§5.14.1ὁ δὲ ἐν Ὀλυμπίᾳ βωμὸς παρέχεται καὶ ἄλλο τοιόνδε ἐς θαῦμα· οἱ γὰρ ἰκτῖνες πεφυκότες ἁρπάζειν μάλιστα ὀρνίθων ἀδικοῦσιν οὐδὲν ἐν Ὀλυμπίᾳ τοὺς θύοντας· ἢν δὲ ἁρπάσῃ ποτὲ ἰκτῖνος ἤτοι σπλάγχνα ἢ τῶν κρεῶν, νενόμισται τῷ θύοντι οὐκ αἴσιον εἶναι τὸ σημεῖον.
奥林匹亚的祭坛还展现了另一个类似的奇迹:在所有鸟类中天性最喜掠夺的鸢,在奥林匹亚却绝不伤害献祭的人;但如果鸢万一夺走了内脏或祭肉,这便被献祭者视为不祥之兆。
φασὶ δὲ Ἡρακλεῖ τῷ Ἀλκμήνης θύοντι ἐν Ὀλυμπίᾳ διʼ ὄχλου μάλιστα γενέσθαι τὰς μυίας· ἐξευρόντα οὖν αὐτὸν ἢ καὶ ὑπʼ ἄλλου διδαχθέντα Ἀπομυίῳ θῦσαι Διί, καὶ οὕτως ἀποτραπῆναι τὰς μυίας πέραν τοῦ Ἀλφειοῦ.
据说阿尔克墨涅之子赫拉克勒斯在奥林匹亚献祭时,苍蝇使他极为苦恼;因此,无论是由他自己想出,还是受他人指点,他向“避蝇”宙斯献祭,于是苍蝇便被驱赶到了阿尔斐乌斯河的对岸。
λέγονται δὲ κατὰ ταὐτὰ καὶ Ἠλεῖοι θύειν τῷ Ἀπομυίῳ Διί, ἐξελαύνοντες τῆς Ὀλυμπίας τὰς μυίας.
据说伊利斯人也同样向“避蝇”宙斯献祭,以此将苍蝇驱逐出奥林匹亚。
§5.14.2τῆς δὲ λεύκης μόνης τοῖς ξύλοις ἐς τοῦ Διὸς τὰς θυσίας καὶ ἀπʼ οὐδενὸς δένδρου τῶν ἄλλων οἱ Ἠλεῖοι χρῆσθαι νομίζουσι, κατʼ ἄλλο μὲν οὐδὲν προτιμῶντες ἐμοὶ δοκεῖν τὴν λεύκην, ὅτι δὲ Ἡρακλῆς ἐκόμισεν αὐτὴν ἐς Ἕλληνας ἐκ τῆς Θεσπρωτίδος χώρας.
此外,伊利斯人习惯在献给宙斯的祭祀中仅使用白杨木,而不使用其他任何树木的木材,在我看来,他们并非出于其他任何原因而偏爱白杨,而只是因为赫拉克勒斯将其从塞斯普罗蒂亚地区带给了希腊人。
καί μοι καὶ αὐτὸς ὁ Ἡρακλῆς ἐφαίνετο, ἡνίκα τῷ Διὶ ἔθυεν ἐν Ὀλυμπίᾳ, τῶν ἱερείων τὰ μηρία ἐπὶ λεύκης καῦσαι ξύλων· τὴν δὲ λεύκην ὁ Ἡρακλῆς πεφυκυῖαν παρὰ τὸν Ἀχέροντα εὗρε τὸν ἐν Θεσπρωτίᾳ ποταμόν, καὶ τοῦδε ἕνεκά φασιν αὐτὴν Ἀχερωίδα ὑπὸ Ὁμήρου καλεῖσθαι.
在我看来,赫拉克勒斯本人在奥林匹亚向宙斯献祭时,也是在白杨木上焚烧祭品的大腿骨的;赫拉克勒斯发现这株白杨生长在塞斯普罗蒂亚的阿刻罗尼斯河畔,据说正因如此,它才被荷马称为“阿刻罗伊斯”。
§5.14.3εἶχον δὲ ἄρα καὶ ἐξ ἀρχῆς οἱ ποταμοὶ καὶ ἐς τόδε ἔχουσιν οὐ κατὰ τὰ αὐτὰ ἐπιτηδείως πρὸς γένεσιν πόας τε καὶ δένδρων· ἀλλὰ πλεῖσται μὲν ὑπὸ Μαιάνδρου μυρῖκαι καὶ μάλιστα αὔξονται, Ἀσωπὸς δὲ ὁ Βοιώτιος βαθυτάτας πέφυκεν ἐκτρέφειν τὰς σχοίνους, τὸ δένδρον δὲ ἡ περσεία μόνου χαίρει τοῦ Νείλου τῷ ὕδατι.
确实,从最初到如今,河流对于草和树木的生长并不具有相同的适宜性;在迈安德罗斯河畔,柽柳生长最多且最繁茂,而波奥蒂亚的阿索波斯河则天生能滋养最高大的芦苇,至于鳄梨树则唯独钟爱尼罗河的水。
οὕτω καὶ τὴν λεύκην θαῦμα οὐδὲν καὶ αἴγειρόν τε καὶ κότινον, τὴν μὲν ἐπὶ Ἀχέροντι ἀναφῦναι πρώτῳ, κότινον δὲ ἐπὶ τῷ Ἀλφειῷ, τὴν δὲ αἴγειρον γῆς τῆς τῶν Κελτῶν καὶ Ἠριδανοῦ τοῦ Κελτικοῦ θρέμμα εἶναι.
同样,白杨最初生长在阿刻罗尼斯河畔,野橄榄生长在阿尔斐乌斯河畔,而黑杨则是凯尔特人的土地和凯尔特埃里达诺斯河的产物,这些也绝不足为奇。
§5.14.4φέρε δή, ἐποιησάμεθα γὰρ βωμοῦ τοῦ μεγίστου μνήμην, ἐπέλθωμεν καὶ τὰ ἐς ἅπαντας ἐν Ὀλυμπίᾳ τοὺς βωμούς· ἐπακολουθήσει δὲ ὁ λόγος μοι τῇ ἐς αὐτοὺς τάξει, καθʼ ἥντινα Ἠλεῖοι θύειν ἐπὶ τῶν βωμῶν νομίζουσι.
且说,既然我们提到了那座最大的祭坛,那么就让我们也来历数奥林匹亚所有的祭坛;我的记述将遵循这些祭坛的顺序,即伊利斯人习惯在这些祭坛上献祭的顺序。
θύουσι δὲ Ἑστίᾳ μὲν πρώτῃ, δευτέρῳ δὲ τῷ Ὀλυμπίῳ Διὶ ἰόντες ἐπὶ τὸν βωμὸν τὸν ἐντὸς τοῦ ναοῦ, τρίτα δὲ Λαοίτᾳ Διὶ καὶ Ποσειδῶνι Λαοίτᾳ· ἐπὶ ἑνὸς βωμοῦ καὶ αὕτη καθέστηκεν ἡ θυσία.
他们首先向赫斯提亚献祭,其次走向神殿内部的祭坛向奥林匹亚宙斯献祭,第三向拉奥伊塔斯宙斯和拉奥伊塔斯波塞冬献祭;这项祭祀也是在一座祭坛上进行的。
§5.14.5τέταρτα καὶ πέμπτα Ἀρτέμιδι θύουσι καὶ Ληίτιδι Ἀθηνᾷ, ἕκτα Ἐργάνῃ· ταύτῃ τῇ Ἐργάνῃ καὶ οἱ ἀπόγονοι Φειδίου, καλούμενοι δὲ φαιδρυνταί, γέρας παρὰ Ἠλείων εἰληφότες τοῦ Διὸς τὸ ἄγαλμα ἀπὸ τῶν προσιζανόντων καθαίρειν, οὗτοι θύουσιν ἐνταῦθα πρὶν ἢ λαμπρύνειν τὸ ἄγαλμα ἄρχονται.
第四和第五,他们向阿耳忒弥斯和莱伊蒂斯雅典娜献祭,第六向埃尔加涅献祭;对于这位埃尔加涅,菲迪亚斯的后代(被称为“洁净者”,他们从伊利斯人那里获得了清除宙斯神像上附着物的特权)在开始擦拭神像之前,会在这里献祭。
ἔστι δὲ Ἀθηνᾶς καὶ ἄλλος βωμὸς πλησίον τοῦ ναοῦ, καὶ Ἀρτέμιδος παρʼ αὐτὸν τετράγωνος ἀνήκων ἠρέμα ἐς ὕψος.
在神殿附近还有另一座雅典娜的祭坛,其旁有一座阿耳忒弥斯的方形祭坛,略微向上耸立。