Humanitext Reader

保萨尼亚斯 · 希腊志 §6.23.1-6.23.8

伊利斯的老体育馆与沉默之街

第 255 段,共 465 段 · 希腊语

内容简介

保萨尼亚斯详细介绍了伊利斯古老而庞大的体育馆及其各个分区(克叙斯托斯、正方形和麦尔托),描述了馆内的各类祭坛、纪念碑、艺术品,并阐释了从体育馆通往浴室的“沉默”街道之名称的历史由来。

§6.23.1ἐν δὲ Ἤλιδι τὰ ἄξια μνήμης γυμνάσιόν ἐστιν ἀρχαῖον· καὶ ὅσα ἐς τοὺς ἀθλητὰς πρὶν ἢ ἐς Ὀλυμπίαν ἀφικνεῖσθαι νομίζουσιν, ἐν τούτῳ σφίσι τῷ γυμνασίῳ δρᾶν καθέστηκε.
在伊利斯,值得铭记的事物是一座古老的体育馆;凡是运动员在抵达奥林匹亚之前照例要进行的活动,按规定他们都在这座体育馆内进行。
πλάτανοι μὲν ὑψηλαὶ διὰ τῶν δρόμων πεφύκασιν ἐντὸς τοίχου· ὁ σύμπας δὲ οὗτος περίβολος καλεῖται Ξυστός, ὅτι Ἡρακλεῖ τῷ Ἀμφιτρύωνος ἐς ἄσκησιν ἐγίνετο, ὅσαι τῶν ἀκανθῶν ἐφύοντο ἐνταῦθα ἐπὶ ἑκάστῃ ἡμέρᾳ σφᾶς ἀναξύειν.
墙内的跑道旁生长着高大的悬铃木;这整个围墙区域被称为“克叙斯托斯”(平整之地),因为安菲特律翁之子赫拉克勒斯为了锻炼,习惯于每天在这里铲除所有生长出来的荆棘。
§6.23.2χωρὶς μὲν δὴ ἐς ἅμιλλαν τῶν δρομέων ἐστὶν ἀποκεκριμένος δρόμος, ὀνομάζεται δὲ ὑπὸ τῶν ἐπιχωρίων ἱερός, χωρὶς δὲ ἔνθα ἐπὶ μελέτῃ δρομεῖς καὶ οἱ πένταθλοι θέουσιν.
在一侧,有一条专门为跑手竞赛而划分出来的跑道,当地人称之为“神圣跑道”;在另一侧,是跑手和五项全能运动员进行练习奔跑的地方。
ἔστι δὲ ἐν τῷ γυμνασίῳ καλούμενον Πλέθριον· ἐν δὲ αὐτῷ συμβάλλουσιν οἱ Ἑλλανοδίκαι τοὺς καθʼ ἡλικίαν ἢ καὶ αὐτῷ διαφέροντας τῷ ἐπιτηδεύματι· συμβάλλουσι δὲ ἐπὶ πάλῃ.
体育馆内还有一个被称为“普勒特里翁”的地方;在那里,希腊竞技裁判官会让年龄相同、或在同一项目上竞争的人互相对抗,而他们是在摔跤项目上进行对抗。
§6.23.3εἰσὶ δὲ καὶ θεῶν ἐν τῷ γυμνασίῳ βωμοί, Ἡρακλέους τοῦ Ἰδαίου, Παραστάτου δὲ ἐπίκλησιν, καὶ Ἔρωτος καὶ ὃν Ἠλεῖοι καὶ Ἀθηναῖοι κατὰ ταὐτὰ Ἠλείοις Ἀντέρωτα ὀνομάζουσι, Δήμητρός τε καὶ τῆς παιδός.
体育馆内也有神灵的祭坛:伊达山的赫拉克勒斯(别名为巴拉斯塔特斯,即“助手”)、厄洛斯,以及伊利斯人——和伊利斯人一样,雅典人也如此——称之为安忒洛斯(对抗爱之神)的神,还有德墨忒尔和她女儿的祭坛。
Ἀχιλλεῖ δὲ οὐ βωμός, κενὸν δέ ἐστιν αὐτῷ μνῆμα ἐκ μαντείας· τῆς πανηγύρεως δὲ ἀρχομένης ἐν ἡμέρᾳ ῥητῇ περὶ ἀποκλίνοντα ἐς δυσμὰς τοῦ ἡλίου τὸν δρόμον αἱ γυναῖκες αἱ Ἠλεῖαι ἄλλα τε τοῦ Ἀχιλλέως δρῶσιν ἐς τιμὴν καὶ κόπτεσθαι νομίζουσιν αὐτόν.
但对于阿喀琉斯,这里没有祭坛,而是根据神谕为他建立的一座空墓;当节日开始时,在特定的日子,大约在太阳运行向西倾斜的时候,伊利斯妇女会举行其他仪式来尊崇阿喀琉斯,并习惯于为他捶胸哀悼。
§6.23.4ἔστι δὲ καὶ ἄλλος ἐλάσσων γυμνασίου περίβολος, ὃς ἔχεται μὲν τοῦ μείζονος, τετράγωνον δὲ ὀνομάζουσιν ἐπὶ τῷ σχήματι· καὶ παλαῖστραι τοῖς ἀθλοῦσιν ἐνταῦθα ποιοῦνται, καὶ συμβάλλουσιν αὐτόθι τοὺς ἀθλητὰς οὐ παλαίσοντας ἔτι, ἐπὶ δὲ ἱμάντων τῶν μαλακωτέρων ταῖς πληγαῖς.
体育馆还有另一个较小的围墙区域,与较大的那个相邻,因其形状而被人们称为“正方形”;那里建有供竞技者使用的摔跤场,他们在那里安排运动员对抗,不再是进行摔跤,而是用较软的皮带套在拳上进行击打竞技。
ἀνάκειται δὲ καὶ τῶν ἀγαλμάτων τὸ ἕτερον, ἃ ἐπὶ ζημίᾳ Σωσάνδρου τε τοῦ Σμυρναίου καὶ Ἠλείου Πολύκτορος τῷ Διὶ ἐποιήθη.
那里还供奉着两尊因对斯弥尔纳人索桑德罗斯和伊利斯人波吕克托尔处以罚金而为宙斯制作的神像中的一尊。
§6.23.5ἔστι δὲ καὶ τρίτος γυμνασίου περίβολος, ὄνομα μὲν Μαλθὼ τῆς μαλακότητος τοῦ ἐδάφους ἕνεκα, τοῖς δὲ ἐφήβοις ἀνεῖται τῆς πανηγύρεως τὸν χρόνον πάντα.
还有第三个体育馆的围墙区域,因地面柔软而得名“麦尔托”,在整个节日期间都专门对青年开放。
ἔστι δὲ ἐν γωνίᾳ τῆς Μαλθοῦς πρόσωπον Ἡρακλέους ἄχρι ἐς τοὺς ὤμους, καὶ ἐν τῶν παλαιστρῶν μιᾷ τύπος Ἔρωτα ἔχων ἐπειργασμένον καὶ τὸν καλούμενον Ἀντέρωτα· ἔχει δὲ ὁ μὲν φοίνικος ὁ Ἔρως κλάδον, ὁ δὲ ἀφελέσθαι πειρᾶται τὸν φοίνικα ὁ Ἀντέρως.
在麦尔托的一个角落里,有一尊赫拉克勒斯及肩的胸像,在其中一个摔跤场里,有一幅雕刻着厄洛斯和所谓安忒洛斯的浮雕;厄洛斯手持一枝棕榈枝,而安忒洛斯则企图夺走这枝棕榈。
§6.23.6τῆς ἐσόδου δὲ ἑκατέρωθεν τῆς ἐς τὴν Μαλθὼ παιδὸς ἕστηκεν εἰκὼν πύκτου· καὶ αὐτὸν ἔφασκεν ὁ νομοφύλαξ Ἠλείων γένος μὲν Ἀλεξανδρέα εἶναι τῆς ὑπὲρ Φάρου τῆς νήσου, Σαραπίωνα δὲ ὄνομα, ἀφικόμενον δὲ ἐς Ἦλιν σπανίζουσι σίτου σφίσι τροφὰς δοῦναι.
在进入麦尔托的入口两侧,立有一尊拳击少年的雕像;伊利斯的法律守护者说,他出身于法罗斯岛对岸的亚历山大里亚,名叫塞拉皮翁,在伊利斯缺乏粮食时来到这里,为他们提供了粮食。
τούτῳ μὲν αὐτόθι ἀντὶ τούτου γεγόνασιν αἱ τιμαί· χρόνος δὲ στεφάνου τε τοῦ ἐν Ὀλυμπίᾳ καὶ εὐεργεσίας αὐτῷ τῆς ἐς Ἠλείους Ὀλυμπιὰς ἑβδόμη πρὸς ταῖς δέκα τε καὶ διακοσίαις.
为此,他在这个地方获得了这些荣誉;他在奥林匹亚获得桂冠以及他对伊利斯人进行善举的时间是在第二百一十七届奥林匹亚运动会。
§6.23.7ἐν τούτῳ τῷ γυμνασίῳ καὶ βουλευτήριόν ἐστιν Ἠλείοις, καὶ ἐπιδείξεις ἐνταῦθα λόγων τε αὐτοσχεδίων καὶ συγγραμμάτων ποιοῦνται παντοίων· καλεῖται δὲ Λαλίχμιον τοῦ ἀναθέντος ἐπώνυμον.
在这座体育馆里,还有伊利斯人的议事厅,那里会进行即兴演讲和各种著作的朗诵展示;它被称为“拉利克米翁”,得名于将其献纳的人。
περὶ δὲ αὐτὸ ἀσπίδες ἀνάκεινται, θέας ἕνεκα καὶ οὐκ ἐς ἔργον πολέμου πεποιημέναι.
它的周围挂着一些盾牌,这些盾牌是用于观赏而非用于实战的。
§6.23.8ἐκ δὲ τοῦ γυμνασίου πρὸς τὰ λουτρὰ ἐρχομένῳ διʼ ἀγυιᾶς τε ἡ ὁδὸς Σιωπῆς καὶ παρὰ τὸ ἱερὸν τῆς Φιλομείρακός ἐστιν Ἀρτέμιδος.
对于从体育馆走向浴室的人来说,道路经过一条名为“沉默”的街道,并经过“爱少女”阿耳忒弥斯的神庙。
τῇ μὲν δὴ θεῷ γέγονεν ἡ ἐπίκλησις ἅτε τοῦ γυμνασίου γείτονι· τῇ ἀγυιᾷ δὲ Σιωπῇ ὄνομα ἐπὶ λόγῳ τοιῷδε τεθῆναι λέγουσιν.
这位女神之所以获得这一别名,是因为她是体育馆的邻居;而人们说,街道被称为“沉默”是基于如下的原因。
ἄνδρες τοῦ Ὀξύλου στρατεύματος ἐπὶ κατασκοπῇ τῶν ἐν Ἤλιδι ἀποπεμφθέντες καὶ ἀλλήλοις διακελευσάμενοι κατὰ τὴν ὁδόν, ἐπειδὰν πλησίον γίνωνται τοῦ τείχους, φθέγγεσθαι μὲν μηδὲν ἔτι αὐτοί, ἐπακροᾶσθαι δὲ εἴ τι παρὰ τῶν ἐντὸς πυθέσθαι δυνήσονται, οὗτοι λανθάνουσι παρελθόντες ἐς τὴν πόλιν κατὰ τὴν ἀγυιὰν ταύτην καὶ ἐπακούσαντες ὁπόσα ἐβούλοντο ἐπανίασιν αὖθις ἐς τοὺς Αἰτωλούς·
从奥克叙洛斯的军队中派出的、前去侦察伊利斯城内情况的男子,在路上互相叮嘱:一旦接近城墙,他们自己就不要再发出任何声音,而是倾听是否能从城内的人口中探听到什么。
καὶ ἡ ἀγυιὰ τὸ ὄνομα εἴληφεν ἀπὸ τῶν κατασκόπων τῆς σιωπῆς.
这些人通过这条街道在未被察觉的情况下潜入城内,在探听到所有想要的情报后,再次回到了埃托利亚人那里;于是,这条街道便因侦察员们的沉默而得名。

词汇与语法注释

  1. §6.23.1ἐγίνετο ... ἀναξύειν — 动词 `ἐγίνετο` 连同不定式 `ἀναξύειν` 表示这成了赫拉克勒斯的习惯或任务(“对他来说变成了……去铲除”)。人称代词 `σφᾶς`(第三人称复数宾格)指代前文的阴性复数名词 `ἀκανθῶν`(荆棘),即被铲除的对象。
  2. §6.23.3κατὰ ταὐτὰ Ἠλείοις — 短语 `κατὰ ταὐτά`(以同样的方式)后接与格 `Ἠλείοις`(对伊利斯人)来表示比较,意为“与伊利斯人完全相同”,表明雅典人在命名和崇拜安忒洛斯这一做法上与伊利斯人是一致的。
  3. §6.23.6σπανίζουσι σίτου σφίσι — `σπανίζουσι` 是现在分词的与格复数形式,修饰与格代名词 `σφίσι`(他们自己,即伊利斯人)。由于动词 `σπανίζω`(缺乏)支配属格(此处为 `σίτου`,粮食),因此整个短语意为“给缺乏粮食的他们”。
  4. §6.23.8ἐρχομένῳ — 阳性单数与格的现在分词,用作关系与格(dativus relationis)。它在没有特定主句谓语动词直接支配的情况下,设定了路线的视角(“对于从体育馆前往浴室的人来说”)。
  5. §6.23.8λανθάνουσι παρελθόντες — 古典希腊语的惯用结构,动词 `λανθάνω`(未被察觉)与不定过去时分词 `παρελθόντες`(通过)结合,意为“他们未被察觉地通过了”。虽然人称动词是 `λανθάνουσι`,但逻辑上的主要动作由分词承载。

引用这一段

保萨尼亚斯, 希腊志 §6.23.1-6.23.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:6.23.1-6.23.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。