§5.27.1τούτων δὲ ἀντικρὺ τῶν κατειλεγμένων ἔστιν ἄλλα ἀναθήματα ἐπὶ στοίχου, τετραμμένα μὲν πρὸς μεσημβρίαν, τοῦ τεμένους δὲ ἐγγύτατα ὃ τῷ Πέλοπι ἀνεῖται.
在这些列举出的奉献物对面,还有一排其他的奉献物,面朝南方,非常靠近献给珀罗普斯的圣域。
ἐν δὲ αὐτοῖς καὶ τὰ ἀνατεθέντα ἐστὶν ὑπὸ τοῦ Μαιναλίου Φόρμιδος, ὃς ἐκ Μαινάλου διαβὰς ἐς Σικελίαν παρὰ Γέλωνα τὸν Δεινομένους καὶ ἐκείνῳ τε αὐτῷ καὶ Ἱέρωνι ὕστερον ἀδελφῷ τοῦ Γέλωνος ἐς τὰς στρατείας ἀποδεικνύμενος λαμπρὰ ἔργα ἐς τοσοῦτο προῆλθεν εὐδαιμονίας, ὡς ἀναθεῖναι μὲν ταῦτα ἐς Ὀλυμπίαν, ἀναθεῖναι δὲ καὶ τῷ Ἀπόλλωνι ἄλλα ἐς Δελφούς.
在这些奉献物中,也有由迈纳洛斯人福尔米斯所献纳的。 他从迈纳洛斯渡海前往西西里,投奔戴诺墨涅斯之子盖隆,在盖隆本人以及后来其兄弟希埃隆的远征中,他展现了辉煌的功绩,并达到了极高的富庶程度,以至于不仅在奥林匹亚献纳了这些,还向德尔斐的阿波罗献纳了其他物品。
§5.27.2τὰ δὲ ἐς Ὀλυμπίαν δύο τέ εἰσιν ἵπποι καὶ ἡνίοχοι δύο, ἑκατέρῳ τῶν ἵππων παρεστὼς ἀνὴρ ἡνίοχος·
在奥林匹亚的奉献物是两匹马和两个御者,每匹马旁都站着一个充当御者的男人。
ὁ μὲν δὴ πρότερος τῶν ἵππων καὶ ὁ ἀνὴρ Διονυσίου τοῦ Ἀργείου, τὰ δεύτερα δὲ ἔργα ἐστὶν Αἰγινήτου Σίμωνος.
第一匹马和那个男人是阿耳戈斯人狄奥尼修斯的作品,而第二组作品则是埃吉纳人西蒙的杰作。
τῷ προτέρῳ δὲ τῶν ἵππων ἐπίγραμμα ἔπεστιν ἐπὶ τῇ πλευρᾷ, τὰ πρῶτα οὐ σὺν μέτρῳ· λέγει γὰρ δὴ οὕτω· "
Φόρμις ἀνέθηκεν
Ἀρκὰς Μαινάλιος, νῦν δὲ Συρακόσιος. "
在第一匹马的侧肋上刻有铭文,其开头部分并非诗体,内容如下: “福尔米斯奉献,阿卡迪亚的迈纳洛斯人,如今则是叙拉古人。
§5.27.3οὗτός ἐστιν ὁ ἵππος ὅτῳ καὶ τὸ ἱππομανὲς λόγῳ τῷ Ἠλείων ἔγκειται·
” 根据伊利斯人的说法,这匹马就是那匹蕴含着“马情狂”的马。
δῆλα δὲ καὶ ἄλλως ἐστὶν ἀνδρὸς μάγου σοφίᾳ γενέσθαι τὰ συμβαίνοντα τῷ ἵππῳ.
而且从其他方面也可以很明显地看出,在这匹马上发生的事,是由于巫师的法术所致。
μέγεθος μὲν ἢ εἶδος ἵππων ἀποδεῖ πολλῷ, ὅσοι τῆς Ἄλτεως ἐντὸς ἑστήκασι, πρὸς δὲ ἀποκέκοπταί τε τὴν οὐρὰν καὶ ἔστιν ἐπὶ τῷ τοιῷδε ἔτι αἰσχίων·
在体型和外貌上,它远逊于立在阿尔提斯神域内的其他马匹,而且它的尾巴被截断了,因此显得更加丑陋。
οἱ δὲ ἵπποι οἱ ἄρσενες οὔτι που τοῦ ἦρος μόνον ἀλλὰ καὶ ἀνὰ πᾶσαν ἐπʼ αὐτὸν ὀργῶσιν ἡμέραν.
然而,公马们不仅在春天,甚至在平时的每一天都会对它产生强烈的欲望。
§5.27.4καὶ γὰρ ἐσθέουσιν ἐς τὴν Ἄλτιν ἀπορρηγνύοντες τὰ δεσμὰ ἢ καὶ ἐκφεύγοντες τοὺς ἄγοντας καὶ ἐπιπηδῶσιν αὐτῷ πολλῷ δή τι ἐμμανέστερον ἢ ἐπὶ τὴν καλλίστην ἵππον ζῶσάν τε καὶ ἠθάδα ἀναβαίνεσθαι·
因为公马们会挣断缰绳,或者挣脱牵引它们的人,狂奔进阿尔提斯神域,并以比骑乘最美丽、习惯了交配的活牝马还要疯狂得多的劲头跳上它。
ἀπολισθάνουσί τε δὴ αὐτοῖς αἱ ὁπλαὶ καὶ ὅμως οὐκ ἀπαγορεύουσι χρεμετίζοντές τε μᾶλλον καὶ ἐπιπηδῶντες μετὰ βιαιοτέρας τῆς ὁρμῆς, πρὶν ἂν ὑπὸ μαστίγων καὶ ἀνάγκης ἰσχυρᾶς ἀφελκυσθῶσι·
虽然它们的蹄子一次次滑落,但它们仍不放弃,一边更响亮地嘶鸣,一边以更猛烈的冲动往上跳,直到被皮鞭和强力硬拉开。
πρότερον δὲ οὐκ ἔστιν ἀπαλλαγή σφισιν οὐδεμία ἀπὸ τοῦ χαλκοῦ.
在此之前,它们绝不会离开这尊青铜像。
§5.27.5καὶ ἄλλο ἐν Λυδίᾳ θεασάμενος οἶδα διάφορον μὲν θαῦμα ἢ κατὰ τὸν ἵππον τὸν Φόρμιδος, μάγων μέντοι σοφίας οὐδὲ αὐτὸ ἀπηλλαγμένον.
我还在吕底亚亲眼见过另一个不同的奇迹,虽然它与福尔米斯的马所发生的不同,但同样离不开巫师的法术。
ἔστι γὰρ Λυδοῖς ἐπίκλησιν Περσικοῖς ἱερὰ ἔν τε Ἱεροκαισαρείᾳ καλουμένῃ πόλει καὶ ἐν Ὑπαίποις, ἐν ἑκατέρῳ δὲ τῶν ἱερῶν οἴκημά τε καὶ ἐν τῷ οἰκήματί ἐστιν ἐπὶ βωμοῦ τέφρα·
在被称为希埃罗凯撒里亚的城市以及在许派帕,吕底亚人拥有被称为“波斯”的神庙。
χρόα δὲ οὐ κατὰ τέφραν ἐστὶν αὐτῇ τὴν ἄλλην.
在每座神庙里都有一个房间,房间里的祭坛上放着灰尘,其颜色不同于普通的灰尘。
§5.27.6ἐσελθὼν δὲ ἐς τὸ οἴκημα ἀνὴρ μάγος καὶ ξύλα ἐπιφορήσας αὖα ἐπὶ τὸν βωμὸν πρῶτα μὲν τιάραν ἐπέθετο ἐπὶ τῇ κεφαλῇ, δεύτερα δὲ ἐπίκλησιν ὅτου δὴ θεῶν ἐπᾴδει βάρβαρα καὶ οὐδαμῶς συνετὰ Ἕλλησιν·
一个巫师走进这个房间,在祭坛上放上干燥的木柴,首先把一顶冠冕戴在头上,然后用希腊人完全听不懂的蛮族语言,向某位神明吟唱祈求之歌。
ἐπᾴδει δὲ ἐπιλεγόμενος ἐκ βιβλίου·
他是看着书吟唱的。
ἄνευ τε δὴ πυρὸς ἀνάγκη πᾶσα ἁφθῆναι τὰ ξύλα καὶ περιφανῆ φλόγα ἐξ αὐτῶν ἐκλάμψαι.
于是,在没有任何火种的情况下,木柴必定会被点燃,并从中迸发出耀眼的火焰。