§6.15.1Ἀρχίππῳ δὲ Μιτυληναίῳ τοὺς ἐς τὴν πυγμὴν ἐσελθόντας κρατήσαντι ἄνδρας ἄλλο τοιόνδε προσποιοῦσιν οἱ Μιτυληναῖοι ἐς δόξαν, ὡς καὶ τὸν ἐν Ὀλυμπίᾳ καὶ Πυθοῖ καὶ Νεμέᾳ καὶ Ἰσθμῷ λάβοι στέφανον ἡλικίαν οὐ πρόσω γεγονὼς ἐτῶν εἴκοσι.
对于在男子拳击比赛中出场并获胜的密提林人阿基普斯,密提林人为了他的名声,还为他增加了另一项荣誉:即他在二十岁左右的年轻时期,就赢得了奥林匹亚、皮托、涅梅阿和伊斯特莫斯的冠冕。
τὸν δὲ παῖδα σταδιοδρόμον Ξένωνα Καλλιτέλους ἐν Λεπρέου τοῦ ἐν τῇ Τριφυλίᾳ Πυριλάμπης Μεσσήνιος, Κλεινόμαχον δὲ Ἠλεῖον ὅστις ὁ ποιήσας ἐστὶν οὐκ ἴσμεν· ἀνηγορεύθη δὲ ὁ Κλεινόμαχος ἐπὶ νίκῃ πεντάθλου.
至于来自三菲利亚的雷普莱翁、卡利特雷斯之子的少年短跑运动员克塞诺恩,他的雕像是美塞尼亚人皮里兰佩斯制作的;而伊利斯人克莱诺马科斯的雕像,我们不知道创作者是谁;克莱诺马科斯因获得五项全能的胜利而被宣告。
§6.15.2Παντάρκην δὲ Ἠλεῖον Ἀχαιῶν ἀνάθημα εἶναι τὸ ἐπίγραμμα τὸ ἐπʼ αὐτῷ φησιν· εἰρήνην τε γὰρ Ἀχαιοῖς ποιῆσαι καὶ Ἠλείοις αὐτόν, καὶ ὅσοι παρʼ ἀμφοτέρων πολεμούντων ἑαλώκεσαν, ἄφεσιν καὶ τούτοις γενέσθαι διʼ αὐτόν.
至于伊利斯人潘塔尔克斯,他雕像上的碑文说这是阿海亚人的奉献;因为他在阿海亚人和伊利斯人之间缔结了和平,并且由于他的缘故,在双方交战时被俘的所有人也都获得了释放。
οὗτος ἀνείλετο καὶ κέλητι ἵππῳ νίκην ὁ Παντάρκης, καί οἱ καὶ τῆς νίκης ὑπόμνημά ἐστιν ἐν Ὀλυμπίᾳ.
这位潘塔尔克斯还获得了赛马项目的胜利,在奥林匹亚也有他这次胜利的纪念碑。
Ὀλίδαν δὲ ἀνέθηκεν Ἠλεῖον τὸ ἔθνος τὸ Αἰτωλῶν, Χαρῖνος δὲ Ἠλεῖος ἐπὶ διαύλου τε ἀνάκειται καὶ ὅπλου νίκῃ· παρὰ δὲ αὐτὸν Ἀγέλης Χῖος κρατήσας πυγμῇ παῖδας, Θεομνήστου Σαρδιανοῦ τέχνη.
伊利斯人奥利达斯是由埃托利亚人的同盟奉献的,而伊利斯人卡里诺斯则因在双跑道短跑和武装赛跑中获胜而安放于此;在他旁边是夺得少年拳击胜利的奇奥斯人阿格莱斯,这是萨尔迪斯人塞奥姆内斯托斯的作品。
§6.15.3Κλειτομάχου δὲ Θηβαίου τὴν μὲν εἰκόνα ἀνέθηκεν Ἑρμοκράτης ὁ Κλειτομάχου πατήρ, τὰ δὲ οἱ ἐς δόξαν ἦν τοιάδε.
底比斯人克莱托马科斯的雕像是他的父亲赫莫克拉特斯奉献的,而关于他的荣耀事迹如下。
ἐν Ἰσθμῷ παλαιστὰς κατεπάλαισεν ἄνδρας καὶ ἐπὶ ἡμέρας τῆς αὐτῆς τούς τε ἐς τὴν πυγμὴν καὶ τοὺς ἐς τὸ παγκράτιον ἐσελθόντας ἐκράτει τῇ μάχῃ· αἱ δὲ Πυθοῖ νῖκαι παγκρατίου μέν εἰσιν αὐτῷ πᾶσαι, τρεῖς δὲ ἀριθμόν· ἐν δὲ Ὀλυμπίᾳ δεύτερος ὁ Κλειτόμαχος οὗτος μετὰ τὸν Θάσιον Θεαγένην ἐπὶ παγκρατίῳ τε ἀνηγορεύθη καὶ πυγμῇ.
在伊斯特莫斯,他击败了男子摔跤选手, ¦0 并在同一天击败了出场参加拳击和潘克拉辛比赛的对手;他在皮托获得的胜利全部是在潘克拉辛项目中,共计三次;而在奥林匹亚,这位克莱托马科斯继底比斯(应为塔索斯)人塞阿格涅斯之后,成为第二位在潘克拉辛和拳击两个项目上都被宣布为获胜者的人。
§6.15.4παγκρατίου μὲν οὖν μιᾷ πρὸς ταῖς τεσσαράκοντα καὶ ἑκατὸν Ὀλυμπιάσιν ἔφθανεν ἀνῃρημένος νίκην· ἡ δὲ Ὀλυμπιὰς ἡ ἐφεξῆς εἶχε μὲν τὸν Κλειτόμαχον τοῦτον παγκρατίου καὶ πυγμῆς ἀγωνιστήν, εἶχε δὲ καὶ Ἠλεῖον Κάπρον ἐπὶ ἡμέρας τῆς αὐτῆς παλαῖσαί τε ὁμοῦ καὶ παγκρατιάσαι προθυμούμενον.
在潘克拉辛方面,他已经在第一百四十一届奥林匹亚竞技会上获得了胜利;但接下来的那一届奥林匹亚竞技会,不仅有这位克莱托马科斯作为潘克拉辛和拳击的参赛者,还有伊利斯人卡普罗斯,他也极想在同一天同时参加摔跤和潘克拉辛两项比赛。
§6.15.5γεγονυίας δὲ ἤδη τῷ Κάπρῳ νίκης ἐπὶ τῇ πάλῃ, ἀνεδίδασκεν ὁ Κλειτόμαχος τοὺς Ἑλλανοδίκας γενήσεσθαι σὺν τῷ δικαίῳ σφίσιν, εἰ τὸ παγκράτιον ἐσκαλέσαιντο πρὶν ἢ πυκτεύσαντα αὐτὸν λαβεῖν τραύματα·
由于卡普罗斯已经获得了摔跤的胜利,克莱托马科斯向裁判们解释说,如果他们在自己因拳击受伤之前先召集潘克拉辛比赛,这对于他们来说是公正的。
λέγει τε δὴ εἰκότα καὶ οὕτως ἐσκληθέντος τοῦ παγκρατίου κρατηθεὶς ὑπὸ τοῦ Κάπρου ὅμως ἐχρήσατο ἐς τοὺς πύκτας θυμῷ τε ἐρρωμένῳ καὶ ἀκμῆτι τῷ σώματι.
他说的很有道理,因此潘克拉辛比赛就这样被召集了,虽然他被卡普罗斯击败,但他仍然以强烈的斗志和未感疲倦的身体去面对那些拳击选手。
§6.15.6Ἐρυθραῖοι δὲ οἱ Ἴωνες Ἐπιθέρσην τὸν Μητροδώρου, δύο μὲν ἐν Ὀλυμπίᾳ πυγμῆς, δὶς δὲ Πυθοῖ νίκας καὶ ἐν Νεμέᾳ τε καὶ ἐν Ἰσθμῷ λαβόντα, οὗτοι μὲν τὸν Ἐπιθέρσην τοῦτον, Συρακούσιοι δὲ δύο μὲν Ἱέρωνος εἰκόνας τὸ δημόσιον, τρίτην δὲ ἀνέθεσαν οἱ τοῦ Ἱέρωνος παῖδες·
爱奥尼亚的红土地(埃リュトリア)人奉献了美特罗多罗斯之子埃皮塞塞斯,他在奥林匹亚获得了两次拳击胜利,在皮托获得了两次胜利,并在涅梅阿和伊斯特莫斯也获得了胜利。 在他们奉献这位埃皮塞塞斯的同时,叙拉古人以国家名义奉献了希伦的两尊雕像,而第三尊则是由希伦的孩子们奉献的。
ἐδήλωσα δὲ ὀλίγῳ τι πρότερον ὡς ὁμώνυμός τε τῷ Δεινομένους ὁ Ἱέρων οὗτος καὶ Συρακουσῶν εἴη κατὰ ταὐτὰ ἐκείνῳ τύραννος.
我稍早时已经说明过,这位希伦与戴诺梅内斯之子同名,并且与他一样是叙拉古的僭主。
§6.15.7ἀνέθεσαν δὲ καὶ Ἠλεῖον ἄνδρα Τιμόπτολιν Λάμπιδος Παλεῖς, ἡ τετάρτη Κεφαλλήνων μοῖρα· οὗτοι δὲ οἱ Παλεῖς ἐκαλοῦντο Δουλιχιεῖς τὰ ἀρχαιότερα.
凯法莱尼亚人的第四个部分帕雷人,奉献了伊利斯男子、兰皮斯之子提摩普托利斯;这些帕雷人在更古老的时代被称为杜利基翁人。
ἀνάκειται δὲ καὶ Ἀρχίδαμος ὁ Ἀγησιλάου καὶ ἀνὴρ ὅστις δὴ θηρεύοντος παρεχόμενος σχῆμα.
这里还安放着阿格西劳斯之子阿希达穆斯,以及一位呈现出狩猎姿态的无名男子的雕像。
Δημήτριον δὲ τὸν ἐλάσαντα ἐπὶ Σέλευκον στρατιᾷ καὶ ἁλόντα ἐν τῇ μάχῃ καὶ τοῦ Δημητρίου τὸν παῖδα Ἀντίγονον ἀναθήματα ἴστω τις Βυζαντίων ὄντας.
至于率军讨伐塞琉古并在战斗中被俘的德米特里乌斯,以及德米特里乌斯之子安提柯,人们应当知道他们是拜占庭人的奉献物。
§6.15.8Σπαρτιάτῃ δὲ Εὐτελίδᾳ γεγόνασιν ἐν παισὶ νῖκαι δύο ἐπὶ τῆς ὀγδόης καὶ τριακοστῆς Ὀλυμπιάδος πάλης, ἡ δὲ ἑτέρα πεντάθλου· πρῶτον γὰρ δὴ τότε οἱ παῖδες καὶ ὕστατον πενταθλήσοντες ἐσεκλήθησαν·
斯巴达人尤特利达斯在第三十八届奥林匹亚竞技会上的少年组中获得了两次胜利,一次是摔跤,另一次是五项全能;因为在那时,少年们首次也是最后一次被召集参加五项全能比赛。
ἔστι δὲ ἥ τε εἰκὼν ἀρχαία τοῦ Εὐτελίδα, καὶ τὰ ἐπὶ τῷ βάθρῳ γράμματα ἀμυδρὰ ὑπὸ τοῦ χρόνου.
尤特利达斯的雕像是古老的,台座上的文字因时间流逝而变得模糊。
§6.15.9μετὰ δὲ τὸν Εὐτελίδαν Ἀρεύς τε αὖθις ὁ Λακεδαιμονίων βασιλεὺς καὶ Ἠλεῖος παρʼ αὐτὸν ἀνάκειται Γόργος.
在尤特利达斯之后,安放着拉刻代蒙人的国王阿雷乌斯,在他旁边则是伊利斯人戈尔戈斯。
μόνῳ δὲ ἀνθρώπων ἄχρι ἐμοῦ τῷ Γόργῳ τέσσαρες μὲν ἐν Ὀλυμπίᾳ γεγόνασιν ἐπὶ πεντάθλῳ, διαύλου δὲ καὶ ὅπλου μία ἐφʼ ἑκατέρῳ νίκη.
在我的时代之前,在所有人中只有戈尔戈斯一个人在奥林匹亚的五项全能中获得了四次胜利,并且在双跑道短跑和武装赛跑中各获得了一次胜利。
§6.15.10ὅτῳ δὲ παρεστήκασιν οἱ παῖδες, τοῦτον μὲν Πτολεμαῖον τὸν Λάγου φασὶν εἶναι· παρὰ δὲ αὐτὸν ἀνδριάντες δύο ἀνδρός εἰσιν Ἠλείου Κάπρου τοῦ Πυθαγόρου, πάλης τε εἰληφότος καὶ παγκρατίου στέφανον ἐπὶ ἡμέρας τῆς αὐτῆς· πρώτῳ δὲ γεγόνασιν ἀνθρώπων αἱ δύο νῖκαι τῷ Κάπρῳ τούτῳ.
至于那些少年侍立在旁的雕像,人们说那是拉古斯之子托勒密;在他旁边是伊利斯男子、毕达哥拉斯之子卡普罗斯的两尊雕像,他在同一天获得了摔跤和潘克拉辛的冠冕;在人类中,这双重胜利首先降临在这位卡普罗斯身上。
τὸν μὲν δὴ ἐπὶ τοῦ παγκρατίου καταγωνισθέντα ὑπʼ αὐτοῦ δεδήλωκεν ὁ λόγος ἤδη μοι· παλαίων δὲ κατέβαλεν Ἠλεῖον Παιάνιον Ὀλυμπιάδα πάλῃ τὴν προτέραν ἀνῃρημένον καὶ Πύθια παίδων τε πυγμῇ καὶ αὖθις ἐν ἀνδράσι πάλῃ τε καὶ πυγμῇ στεφανωθέντα ἐπὶ ἡμέρας τῆς αὐτῆς.
在潘克拉辛中被他击败的对手,我的叙述此前已经说明;而在摔跤中,他击败了伊利斯人派阿尼乌斯,派阿尼乌斯曾在前一届奥林匹亚竞技会上获得摔跤胜利,并曾在皮托竞技会的少年拳击中夺冠,后来又在成年组的同一天中同时获得摔跤和拳击的冠冕。