§6.19.1ἔστι δὲ λίθου πωρίνου κρηπὶς ἐν τῇ Ἄλτει πρὸς ἄρκτον τοῦ Ἡραίου, κατὰ νώτου δὲ αὐτῆς παρήκει τὸ Κρόνιον·
在阿尔蒂斯内,赫拉神庙以北,有一座用多孔石筑成的基坛,其后方延伸着克罗尼翁山。
ἐπὶ ταύτης τῆς κρηπῖδός εἰσιν οἱ θησαυροί, καθὰ δὴ καὶ ἐν Δελφοῖς Ἑλλήνων τινὲς ἐποίησαν τῷ Ἀπόλλωνι θησαυρούς.
在这座基坛上矗立着许多宝库,正如一些希腊人在德尔斐为阿波罗建造宝库一样。
ἔστι δὲ θησαυρὸς ἐν Ὀλυμπίᾳ Σικυωνίων καλούμενος, Μύρωνος δὲ ἀνάθημα τυραννήσαντος Σικυωνίων·
在奥林匹亚有一座被称为西库昂人宝库的建筑,这是曾任西库昂僭主的米伦所奉献的。
§6.19.2τοῦτον ᾠκοδόμησεν ὁ Μύρων νικήσας ἅρματι τὴν τρίτην καὶ τριακοστὴν Ὀλυμπιάδα.
米伦在第三十三届奥林匹亚盛会上赢得战车赛后建造了这座宝库。
ἐν δὲ τῷ θησαυρῷ καὶ θαλάμους δύο ἐποίησε, τὸν μὲν Δώριον, τὸν δὲ ἐργασίας τῆς Ἰώνων.
在宝库内,他还建造了两个小室,一个是多立斯式的,另一个是伊奥尼亚式工艺。
χαλκοῦ μὲν δὴ αὐτοὺς ἑώρων εἰργασμένους· εἰ δὲ καὶ Ταρτήσσιος χαλκὸς λόγῳ τῷ Ἠλείων ἐστίν, οὐκ οἶδα.
我确实看到它们是用青铜制作的;但正如伊利斯人所说,它是否是塔特苏斯的青铜,我并不知道。
§6.19.3Ταρτήσσιον δὲ εἶναι ποταμὸν ἐν χώρᾳ τῇ Ἰβήρων λέγουσι στόμασιν ἐς θάλασσαν κατερχόμενον δυσὶ καὶ ὁμώνυμον αὐτῷ πόλιν ἐν μέσῳ τοῦ ποταμοῦ τῶν ἐκβολῶν κειμένην·
人们说塔特苏斯是伊比利亚人土地上的一条河流,通过两个河口流入大海,在河流的两个出口之间坐落着一座同名的城市。
τὸν δὲ ποταμὸν μέγιστόν τε ὄντα τῶν ἐν Ἰβηρίᾳ καὶ ἄμπωτιν παρεχόμενον Βαῖτιν ὠνόμασαν οἱ ὕστερον, εἰσὶ δʼ οἳ Καρπίαν Ἰβήρων πόλιν καλεῖσθαι νομίζουσι τὰ ἀρχαιότερα Ταρτησσόν.
这条河流是伊比利亚最大的一条,并且有潮汐现象,后人称其为拜蒂斯河;但也有人认为伊比利亚人的城市卡尔皮亚在古时候被称为塔特苏斯。
§6.19.4ἐν Ὀλυμπίᾳ δὲ ἐπιγράμματα ἐπὶ τῷ ἐλάσσονί ἐστι τῶν θαλάμων, ἐς μὲν τοῦ χαλκοῦ τὸν σταθμόν, ὅτι πεντακόσια εἴη τάλαντα, ἐς δὲ τοὺς ἀναθέντας, Μύρωνα εἶναι καὶ τὸν Σικυωνίων δῆμον.
在奥林匹亚,较小的小室上有刻铭,关于青铜的重量,说是五百塔兰同,关于奉献者,说是米伦和西库昂的民。
ἐν τούτῳ τῷ θησαυρῷ δίσκοι τὸν ἀριθμὸν ἀνάκεινται τρεῖς, ὅσους ἐς τοῦ πεντάθλου τὸ ἀγώνισμα ἐσκομίζουσι· καὶ ἀσπίς ἐστιν ἐπίχαλκος γραφῇ τὰ ἐντὸς πεποικιλμένη καὶ κράνος τε καὶ κνημῖδες ὁμοῦ τῇ ἀσπίδι·
在这座宝库中,奉献了三个铁饼(数量上),与他们带去参加五项全能运动比赛的数量相同;还有一面覆有青铜的盾牌,其内侧绘有画作为装饰,此外还有头盔和胫甲与盾牌放在一起。
ἐπίγραμμα δὲ ἐπὶ τοῖς ὅπλοις, ἀκροθίνιον τῷ Διὶ ὑπὸ Μυάνων ἀνατεθῆναι.
在这些武器上有刻铭,说这是缪安人作为战利品奉献给宙斯的。
οἵτινες δὲ οὗτοι ἦσαν, οὐ κατὰ τὰ αὐτὰ παρίστατο ἅπασιν εἰκάζειν·
至于这些缪安人是谁,并不是所有人的推测都一致。
§6.19.5ἐμὲ δὲ ἐσῆλθεν ἀνάμνησις ὡς Θουκυδίδης ποιήσειεν ἐν τοῖς λόγοις Λοκρῶν τῶν πρὸς τῇ Φωκίδι καὶ ἄλλας πόλεις, ἐν δὲ αὐταῖς εἶναι καὶ Μυονέας.
而我脑海中想起,修昔底德在他的历史著作中曾提到邻近福基斯的洛克里斯人的其他城市,其中也有缪奥内斯人。
οἱ Μυᾶνες οὖν οἱ ἐπὶ τῇ ἀσπίδι κατά γε ἡμετέραν γνώμην ἄνθρωποι μέν εἰσιν οἱ αὐτοὶ καὶ Μυονεῖς οἱ ἐν τῇ Λοκρίδι ἠπείρῳ·
因此,根据我的看法,盾牌上的缪安人就是洛克里斯本土的缪奥内斯人。
τὰ δὲ ἐπὶ τῇ ἀσπίδι γράμματα παρῆκται μὲν ἐπὶ βραχύ, πέπονθε δὲ αὐτὸ διὰ τοῦ ἀναθήματος τὸ ἀρχαῖον.
盾牌上的文字略有歪斜,这是由于该奉献物年代久远所致。
§6.19.6κεῖνται δὲ καὶ ἄλλα ἐνταῦθα ἄξια ἐπιμνησθῆναι, μάχαιρα ἡ Πέλοπος χρυσοῦ τὴν λαβὴν πεποιημένη, καὶ εἰργασμένον ἐλέφαντος κέρας τὸ Ἀμαλθείας, ἀνάθημα Μιλτιάδου τοῦ Κίμωνος, ὃς τὴν ἀρχὴν ἔσχεν ἐν χερρονήσῳ τῇ Θρᾳκίᾳ πρῶτος τῆς οἰκίας ταύτης·
这里还放着其他值得提及的东西:佩洛普斯的短剑,其柄是用黄金制成;还有用象牙雕刻的阿玛尔塞亚之角,这是基蒙之子米尔蒂亚德斯的奉献物,他是该家族中第一个在色雷斯赫尔松尼斯建立统治的人。
καὶ ἐπίγραμμα ἐπὶ τῷ κέρατί ἐστιν ἀρχαίοις Ἀττικοῖς γράμμασι,
"
Ζηνί μʼ ἄγαλμʼ ἀνέθηκαν Ὀλυμπίῳ ἐκ χερονήσου
τεῖχος ἑλόντες Ἀράτου· ἐπῆρχε δὲ Μιλτιάδης σφίν.
在角上有一段用古雅典字母刻写的铭文: “来自赫尔松尼斯、攻克了阿拉托斯城墙的人们,将我作为美丽的献礼奉献给奥林匹亚的宙斯;而米尔蒂亚德斯是他们的领袖。
"
κεῖται δὲ καὶ ἄγαλμα πύξινον Ἀπόλλωνος ἐπιχρύσου τὴν κεφαλήν· ἀνατεθῆναι δὲ ὑπὸ Λοκρῶν φησι τῶν πρὸς Ζεφυρίῳ τῇ ἄκρᾳ, Πατροκλέα δὲ εἶναι Κατίλλου Κροτωνιάτην τὸν εἰργασμένον.
假这里还放着一尊黄杨木制成的阿波罗雕像,其头部镀金;据说它是靠近泽菲里翁岬角的洛克里斯人奉献的,制作者是克罗顿的卡蒂罗斯之子帕特罗克勒斯。
§6.19.7ἐφεξῆς δὲ τῷ Σικυωνίων ἐστὶν ὁ Καρχηδονίων θησαυρός, Ποθαίου τέχνη καὶ Ἀντιφίλου τε καὶ Μεγακλέους·
紧邻西库昂人宝库的是迦太基人的宝库,是波塞乌斯、安蒂菲卢斯和梅加克勒斯的作品。
ἀναθήματα δὲ ἐν αὐτῷ Ζεὺς μεγέθει μέγας καὶ θώρακες λινοῖ τρεῖς ἀριθμόν, Γέλωνος δὲ ἀνάθημα καὶ Συρακοσίων Φοίνικας ἤτοι τριήρεσιν ἢ καὶ πεζῇ μάχῃ κρατησάντων.
其中奉献有一尊体量巨大的宙斯像,以及三件亚麻胸甲,这是盖隆和叙拉古人的奉献物,他们在海战或陆战中击败了腓尼基人。