱ ἐπιχώριοι τοὺς ἵππους παιδεύουσιν ἐνταῦθα.
在我们的时代,这个广场的名字是“赛马场”,当地人在那里训练马匹。
τῶν στοῶν δὲ ἡ πρὸς μεσημβρίαν ἐργασίας ἐστὶ τῆς Δωρίου, διαιροῦσι δὲ αὐτὴν ἐς μοίρας τρεῖς οἱ κίονες· ἐν ταύτῃ διημερεύουσι τὰ πολλὰ οἱ Ἑλλανοδίκαι.
在这些柱廊中,朝南的一座是多立克式的风格,柱子将它分为三个部分;希腊竞技裁判官大部分时间都在这座柱廊里度过。
§6.24.3ποιοῦνται δὲ πρὸς αὐτοῖς καὶ βωμοὺς τῷ Διί, καὶ εἰσὶν ἐν τῷ ὑπαίθρῳ τῆς ἀγορᾶς οἱ βωμοὶ πλῆθος οὐ πολλοί· καταλύονται γὰρ οὐ χαλεπῶς ἅτε αὐτοσχεδίως οἰκοδομούμενοι.
他们还在柱子附近为宙斯建造了祭坛,而广场露天处的这些祭坛数量并不多;因为它们是即兴建造的,所以拆除起来也并不困难。
κατὰ ταύτην τὴν στοὰν ἰόντι ἐς τὴν ἀγορὰν ἔστιν ἐν ἀριστερᾷ παρὰ τὸ πέρας τῆς στοᾶς ὁ Ἑλλανοδικαιών· ἀγυιὰ δὲ ἡ διείργουσα ἀπὸ τῆς ἀγορᾶς ἐστιν αὐτόν.
对于沿着这座柱廊走向广场的人来说,在柱廊尽头的左侧是希腊竞技裁判所;将它与广场隔开的是一条街道。
ἐν τούτῳ τῷ Ἑλλανοδικαιῶνι οἰκοῦσι δέκα ἐφεξῆς μῆνας οἱ αἱρεθέντες ἑλλανοδικεῖν καὶ ὑπὸ τῶν νομοφυλάκων ὅσα ἐς τὸν ἀγῶνα σφᾶς δεῖ ποιεῖν διδάσκονται.
在这座希腊竞技裁判所里,被选为担任希腊竞技裁判官的人要连续居住十个月,并由法律守护者指导他们为了竞技会所必须做的一切。
§6.24.4τῇ στοᾷ δὲ ἔνθα οἱ Ἑλλανοδίκαι διημερεύουσιν ἔστιν ἐγγὺς ἄλλη στοά· τὸ μεταξὺ αὐτῶν ἀγυιὰ μία.
在希腊竞技裁判官度过白天的柱廊附近,还有另一座柱廊;它们之间是一条街道。
ταύτην ὀνομάζουσι Κορκυραϊκὴν οἱ Ἠλεῖοι· ναυσὶ γὰρ ἐς τὴν σφετέραν Κορκυραίους ἐλθόντας ἐλάσαι μοῖραν τῆς λείας λέγοντες λαβεῖν τε ἐκ τῆς Κορκυραίων πολλαπλάσια καὶ οἰκοδομήσασθαι τὴν στοὰν ἀπὸ τῶν λαφύρων τῆς δεκάτης.
伊利斯人称其为“科尔库拉柱廊”;因为他们说,当科尔库拉人乘船来到他们的土地并掠夺了一部分战利品时,他们自己作为报复,从科尔库拉人的土地上夺取了数倍于此的物资,并用战利品的十分之一建造了这座柱廊。
§6.24.5ἔστι δὲ ἡ κατασκευὴ τῆς στοᾶς Δώριος καὶ διπλῆ, τῇ μὲν ἐς τὴν ἀγορὰν τοὺς κίονας, τῇ δὲ ἐς τὰ ἐπέκεινα τῆς ἀγορᾶς ἔχουσα· κατὰ μέσον δὲ αὐτῆς οὐ κίονες, ἀλλὰ τοῖχος ὁ ταύτῃ τὸν ὄροφον ἀνέχων ἐστίν, ἀνάκεινται δὲ καὶ εἰκόνες ἑκατέρωθεν πρὸς τῷ τοίχῳ.
这座柱廊的结构是多立克式的双重柱廊,一侧朝向广场设有柱子,另一侧则朝向广场之外;在其正中没有柱子,而是有一面墙支撑着那里的屋顶,墙壁的两侧都挂着肖像。
κατὰ δὲ τῆς στοᾶς τὸ ἐς τὴν ἀγορὰν ἕστηκε Πύρρωνος τοῦ Πιστοκράτους εἰκών, σοφιστοῦ τε ἀνδρὸς καὶ ἐς βέβαιον ὁμολογίαν ἐπὶ οὐδενὶ λόγῳ καταστάντος.
在朝向广场的柱廊一侧,立着比斯托克拉特斯之子庇洛的雕像,他是一位智者,也是一位对任何理论都不表示确定同意的人。
ἔστι δὲ καὶ μνῆμα τῷ Πύρρωνι οὐ πόρρω τοῦ Ἠλείων ἄστεως· Πέτρα μὲν τῷ χωρίῳ τὸ ὄνομα, λέγεται δὲ ὡς ἡ Πέτρα δῆμος εἴη τὸ ἀρχαῖον.
在伊利斯人的城镇不远处也有庇洛的坟墓;那个地方的名字叫佩特拉,据说佩特拉古时候是一个区。
§6.24.6Ἠλείοις δὲ ἐν τῷ ὑπαίθρῳ τῆς ἀγορᾶς τὰ ἐπιφανέστατα ναός ἐστι καὶ ἄγαλμα Ἀπόλλωνος Ἀκεσίου· σημαίνοι δʼ ἂν τὸ ὄνομα οὐδέν τι ἀλλοῖον ἢ ὁ καλούμενος Ἀλεξίκακος ὑπὸ Ἀθηναίων.
对于伊利斯人来说,在广场的露天处最引人注目的是一座神庙和治疗之神阿波罗的雕像;这个名字所表达的意思与雅典人所说的“御灾者”(避邪阿波罗)没有什么不同。
ἑτέρωθι δὲ Ἡλίῳ πεποίηται καὶ Σελήνῃ λίθου τὰ ἀγάλματα, καὶ τῆς μὲν κέρατα ἐκ τῆς κεφαλῆς, τοῦ δὲ αἱ ἀκτῖνες ἀνέχουσιν.
在另一个地方,为赫利俄斯和塞勒涅制作了石质雕像,她的头上伸出角,而他的头上射出光芒。
ἔστι δὲ καὶ Χάρισιν ἱερὸν καὶ ξόανα ἐπίχρυσα τὰ ἐς ἐσθῆτα, πρόσωπα δὲ καὶ χεῖρες καὶ πόδες λίθου λευκοῦ· ἔχουσι δὲ ἡ μὲν αὐτῶν ῥόδον, ἀστράγαλον δὲ ἡ μέση, καὶ ἡ τρίτη κλῶνα οὐ μέγαν μυρσίνης.
这里还有美惠三女神(卡里斯)的圣所,她们的衣服是贴金的木雕像,而脸、手和脚则是白石制成的;她们中一人手持玫瑰,中间的一人拿着骰子(距骨),第三人拿着一枝不大的香桃木枝。
§6.24.7ἔχειν δὲ αὐτὰς ἐπὶ τοιῷδε εἰκάζοι τις ἂν τὰ εἰρημένα, ῥόδον μὲν καὶ μυρσίνην Ἀφροδίτης τε ἱερὰ εἶναι καὶ οἰκεῖα τῷ ἐς Ἄδωνιν λόγῳ, Χάριτας δὲ Ἀφροδίτῃ μάλιστα φίλας εἶναι θεῶν· ἀστράγαλον δὲ μειρακίων τε καὶ παρθένων, οἷς ἄχαρι οὐδέν πω πρόσεστιν ἐκ γήρως, τούτων εἶναι τὸν ἀστράγαλον παίγνιον.
人们或许会推测,她们持有这些提及的物品是由于如下的原因:玫瑰和香桃木是阿佛洛狄忒的神圣之物,并适用于阿多尼斯的传说,而美惠三女神在神明中是与阿佛洛狄忒最亲近的;而骰子是青年和少女的玩具,他们身上还没有任何因衰老而产生的不快。
τῶν Χαρίτων δὲ ἐν δεξιᾷ ἄγαλμά ἐστιν Ἔρωτος· ἕστηκε δὲ ἐπὶ βάθρου τοῦ αὐτοῦ.
在美惠三女神的右侧是一尊厄洛斯的雕像;它立在同一个底座上。
§6.24.8ἔστι δὲ καὶ Σιληνοῦ ναὸς ἐνταῦθα, ἰδίᾳ τῷ Σιληνῷ καὶ οὐχ ὁμοῦ Διονύσῳ πεποιημένος· Μέθη δὲ οἶνον ἐν ἐκπώματι αὐτῷ δίδωσι.
这里还有一座西勒诺斯的神庙,是专门为西勒诺斯个人建造的,而不是与狄奥尼索斯在一起;“酩酊”正在杯中给他递酒。
θνητὸν δὲ εἶναι τὸ γένος τῶν Σιληνῶν εἰκάσαι τις ἂν μάλιστα ἐπὶ τοῖς τάφοις αὐτῶν· ἐν γὰρ τῇ Ἑβραίων χώρᾳ Σιληνοῦ μνῆμα καὶ ἄλλου Σιληνοῦ Περγαμηνοῖς ἐστιν.
人们或许可以从他们的坟墓中,最有力地推测出西勒诺斯这一种族是会死亡的;因为在希伯来人的土地上有一座西勒诺斯的坟墓,而在帕加马人那里也有另一个西勒诺斯。
§6.24.9Ἠλείων δὲ ἐν τῇ ἀγορᾷ καὶ ἄλλο τοιόνδε εἶδον, ναοῦ σχῆμα· ἔστι δὲ οὐχ ὑψηλόν, καὶ τοῖχοι μὲν οὐκ εἰσί, τὸν ὄροφον δὲ δρυὸς ἀνέχουσιν εἰργασμένοι κίονες.
在伊利斯人的广场上,我还看到了另一个类似的事物,具有神庙的形状;它不高,并且没有墙壁,但加工过的橡木柱子支撑着屋顶。
τοῦτο εἶναι μὲν ὁμολογοῦσιν οἱ ἐπιχώριοι μνῆμα, ὅτου δὲ οὐ μνημονεύουσιν· εἰ δὲ ὁ γέρων ὅντινα ἠρόμην εἶπεν ἀληθῆ λόγον, Ὀξύλου τοῦτο ἂν μνῆμα εἴη.
当地人承认这是一座坟墓,但已经不记得是谁的了;如果我询问的那位老人说了实话,这应该是奥克叙洛斯的坟墓。
§6.24.10πεποίηται δὲ ἐν τῇ ἀγορᾷ καὶ ταῖς γυναιξὶν οἴκημα ταῖς ἑκκαίδεκα καλουμέναις, ἔνθα τὸν πέπλον ὑφαίνουσι τῇ Ἥρᾳ.
在广场上还为被称为“十六人”的妇女们建造了一座房屋,她们在那里为赫拉编织袍子(佩普洛斯)。
ἔχεται δὲ τῆς ἀγορᾶς ναὸς ἀρχαῖος στοαῖς ἐν κύκλῳ περίστυλος, ὁ δὲ ὄροφος κατερρύηκε τῷ ναῷ καὶ ἄγαλμα οὐδὲν ἐλείπετο· βασιλεῦσι δὲ ἀνεῖται Ῥωμαίοις.
紧邻广场的是一座古老的神庙,四周环绕着柱廊,但这座神庙的屋顶已经塌毁,没有留下任何神像;它被专门用于献给罗马的皇帝们。

词汇与语法注释

  1. 6.24.4ναυσὶ γὰρ ἐς τὴν σφετέραν Κορκυραίους ἐλθόντας ἐλάσαι μοῖραν τῆς λείας λέγοντες λαβεῖν τε ἐκ τῆς Κορκυραίων πολλαπλάσια καὶ οἰκοδομήσασθαι τὴν στοὰν ἀπὸ τῶν λαφύρων τῆς δεκάτης. — 此句包含一个嵌套在分词 `λέγοντες`(伊利斯人说)之后的“对格与不定式”(AcI)结构。前半部分描述科尔库拉人的袭击,由对格主语 `Κορκυραίους`(伴随与其一致的分词 `ἐλθόντας`)和不定式 `ἐλάσαι` 构成。后半部分描述伊利斯人的反击与建设,不定式 `λαβεῖν` 和 `οἰκοδομήσασθαι` 的行为主体(伊利斯人自身)在文脉中被省略。
  2. 6.24.5σοφιστοῦ τε ἀνδρὸς καὶ ἐς βέβαιον ὁμολογίαν ἐπὶ οὐδενὶ λόγῳ καταστάντος — 这些属格修饰语(同位语名词 `ἀνδρός` 和分词 `καταστάντος`)与庇洛(`Πύρρωνος`)一致。短语 `ἐς βέβαιον ὁμολογίαν ... καταστάντος`(达到确定的同意/断定)受否定介词短语 `ἐπὶ οὐδενὶ λόγῳ`(针对任何论证都不……)的修饰,表征了他作为怀疑论者的态度,即“不曾对任何哲学论点达成确定同意的状态”。
  3. 6.24.7ἔχειν δὲ αὐτὰς ἐπὶ τοιῷδε εἰκάζοι τις ἂν τὰ εἰρημένα — 不定式 `ἔχειν`(持有)带有对格主语 `αὐτάς`(美惠三女神)和对格宾语 `τὰ εἰρημένα`(所提及的物品),依附于表示潜在可能的“`ἄν` + 祈愿神态”主句谓语 `εἰκάζοι τις ἄν`(人们或许可以推测)。短语 `ἐπὶ τοιῷδε`(由于如下原因)作为状语修饰,说明她们持有这些物品的原因,并逻辑性地引出后续以 `ῥόδον μὲν...` 开始的解释说明。

引用这一段

保萨尼亚斯, 希腊志 §6.24.1-6.24.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:6.24.1-6.24.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。