Humanitext Reader

保萨尼亚斯 · 希腊志 §6.1.1-6.1.8

奥林匹亚获胜者雕像总述与少年竞技者像

第 225 段,共 465 段 · 希腊语

内容简介

保萨尼亚斯开始记述奥林匹亚竞技获胜者(马匹与人类)的雕像,介绍了赫拉神庙附近设立的少年摔跤与拳击获胜者雕像,以及伊利斯和拉刻代蒙获胜者的赛马纪念碑。

§6.1.1ἕπεται δέ μοι τῷ λόγῳ τῷ ἐς τὰ ἀναθήματα τὸ μετὰ τοῦτο ἤδη ποιήσασθαι καὶ ἵππων ἀγωνιστῶν μνήμην καὶ ἀνδρῶν ἀθλητῶν τε καὶ ἰδιωτῶν ὁμοίως.
继关于奉献物的叙述之后,我现在的叙述紧接着就要提及参赛的马匹,以及同样地,提及竞技者和普通人。
τῶν δὲ νικησάντων Ὀλυμπίασιν οὐχ ἁπάντων εἰσὶν ἑστηκότες ἀνδριάντες, ἀλλὰ καὶ ἀποδειξάμενοι λαμπρὰ ἐς τὸν ἀγῶνα, οἱ δὲ καὶ ἐπὶ ἄλλοις ἔργοις, ὅμως οὐ τετυχήκασιν εἰκόνων·
并非所有在奥林匹亚获胜的人都立有雕像,甚至有些在竞技中表现出色、或因其他功绩而闻名的人,也同样没有获得雕像。
§6.1.2τούτους ἐκέλευσεν ἀφεῖναί με ὁ λόγος, ὅτι οὐ κατάλογός ἐστιν ἀθλητῶν ὁπόσοις γεγόνασιν Ὀλυμπικαὶ νῖκαι, ἀναθημάτων δὲ ἄλλων τε καὶ εἰκόνων συγγραφή.
这些人,我的叙述指引我予以省略,因为这并非一份所有获得奥林匹克胜利的运动员的目录,而是关于其他奉献物特别是雕像的记述。
οὐδὲ ὁπόσων ἑστήκασιν ἀνδριάντες, οὐδὲ τούτοις πᾶσιν ἐπέξειμι, ἐπιστάμενος ὅσοι τῷ παραλόγῳ τοῦ κλήρου καὶ οὐχ ὑπὸ ἰσχύος ἀνείλοντο ἤδη τὸν κότινον·
即便是那些立有雕像的人,我也不打算一一详述,因为深知有多少人是凭借抽签的侥幸、而非依靠实力而摘得橄榄冠的。
ὁπόσοις δὲ ἢ αὐτοῖς τι εἶχεν ἐς δόξαν ἢ καὶ τοῖς ἀνδριᾶσιν ὑπῆρχεν ἄμεινον ἑτέρων πεποιῆσθαι, τοσαῦτα καὶ αὐτὸς μνησθήσομαι.
然而,对于那些或自身有值得称道之名望、或其雕像本身制作得比其他雕像更为精美的人,我也将予以提及。
§6.1.3ἔστιν ἐν δεξιᾷ τοῦ ναοῦ τῆς Ἥρας ἀνδρὸς εἰκὼν παλαιστοῦ, γένος δὲ ἦν Ἠλεῖος, Σύμμαχος Αἰσχύλου·
在赫拉神庙的右侧,有一尊摔跤手的雕像,他是伊利斯人,名唤叙玛科斯,是埃斯库罗斯之子。
παρὰ δὲ αὐτὸν ἐκ Φενεοῦ τῆς Ἀρκάδων Νεολαΐδας Προξένου, πυγμῆς ἐν παισὶν ἀνῃρημένος νίκην·
在他身旁的是来自阿卡迪亚费内乌斯的尼奥莱达斯,普罗克塞诺斯之子,他获得了少年组拳击的胜利。
ἐφεξῆς δὲ Ἀρχέδαμος Ξενίου, καταβαλὼν καὶ οὗτος παλαιστὰς παῖδας, γένος καὶ αὐτὸς Ἠλεῖος.
紧接着是克塞尼亚斯之子阿尔克达莫斯,他同样击败了少年摔跤手,他自己也是伊利斯人。
τούτων τῶν κατειλεγμένων εἰργάσατο Ἄλυπος τὰς εἰκόνας Σικυώνιος, Ναυκύδους τοῦ Ἀργείου μαθητής.
以上所列这些人的雕像是西基翁人阿吕波斯制作的,他是阿尔戈斯人纳乌基德斯的弟子。
§6.1.4Κλεογένην δὲ Σιληνοῦ τὸ ἐπίγραμμα τὸ ἐπʼ αὐτῷ φησιν εἶναι τῶν ἐπιχωρίων, ἐκ δὲ ἀγέλης αὐτὸν οἰκείας ἵππῳ κρατῆσαι κέλητι.
至于西勒诺斯之子克莱奥格涅斯,其上的铭文说他是本地人,并用自己马群中的一匹赛马在骑马比赛中获胜。
πλησίον δὲ τοῦ Κλεογένους Δεινόλοχός τε κεῖται Πύρρου καὶ Τρωίλος Ἀλκίνου.
在克莱奥格涅斯附近安放着皮鲁斯之子戴诺洛科斯和阿尔基诺斯之子托伊洛斯。
τούτοις γένος μὲν καὶ αὐτοῖς ἐστιν ἐξ Ἤλιδος, γεγόνασι δέ σφισιν οὐ κατὰ ταὐτὰ αἱ νῖκαι·
他们自己也是伊利斯人,但他们的胜利并非以同样的方式获得。
ἀλλὰ τῷ μὲν ἑλλανοδικεῖν τε ὁμοῦ καὶ ἵππων ὑπῆρξεν ἀνελέσθαι νίκας τῷ Τρωίλῳ τελείᾳ τε συνωρίδι καὶ πώλων ἅρματι —Ὀλυμπιάδι δὲ ἐκράτει δευτέρᾳ πρὸς ταῖς ἑκατόν, §6.1.5ἀπὸ τούτου δὲ καὶ νόμος ἐγένετο Ἠλείοις μηδὲ ἵππους τοῦ λοιποῦ τῶν ἑλλανοδικούντων καθιέναι μηδένα—, τούτου μὲν δὴ τὸν ἀνδριάντα ἐποίησε Λύσιππος·
因为托伊洛斯得以在担任希腊裁判员的同时,凭借一头成年的双头马车和一辆幼马战车赢得了马匹比赛的胜利——他在第一百零二届奥林匹亚运动会上获胜,由此伊利斯人也立下了一条法律,规定此后凡担任希腊裁判员者,一律不得派马参赛。 托伊洛斯的雕像是由利西波斯制作的。
ἡ δὲ τοῦ Δεινολόχου μήτηρ εἶδεν ὄψιν ὀνείρατος ὡς ἔχοιτο τοῦ παιδὸς ἐν τοῖς κόλποις ἐστεφανωμένου, καὶ τοῦδε ἕνεκα ἐς τὸν ἀγῶνα ὁ Δεινόλοχος ἠσκήθη καὶ τοὺς παῖδας παρέθει τρέχων.
而戴诺洛科斯的母亲曾梦见自己怀抱戴着花冠的孩子,为此戴诺洛科斯接受了竞技训练,并在跑步中战胜了其他少年。
Σικυωνίου δὲ Κλέωνός ἐστιν ἡ εἰκών.
他的雕像是西基翁人克莱翁的作品。
§6.1.6ἐς δὲ τὴν Ἀρχιδάμου Κυνίσκαν, ἐς τὸ γένος τε αὐτῆς καὶ ἐπὶ ταῖς Ὀλυμπικαῖς νίκαις, πρότερον ἔτι ἐδήλωσα ἐν τοῖς λόγοις οἳ ἐς τοὺς βασιλέας τοὺς Λακεδαιμονίων ἔχουσι·
至于阿耳基达莫斯之女库尼丝卡,她的世系以及她的奥林匹克胜利,我已在此前关于拉刻代蒙人国王的叙述中予以阐明。
πεποίηται δὲ ἐν Ὀλυμπίᾳ παρὰ τὸν ἀνδριάντα τοῦ Τρωίλου λίθου κρηπὶς καὶ ἅρμα τε ἵππων καὶ ἀνὴρ ἡνίοχος καὶ αὐτῆς Κυνίσκας εἰκών, Ἀπελλοῦ τέχνη, γέγραπται δὲ καὶ ἐπιγράμματα ἐς τὴν Κυνίσκαν ἔχοντα.
在奥林匹亚,在托伊洛斯的雕像旁,建有一个石制基座、一辆马战车、一名御者,以及库尼丝卡本人的雕像,这是阿佩拉斯的作品,且上面还刻有关于库尼丝卡的铭文。
§6.1.7εἰσὶ δὲ Λακεδαιμόνιοι καὶ ἐφεξῆς ἀνακείμενοι τῇ Κυνίσκᾳ, ἵππων νῖκαι γεγόνασιν αὐτοῖς·
在库尼丝卡之后,还奉献有那些获得了马匹比赛胜利的拉刻代蒙人。
Ἀνάξανδρος μὲν ἅρματι ἀνηγορεύθη πρῶτος, τὸ δὲ ἐπίγραμμά φησι τὸ ἐπʼ αὐτῷ τοῦ πατρὸς τοῦ Ἀναξάνδρου πρότερον ἔτι στεφανωθῆναι τὸν πατέρα πεντάθλῳ.
阿纳克桑德罗斯首先被宣布在战车比赛中获胜,其上的铭文说,阿纳克桑德罗斯的父亲的父亲,在此前已在五项全能中获得戴冠。
οὗτος μὲν δὴ ἔοικεν εὐχόμενος τῷ θεῷ, Πολυκλῆς δὲ ἐπίκλησιν λαβὼν Πολύχαλκος τεθρίππῳ μὲν καὶ οὗτος ἐκράτησεν, ἡ δὲ εἰκὼν ἐπὶ τῇ χειρὶ ἔχει οἱ τῇ δεξιᾷ ταινίαν·
这一位似乎正在向神明祈祷;而别号波吕哈尔科斯的波吕克勒斯,他也同样用四马战车获胜,其雕像的右手上拿着一根发带。
§6.1.8παρὰ δὲ αὐτῷ παιδία δύο τὸ μὲν τροχὸν κατέχει, τὸ δὲ αἰτεῖ τὴν ταινίαν.
在他身边有两个男童,一个拿着车轮,另一个在乞求那根发带。
ἐνίκησε δὲ ὁ Πολυκλῆς ἵπποις, ὡς τὸ ἐπίγραμμα τὸ ἐπʼ αὐτῷ λέγει, καὶ Πυθοῖ καὶ Ἰσθμοῖ τε καὶ Νεμέᾳ.
波吕克勒斯在马匹比赛中获胜,正如他身上的铭文所说,他也曾在皮托、地峡以及涅墨亚获胜。

词汇与语法注释

  1. 6.1.1ἕπεται δέ μοι τῷ λόγῳ — 主动词 `ἕπεται` 以随后的带冠词不定式短语 `τὸ μετὰ τοῦτο ἤδη ποιήσασθαι...` 为主语。与格的 `μοι` 和 `τῷ λόγῳ` 表示“对我的叙述而言,接下来将……”。
  2. 6.1.2τούτους ἐκέλευσεν ἀφεῖναί με ὁ λόγος — 一种文学上的拟人化表达,以“叙述” (`ὁ λόγος`) 为主语,命令作者 (`με`) 忽略或省去 (`ἀφεῖναι`) 这些人。
  3. 6.1.4τῷ μὲν ἑλλανοδικεῖν τε ὁμοῦ καὶ ἵππων ὑπῆρξεν ἀνελέσθαι νίκας — 无人称动词 `ὑπῆρξεν`(意为“得以……”或“有幸……”)以不定式 `ἀνελέσθαι` 为其主语。`τῷ` 是指代托伊洛斯的关系代词与格。不定式 `ἑλλανοδικεῖν`(担任裁判官)与 `ὁμοῦ` 连用,描述了他一边担任裁判、一边获得胜利的特殊情况。
  4. 6.1.7τοῦ πατρὸς τοῦ Ἀναξάνδρου ... τὸν πατέρα — 字面意为“阿纳克桑德罗斯的父亲的父亲”,是希腊语中表示“祖父”的迂回表达方式。

引用这一段

保萨尼亚斯, 希腊志 §6.1.1-6.1.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:6.1.1-6.1.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。