§5.14.6μετὰ δὲ τοὺς κατειλεγμένους Ἀλφειῷ καὶ Ἀρτέμιδι θύουσιν ἐπὶ ἑνὸς βωμοῦ· τὸ δὲ αἴτιον τούτου παρεδήλωσε μέν που καὶ Πίνδαρος ἐν ᾠδῇ, γράφομεν δὲ καὶ ἡμεῖς ἐν τοῖς λόγοις τοῖς Λετριναίοις.
在上述祭坛之后,他们在同一座祭坛上向阿尔斐乌斯和阿耳忒弥斯献祭;对此的原因,宾达在某首颂歌中已有所暗示,而我也在关于莱特里尼亚的记述中写过。
τούτου δὲ οὐ πόρρω καὶ ἄλλος τῷ Ἀλφειῷ βωμὸς πεποίηται, παρὰ δὲ αὐτόν ἐστιν Ἡφαίστου· τοῦ δὲ Ἡφαίστου τὸν βωμόν εἰσιν Ἠλείων οἳ ὀνομάζουσιν Ἀρείου Διός· λέγουσι δὲ οἱ αὐτοὶ οὗτοι καὶ ὡς Οἰνόμαος ἐπὶ τοῦ βωμοῦ τούτου θύοι τῷ Ἀρείῳ Διί, ὁπότε τῶν Ἱπποδαμείας μνηστήρων καθίστασθαι μέλλοι τινὶ ἐς ἵππων ἅμιλλαν.
离此不远处还建有另一座阿尔斐乌斯的祭坛,在其旁是赫淮斯托斯的祭坛;在伊利斯人中,有人将这座赫淮斯托斯的祭坛称为阿雷乌斯宙斯的祭坛,这些人还说,每当奥诺玛奥斯准备与希波达墨娅的求婚者之一进行战车竞速时,他就会在这座祭坛上向阿雷乌斯宙斯献祭。
§5.14.7μετὰ τοῦτον πεποίηται μὲν Ἡρακλεῖ βωμὸς ἐπίκλησιν Παραστάτῃ, πεποίηται δὲ καὶ τοῦ Ἡρακλέους τοῖς ἀδελφοῖς Ἐπιμήδει καὶ Ἴδᾳ καὶ Παιωναίῳ τε καὶ Ἰάσῳ· τὸν δὲ τοῦ Ἴδα βωμὸν Ἀκεσίδα ὑπὸ ἑτέρων οἶδα καλούμενον.
在此之后,建有被称为“帕拉斯塔特斯”的赫拉克勒斯的祭坛,也为赫拉克勒斯的兄弟埃皮梅德斯、伊达斯、派奥奈奥斯和伊亚索斯建有祭坛;而我知道伊达斯的祭坛被其他人称为阿凯西达斯。
ἔνθα δὲ τῆς οἰκίας τὰ θεμέλιά ἐστι τῆς Οἰνομάου, δύο ἐνταῦθά εἰσι βωμοί, Διός τε Ἑρκείου —τοῦτον ὁ Οἰνόμαος ἐφαίνετο αὐτὸς οἰκοδομήσασθαι —, τῷ δὲ Κεραυνίῳ Διὶ ὕστερον ἐποιήσαντο ἐμοὶ δοκεῖν βωμόν, ὅτʼ ἐς τοῦ Οἰνομάου τὴν οἰκίαν κατέσκηψεν ὁ κεραυνός.
在奥诺玛奥斯居所的奠基处,这里有两座祭坛,一座是赫耳刻奥斯宙斯的祭坛——这似乎是奥诺玛奥斯亲自建造的——而另一座,依我之见,是后来雷电击中奥诺玛奥斯的居所时,人们为凯劳尼奥斯宙斯建造的。
§5.14.8τὰ δὲ ἐς τὸν μέγαν βωμὸν ὀλίγῳ μέν τι ἡμῖν πρότερόν ἐστιν εἰρημένα, καλεῖται δὲ Ὀλυμπίου Διός· πρὸς αὐτῷ δέ ἐστιν Ἀγνώστων θεῶν βωμὸς καὶ μετὰ τοῦτον Καθαρσίου Διὸς καὶ Νίκης καὶ αὖθις Διὸς ἐπωνυμίαν Χθονίου.
关于那座大祭坛的事,我们稍早已经提到过,它被称为奥林匹亚宙斯的祭坛;紧邻它的是“未知神”的祭坛,其后是“净解”宙斯与尼刻的祭坛,再次是被称为“地下”的宙斯祭坛。
εἰσὶ δὲ καὶ θεῶν πάντων βωμοὶ καὶ Ἥρας ἐπίκλησιν Ὀλυμπίας, πεποιημένος τέφρας καὶ οὗτος· Κλυμένου δέ φασιν αὐτὸν ἀνάθημα εἶναι.
此外,还有众神的祭坛,以及被称为奥林匹亚的赫拉的祭坛,这座祭坛也是用灰烬建成的;据说它是克吕墨诺斯的奉纳物。
μετὰ δὲ τοῦτον Ἀπόλλωνος καὶ Ἑρμοῦ βωμός ἐστιν ἐν κοινῷ, διότι Ἑρμῆν λύρας, Ἀπόλλωνα δὲ εὑρέτην εἶναι κιθάρας Ἑλλήνων ἐστὶν ἐς αὐτοὺς λόγος.
在此之后是阿波罗与赫耳墨斯共有的祭坛,因为希腊人中流传着关于他们的说法,即赫耳墨斯是里拉琴的发明者,而阿波罗是基萨拉琴的发明者。
§5.14.9ἐφεξῆς δὲ Ὁμονοίας βωμὸς καὶ αὖθις Ἀθηνᾶς, ὁ δὲ Μητρὸς θεῶν.
紧接着是“和谐”的祭坛,再次是雅典娜的祭坛,以及 “众神之母”的祭坛。
τῆς ἐσόδου δὲ τῆς ἐς τὸ στάδιόν εἰσιν ἐγγύτατα βωμοὶ δύο· τὸν μὲν αὐτῶν Ἑρμοῦ καλοῦσιν Ἐναγωνίου, τὸν δὲ ἕτερον Καιροῦ.
在通往体育场入口的极近处有两座祭坛:其中一座他们称为“竞技”赫耳墨斯祭坛,另一座称为“时机”祭坛。
Ἴωνι δὲ οἶδα τῷ Χίῳ καὶ ὕμνον πεποιημένον Καιροῦ· γενεαλογεῖ δὲ ἐν τῷ ὕμνῳ νεώτατον παίδων Διὸς Καιρὸν εἶναι.
我知道奇奥斯的伊翁也曾创作过一首献给“时机”的赞歌;他在赞歌中叙述世系说,“时机”是宙斯最小的儿子。
πλησίον δὲ τοῦ Σικυωνίων θησαυροῦ ἤτοι Κουρήτων ἢ τοῦ Ἀλκμήνης ἐστὶν Ἡρακλέους· λέγεται γὰρ καὶ ἀμφότερα.
在西锡安人宝库的附近,有一座祭坛,或属于库雷特斯,或属于阿尔克墨涅之子赫拉克勒斯;因为这两种说法都有流传。
§5.14.10ἐπὶ δὲ τῷ Γαίῳ καλουμένῳ, βωμός ἐστιν ἐπʼ αὐτῷ Γῆς, τέφρας καὶ οὗτος· τὰ δὲ ἔτι ἀρχαιότερα καὶ μαντεῖον τῆς Γῆς αὐτόθι εἶναι λέγουσιν.
在被称为“盖乌斯”的地方,其上有一座盖亚的祭坛,它也是用灰烬建成的;据说在更古老的时代,那里曾有盖亚的神谕所。
ἐπὶ δὲ τοῦ ὀνομαζομένου Στομίου Θέμιδι ὁ βωμὸς πεποίηται.
在被称为“斯托米翁”的地方,建有忒弥斯的祭坛。
τοῦ δὲ Καταιβάτου Διὸς προβέβληται μὲν πανταχόθεν πρὸ τοῦ βωμοῦ φράγμα, ἔστι δὲ πρὸς τῷ βωμῷ τῷ ἀπὸ τῆς τέφρας τῷ μεγάλῳ.
对于“降临”宙斯,在祭坛前的四周都设有围栏,它就在那座灰烬建成的大祭坛附近。
μεμνήσθω δέ τις οὐ κατὰ στοῖχον τῆς ἱδρύσεως ἀριθμουμένους τοὺς βωμούς, τῇ δὲ τάξει τῇ Ἠλείων ἐς τὰς θυσίας συμπερινοστοῦντα ἡμῖν τὸν λόγον.
读者应当记住,这些祭坛并不是按照它们安置的地理顺序来计算的,而是我们的记述在随同伊利斯人的祭祀顺序而巡回。
πρὸς δὲ τῷ τεμένει τοῦ Πέλοπος Διονύσου μὲν καὶ Χαρίτων ἐν κοινῷ, μεταξὺ δὲ αὐτῶν Μουσῶν καὶ ἐφεξῆς τούτων Νυμφῶν ἐστι βωμός.
在佩洛普斯的圣域旁,有狄奥尼索斯和美惠三女神共有的祭坛,在它们之间是缪斯女神的祭坛,紧接着是宁芙们的祭坛。