Humanitext Reader

保萨尼亚斯 · 希腊志 §5.21.6-5.21.12

雅典人扎内斯像铭文与摔跤作弊罚金

第 214 段,共 465 段 · 希腊语

内容简介

叙述了用雅典人罚金建造的第二批“扎内斯”神像之铭文内容,随后提及因摔跤运动员贿赂而设立的两尊神像之由来,列举了在同日获得摔跤和潘克拉辛双重冠军的运动员历史,并记述了后来亚历山大里亚人阿波罗尼奥斯的违规事件。

§5.21.6οὕτω δὴ ἀποδόντων ἐποιήθη τῷ Διὶ ἀγάλματα, ἓξ μὲν καὶ ταῦτα, γέγραπται δὲ ἐπʼ αὐτοῖς ἐλεγεῖα οὐδέν τι δεξιώτερα ἐς ποίησιν ἢ τὰ ἔχοντα τὴν ζημίαν τὴν Εὐπώλου.
在他们如此支付之后,为宙斯制作了神像,这些也是六尊,上面刻有哀歌体诗,在诗才上并不比那些带有尤波卢斯罚金的雕像上的诗好到哪里。
γνῶμαι δέ εἰσι τῶν ἐπιγραμμάτων, πρῶτον μὲν ἀνατεθῆναι τὰ ἀγάλματα μαντείᾳ τοῦ θεοῦ τιμήσαντος τὰ ἐς τοὺς πεντάθλους δόξαντα Ἠλείοις, τὸ δὲ ἐπὶ τῷ δευτέρῳ καὶ ὡσαύτως ἐπὶ τῷ τρίτῳ Ἠλείους ἐπαινοῦντά ἐστιν ἐπὶ τῶν πεντάθλων τῇ ζημίᾳ·
这些铭文的旨意是,首先,这些神像是根据神明的神谕奉献的,该神谕肯定了伊利斯人对五项全能运动员的决定;而第二尊以及同样在第三尊之上的铭文,则是为了惩罚五项全能运动员而赞扬伊利斯人。
§5.21.7τὸ τέταρτον δὲ ἐθέλει λέγειν τὸν Ὀλυμπίασιν ἀγῶνα ἀρετῆς εἶναι καὶ οὐ χρημάτων, τὰ δὲ ἐπιγράμματα τὰ ἐπὶ τῷ πέμπτῳ τε καὶ ἕκτῳ, τὸ μὲν αὐτῶν δηλοῖ καθʼ ἥντινα αἰτίαν ἀνετέθη τὰ ἀγάλματα, τὸ δὲ ἀναμιμνήσκει τοῦ χρησμοῦ τοῦ Ἀθηναίοις ἐλθόντος ἐκ Δελφῶν.
第四首旨在说明,在奥林匹亚的竞技是关于卓越而非金钱的;至于第五尊和第六尊之上的铭文,其中一尊表明了这些神像是因何原因奉献的,另一尊则唤起人们对德尔斐传给雅典人的神谕的记忆。
§5.21.8τῶν δὲ κατειλεγμένων τὰ ἐφεξῆς ἀγάλματα δύο μέν ἐστιν ἀριθμόν, ἀνετέθη δὲ ἐπιτεθείσης παλαισταῖς ἀνδράσι ζημίας· οἵτινες δὲ ἐκαλοῦντο, ἐμέ γε ἢ τοὺς Ἠλείων λέληθεν ἐξηγητάς.
在列举的神像之后的雕像在数量上是两尊,它们是在对成年摔跤运动员处以罚款时奉献的;但他们叫什么名字,不管是由于我还是伊利斯人的讲解员的疏忽而被遗忘了。
ἐπιγράμματα μὲν γὰρ καὶ ἐπὶ τούτοις τοῖς ἀγάλμασιν ἔπεστι, λέγει δὲ τὸ μὲν πρῶτον αὐτῶν ὡς τῷ Ὀλυμπίῳ Διὶ Ῥόδιοι χρήματα ὑπὲρ ἀνδρὸς ἀδικίας ἐκτίσαιεν παλαιστοῦ, τὸ δὲ ἕτερον ὡς ἀνδρῶν ἐπὶ δώροις παλαισάντων ἀπὸ τῶν ἐπιβληθέντων χρημάτων αὐτοῖς γένοιτο τὸ ἄγαλμα.
因为这些雕像上也有铭文,其中第一首说罗得斯人因为一个摔跤手的违规行为向奥林匹亚宙斯支付了罚金,而另一首则说,由于人们为了贿赂而进行摔跤,这尊雕像是用对他们科处的罚金制成的。
§5.21.9τὰ δὲ ἐπίλοιπα ἐς τοὺς ἀθλητὰς τούτους οἱ ἐξηγηταὶ λέγουσιν οἱ Ἠλείων, ὀγδόην μὲν ἐπὶ ταῖς ἑβδομήκοντα καὶ ἑκατὸν Ὀλυμπιάδα εἶναι, λαβεῖν δὲ Εὔδηλον παρὰ Φιλοστράτου χρήματα, τοῦτον δὲ εἶναι τὸν Φιλόστρατον Ῥόδιον.
关于这些运动员的其余细节,伊利斯人的讲解员说那是第一百七十八届奥林匹亚期,尤德洛斯从菲洛斯特拉托斯那里收受了金钱,而这位菲洛斯特拉托斯是一个罗得斯人。
τούτῳ τῷ λόγῳ διάφορα ὄντα εὕρισκον τὰ Ἠλείων ἐς τοὺς Ὀλυμπιονίκας γράμματα· ἔστι γὰρ δὴ ἐν τοῖς γράμμασι τούτοις Στράτωνα Ἀλεξανδρέα Ὀλυμπιάδι ὀγδόῃ μετὰ τὰς ἑβδομήκοντα καὶ ἑκατὸν ἐπὶ ἡμέρας ἀνελέσθαι τῆς αὐτῆς παγκρατίου καὶ πάλης νίκην.
我发现伊利斯人关于奥林匹克胜利者的记录与这一说法相左;因为确实在这些记录中写着,亚历山大里亚人斯特拉同在第一百七十八届奥林匹亚期的同一天内获得了潘克拉辛和摔跤的双重胜利。
Ἀλεξανδρείας δὲ τῆς ἐπὶ τῷ Κανωβικῷ τοῦ Νείλου στόματι Ἀλέξανδρος μὲν οἰκιστὴς ἐγένετο ὁ Φιλίππου, λέγεται δὲ καὶ πρότερον ἔτι πόλισμα Αἰγυπτίων ἐνταῦθα οὐ μέγα εἶναι Ῥακῶτιν·
至于位于尼罗河卡诺皮克河口的亚历山大里亚,菲力的儿子亚历山大是其创建者,但据说在那之前这里还有一个埃及人的小城,名叫拉科提斯。
§5.21.10Στράτωνος δὲ τούτου τρεῖς μὲν ἡλικίᾳ πρότερον, τοσοῦτοι δὲ ἄλλοι μετʼ αὐτόν εἰσι δῆλοι τὸν κότινον παγκρατίου τε ἆθλα εἰληφότες καὶ πάλης, Κάπρος μὲν ἐξ αὐτῆς Ἤλιδος, Ἑλλήνων δὲ τῶν πέραν Αἰγαίου Ῥόδιός τε Ἀριστομένης καὶ Μαγνήτων τῶν ἐπὶ Ληθαίῳ Πρωτοφάνης.
在这个斯特拉同之前在时间上有三人,在他之后也有同样数量的其他人,显然获得了野橄榄冠作为潘克拉辛和摔跤的奖赏:来自伊利斯本地的卡普罗斯,以及爱琴海对岸的希腊人中的罗得斯人阿里斯托梅内斯,和莱萨乌斯河畔马格内西亚人的普罗托法内斯。
οἱ δὲ ὕστερον τοῦ Στράτωνος Μαρίων τε πόλεως ἐκείνῳ τῆς αὐτῆς καὶ Στρατονικεὺς Ἀριστέας—τὰ δὲ παλαιότερα ἥ τε χώρα καὶ ἡ πόλις ἐκαλεῖτο Χρυσαορίς—, ἕβδομος δὲ Νικόστρατος ἐκ τῶν ἐπὶ θαλάσσῃ Κιλίκων, οὐδὲν τοῖς Κίλιξιν αὐτοῦ μετὸν εἰ μὴ ὅσα τῷ λόγῳ.
在斯特拉同之后的人是与他来自同一城市的马里翁,和斯特拉托尼基亚的阿里斯泰阿斯――在更古老的时代,该地区和该城市都名为克律萨奥里斯――以及第七位,来自海边基利家人的尼科斯特拉托斯,虽然除了名义上以外,他与基利家人并无任何关系。
§5.21.11τοῦτον τὸν Νικόστρατον νήπιον παῖδα ἔτι ἐκ Πρυμνησσοῦ λῃσταὶ τῆς Φρυγῶν ἥρπασαν, οἰκίας ὄντα οὐκ ἀφανοῦς· κομισθέντα δὲ αὐτὸν ἐς Αἰγέας ὠνήσατο ὅστις δή.
这个尼科斯特拉托斯还是个幼童时,被强盗从弗里吉亚的普里姆内索斯拐走,他本出身于并非无名之家;当他被带到埃盖时,某人买下了他。
χρόνῳ δὲ ὕστερον τῷ ἀνδρὶ τούτῳ ὄνειρον γίνεται· λέοντος δὲ ἔδοξεν ὑπὸ τῷ σκίμποδι κατακεῖσθαι σκύμνον, ἐφʼ ᾧ ἐκάθευδεν ὁ Νικόστρατος.
一段时间后,这个人做了一个梦:一头幼狮似乎正躺在尼科斯特拉托斯睡觉的折叠床下。
Νικοστράτῳ μὲν δή, ὡς ηὐξήθη, καὶ ἄλλαι νῖκαι καὶ Ὀλυμπίασιν ἐγένοντο παγκρατίου καὶ πάλης.
确实,当尼科斯特拉托斯长大后,他在奥林匹亚也获得了潘克拉辛和摔跤的其他胜利。
§5.21.12χρήμασι δὲ ὑπὸ Ἠλείων ἕτεροί τε ὕστερον καὶ Ἀλεξανδρεὺς ἐζημιώθη πύκτης Ὀλυμπιάδι ἐπὶ ταῖς διακοσίαις ὀγδόῃ τε καὶ δεκάτῃ.
此后,其他人也被伊利斯人科处了金钱罚款,还有一名亚历山大里亚的拳击手,那是在第二百十八届奥林匹亚期。
ὄνομα μὲν τῷ ζημιωθέντι Ἀπολλώνιος, ἐπίκλησις δὲ ἦν Ῥάντης· καί πως καὶ ἐπιχώριον τὸ ἐς τὰς ἐπικλήσεις τοῖς Ἀλεξανδρεῦσίν ἐστιν.
被罚者的名字是阿波罗尼奥斯,他的绰号是“兰特斯”;而不知怎么地,拥有绰号也是亚历山大里亚人的本地风俗。
οὗτος ὁ ἀνὴρ ἀδικεῖν ὑπὸ Ἠλείων κατεγνώσθη πρῶτος Αἰγυπτίων·
这个人是埃及人中第一个被伊利斯人裁定在竞技中犯下违规行为的人。

词汇与语法注释

  1. 5.21.6ἀποδόντων — 属格绝对。其逻辑主语“雅典人”(Ἀθηναίων)在上下文中被省略,承接上一节提到的雅典人最终缴纳罚款这一事件。
  2. 5.21.8ἐμέ γε ἢ τοὺς Ἠλείων λέληθεν ἐξηγητάς — 动词 λανθάνω 意为“不为(某人)所知/避开(某人)的注意”,后接宾格(此处为 ἐμέ 和 ἐξηγητάς)。前面的间接疑问句 οἵτινες δὲ ἐκαλοῦντο(他们叫什么名字)作为主语,整句意为“他们叫什么名字,不管是由于我还是伊利斯人的讲解员的疏忽而被遗忘了”。
  3. 5.21.9τούτῳ τῷ λόγῳ διάφορα ὄντα εὕρισκον τὰ Ἠλείων ἐς τοὺς Ὀλυμπιονίκας γράμματα — 动词 εὕρισκον 为第一人称单数未完成过去时(主语为作者本人)。直接宾语是 τά ... γράμματα,而 διάφορα ὄντα 作为宾语补足语(“我发现那些记录与……相左”)。τούτῳ τῷ λόγῳ 是与格,受形容词 διάφορα(与……不同)支配。
  4. 5.21.10οὐδὲν τοῖς Κίλιξιν αὐτοῦ μετὸν εἰ μὴ ὅσα τῷ λόγῳ — 使用无人称动词 μέτεστι(与……有关/参与)的分词 μετόν 构成的无人称宾格绝对格(accusative absolute)。αὐτοῦ(他的)为属格,τοῖς Κίλιξιν(与基利家人)为与格,οὐδὲν 为中性宾格/副词性(“除了名义上以外,他与基利家人毫无关系”)。

引用这一段

保萨尼亚斯, 希腊志 §5.21.6-5.21.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:5.21.6-5.21.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。