Humanitext Reader

保萨尼亚斯 · 希腊志 §6.20.15-6.20.19

赛马场的塔拉克西波斯与关于其身份的诸说

第 250 段,共 465 段 · 希腊语

内容简介

本章节介绍了奥林匹亚赛马场上令马谱受惊混乱的神秘祭坛“塔拉克西波斯”的各种传说,包括奥勒尼奥斯、达梅翁、米尔蒂洛斯、俄伊诺马奥斯、阿尔卡托奥斯、安菲翁的魔术以及波塞冬·希庇奥斯等不同的解释,并与地峡和涅墨亚的类似现象进行了对比。

§6.20.15παρεχομένου δὲ τοῦ ἱπποδρόμου παρήκουσαν ἐς πλέον τὴν ἑτέραν τῶν πλευρῶν, ἔστιν ἐπὶ τῆς μείζονος πλευρᾶς, οὔσης χώματος, κατὰ τὴν διέξοδον τὴν διὰ τοῦ χώματος τὸ τῶν ἵππων δεῖμα ὁ Ταράξιππος.
随着赛马场延伸,两侧之中的一侧比另一侧延伸得更长。 在较长的一侧(这一侧是土堤)上,在穿过土堤的通道旁,有着让马匹恐惧的‘塔拉克西波斯’(惊马者)。
σχῆμα μὲν βωμοῦ περιφεροῦς ἐστι, παραθέοντας δὲ κατὰ τοῦτο τοὺς ἵππους φόβος τε αὐτίκα ἰσχυρὸς ἀπʼ οὐδεμιᾶς προφάσεως φανερᾶς καὶ ἀπὸ τοῦ φόβου λαμβάνει ταραχή, τά τε δὴ ἅρματα καταγνύουσιν ὡς ἐπίπαν καὶ οἱ ἡνίοχοι τιτρώσκονται·
它呈圆形祭坛的形状,马匹跑过这里时,在毫无明显原因的情况下,会突然产生强烈的恐惧,并因恐惧而陷入混乱;战车通常会被砸得粉碎,御者也会受伤。
καὶ τοῦδε ἡνίοχοι ἕνεκα θυσίας θύουσι καὶ γενέσθαι σφίσιν ἵλεων εὔχονται τὸν Ταράξιππον.
因此,御者们向其献祭,并祈求塔拉克西波斯对他们宽大仁慈。
§6.20.16Ἕλληνες δὲ οὐ κατὰ τὰ αὐτὰ νομίζουσιν ἐς τὸν Ταράξιππον, ἀλλʼ οἱ μὲν εἶναι τάφον ἀνδρὸς αὐτόχθονος καὶ ἀγαθοῦ τὰ ἐς ἱππικήν— καὶ ὄνομα Ὠλένιον αὐτῷ τίθενται, ἀπὸ τούτου δὲ καὶ τὴν Ὠλενίαν ἐν τῇ Ἠλείᾳ πέτραν φασὶν ὀνομασθῆναι—, οἱ δὲ τὸν Φλιοῦντος Δαμέωνα μετασχόντα Ἡρακλεῖ τῆς ἐπὶ Αὐγέαν καὶ Ἠλείους στρατείας αὐτόν τε ἀποθανεῖν καὶ τὸν ἵππον ἐφʼ ᾧ ἐπωχεῖτο ὑπὸ Κτεάτου λέγουσι τοῦ Ἄκτορος, καὶ τὸ μνῆμα κοινὸν Δαμέωνι καὶ τῷ ἵππῳ γενέσθαι.
希腊人对塔拉克西波斯的看法并不一致。 有些人说,这是一位精通马术的本土男子的坟墓,并称他为奥勒尼奥斯,还说伊利斯境内的‘奥勒尼亚之岩’也是因他而得名;另一些人则说,菲利乌斯的达梅翁曾与赫拉克勒斯一同参与讨伐奥革阿斯和伊利斯人的远征,他和他骑的马一同被阿克托尔之子克特阿托斯杀害,而这座纪念碑成了达梅翁与他的马的合葬墓。
§6.20.17λέγουσι δὲ καὶ ὡς Μυρτίλῳ κενὸν ἐνταῦθα ἠρίον ποιήσειε Πέλοψ καὶ θύσειέ τε αὐτῷ τὸ ἐπὶ τῷ φόνῳ μήνιμα ἰώμενος καὶ ἐπονομάσαι Ταράξιππον, ὅτι τῷ Οἰνομάῳ διὰ τοῦ Μυρτίλου τῆς τέχνης ἐταράχθησαν αἱ ἵπποι·
还有人说,佩洛普斯曾在这里为米尔蒂洛斯建了一座空墓,并向其献祭以消除因杀害他而引起的怨恨,并将其命名为塔拉克西波斯,因为俄伊诺马奥斯的马匹曾因米尔蒂洛斯的计谋而受惊。
τοῖς δέ ἐστιν εἰρημένον ὡς αὐτὸς Οἰνόμαος ὁ τοὺς ἱππεύοντάς ἐστιν ἐν τῷ δρόμῳ βλάπτων.
但也有人说,在跑道上伤害驾马者的是俄伊诺马奥斯本人。
ἤκουσα δὲ καὶ ἐς τὸν Πορθάονος Ἀλκάθουν ἀγόντων τὴν αἰτίαν, ὡς ἐνταῦθα μέρη λάβοι γῆς ὁ Ἀλκάθους ἀποθανὼν ὑπὸ Οἰνομάου τῶν Ἱπποδαμείας γάμων ἕνεκα· ἅτε δὲ ἀτυχήσαντα ἐν ἱπποδρόμῳ, βάσκανόν τε εἶναι τοῖς ἱππεύουσι καὶ οὐκ εὐμενῆ δαίμονα.
我还听到有人把原因归咎于波尔塔翁之子阿尔卡托奥斯,说阿尔卡托奥斯因争取与希波达梅亚的婚事而被俄伊诺马奥斯杀害,并在此分得了一块土地;由于他在赛马场上遭遇不幸,他便成了一个对驾马者施加邪视且不怀好意的神灵。
§6.20.18ἀνὴρ δὲ Αἰγύπτιος Πέλοπα ἔφη παρὰ τοῦ Θηβαίου λαβόντα Ἀμφίονος κατορύξαι τι ἐνταῦθα, ἔνθα καλοῦσι τὸν Ταράξιππον, καὶ ὑπὸ τοῦ κατορωρυγμένου ταραχθῆναι μὲν τῷ Οἰνομάῳ τότε, ταράσσεσθαι δὲ καὶ ὕστερον τοῖς πᾶσι τὰς ἵππους·
一个埃及人说,佩洛普斯从底比斯的安菲翁那里得到了一样东西,并将其埋在人们称为塔拉克西波斯的这个地方,由于被埋之物的作用,当时俄伊诺马奥斯的马匹受惊,此后所有人的马匹也同样会受惊。
ἠξίου δὲ οὗτος ὁ Αἰγύπτιος εἶναι μὲν Ἀμφίονα, εἶναι δὲ καὶ τὸν Θρᾷκα Ὀρφέα μαγεῦσαι δεινόν, καὶ αὐτοῖς ἐπᾴδουσι θηρία τε ἀφικνεῖσθαι τῷ Ὀρφεῖ καὶ Ἀμφίονι ἐς τὰς τοῦ τείχους οἰκοδομίας τὰς πέτρας.
这个埃及人声称,安菲翁以及色雷斯人奥菲斯都是精通魔术的人,在他们的咒语下,野兽聚集到奥菲斯身边,岩石则来到安菲翁身边用于建造城墙。
ὁ δὲ πιθανώτατος ἐμοὶ δοκεῖν τῶν λόγων Ποσειδῶνος ἐπίκλησιν εἶναι τοῦ Ἱππίου φησίν.
但在我看来,最具有说服力的说法是,这是“希庇奥斯”(马的)波塞冬的别名。
§6.20.19ἔστι δὲ καὶ ἐν Ἰσθμῷ Ταράξιππος Γλαῦκος ὁ Σισύφου· γενέσθαι δὲ αὐτῷ τὴν τελευτὴν λέγουσιν ὑπὸ τῶν ἵππων, ὅτε Ἄκαστος τὰ ἆθλα ἔθηκεν ἐπὶ τῷ πατρί.
在地峡也有一位塔拉克西波斯,即西绪福斯之子格劳科斯;人们说,当阿卡斯托斯为其父亲举行竞技会时,他是死于他的马匹之口。
ἐν Νεμέᾳ δὲ τῇ Ἀργείων ἥρως μὲν ἦν οὐδεὶς ὅστις ἔβλαπτε τοὺς ἵππους· πέτρας δὲ ὑπὲρ τῶν ἵππων τὴν καμπὴν ἀνεστηκυίας χρόαν πυρρᾶς, ἡ ἀπʼ αὐτῆς αὐγὴ κατὰ ταὐτὰ καὶ εἰ πῦρ ἐνεποίει φόβον τοῖς ἵπποις.
而在阿哥斯人的涅墨亚,并没有任何伤害马匹的英雄;但在马匹折返处的上方耸立着一块红色的岩石,从它反射出的光芒,就好像火一样,引起了马匹的恐惧。
ἀλλὰ γὰρ ὁ ἐν Ὀλυμπίᾳ Ταράξιππος πολὺ δή τι ὑπερηρκώς ἐστιν ἐς ἵππων φόβον.
然而,奥林匹亚的塔拉克西波斯在引起马匹恐惧方面显然远远超出了它们。
ἐπὶ δὲ νύσσης μιᾶς Ἱπποδαμείας ἐστὶν εἰκὼν χαλκῆ, ταινίαν τε ἔχουσα καὶ ἀναδεῖν τὸν Πέλοπα μέλλουσα ἐπὶ τῇ νίκῃ.
在其中一个折返柱上,立着一尊希波达梅亚的青铜像,她手持带子,准备为获胜的佩洛普斯戴上头带。

词汇与语法注释

  1. §6.20.15παρεχομένου δὲ τοῦ ἱπποδρόμου — 属格独立。此处 `παρέχω` 的现在中间态分词 `παρεχομένου` 作不及物动词使用,表示空间上的延伸或持续(“随着赛马场延伸”)。
  2. §6.20.15παρήκουσαν — 动词 `παρήκω`(旁伸、延伸)的现在分词单数阴性宾格 `παρήκουσαν`,在此作形容词修饰 `τὴν ἑτέραν τῶν πλευρῶν`(“延伸得更长的其中一侧”)。
  3. §6.20.17ὡς Μυρτίλῳ κενὸν ἐνταῦθα ἠρίον ποιήσειε Πέλοψ καὶ θύσειέ τε αὐτῷ τὸ ἐπὶ τῷ φόνῳ μήνιμα ἰώμενος καὶ ἐπονομάσαι Ταράξιππον — 在由 `ὡς` 引导的间接引语中出现了句法转折(无结构句/anacoluthon)。在表示传闻的不定过去时祈愿式 `ποιήσειε` 和 `θύσειε` 之后,出乎意料地并列了不定式 `ἐπονομάσαι`。
  4. §6.20.18ἐμοὶ δοκεῖν — 绝对不定式。在此作插入语,意为“在我看来”或“依我之见”,用于引出主观判断。
  5. §6.20.19πέτρας δὲ ὑπὲρ τῶν ἵππων τὴν καμπὴν ἀνεστηκυίας — 属格独立。使用现在完成时分词 `ἀνεστηκυίας`(来自 `ἀνίστημι` 的不及物用法),描写红色岩石耸立在折返点上方的静态情况。

引用这一段

保萨尼亚斯, 希腊志 §6.20.15-6.20.19. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:6.20.15-6.20.19

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。