Humanitext Reader

保萨尼亚斯 · 希腊志 §5.15.1-5.15.7

斐迪亚斯工作室周边与圣域内外的祭坛

第 205 段,共 465 段 · 希腊语

内容简介

鲍萨尼亚斯列举了阿尔提斯之外斐迪亚斯工作室及雷奥尼达昂附近的祭坛。接着,他描述了马匹起跑处、埃姆博罗斯周围的祭坛,以及重新进入阿尔提斯后赫拉神庙后方的祭坛。

§5.15.1ἔστι δὲ οἴκημα ἐκτὸς τῆς Ἄλτεως, καλεῖται δὲ ἐργαστήριον Φειδίου, καὶ ὁ Φειδίας καθʼ ἕκαστον τοῦ ἀγάλματος ἐνταῦθα εἰργάζετο· ἔστιν οὖν βωμὸς ἐν τῷ οἰκήματι θεοῖς πᾶσιν ἐν κοινῷ.
在阿尔提斯之外有一座建筑物,被称为斐迪亚斯的工作室,斐迪亚斯曾在这里制作雕像的各个部分;因此,在建筑物内有一座供奉众神的共有祭坛。
ὀπίσω δὲ ἀναστρέψαντι αὖθις ἐς τὴν Ἄλτιν ἐστὶν ἀπαντικρὺ τοῦ Λεωνιδαίου— §5.15.2τὸ δὲ ἐκτὸς μὲν τοῦ περιβόλου τοῦ ἱεροῦ τὸ Λεωνίδαιον, τῶν δὲ ἐσόδων πεποίηται τῶν ἐς τὴν Ἄλτιν κατὰ τὴν πομπικήν, ἣ μόνη τοῖς πομπεύουσίν ἐστιν ὁδός· τοῦτο δὲ ἀνδρὸς μὲν τῶν ἐπιχωρίων ἐστὶν ἀνάθημα Λεωνίδου, κατʼ ἐμὲ δὲ ἐς αὐτὸ Ῥωμαίων ἐσῳκίζοντο οἱ τὴν Ἑλλάδα ἐπιτροπεύοντες· διέστηκε δὲ ἀγυιὰν ἀπὸ τῆς ἐσόδου τῆς πομπικῆς, τοὺς γὰρ δὴ ὑπὸ Ἀθηναίων καλουμένους στενωποὺς ἀγυιὰς ὀνομάζουσιν οἱ Ἠλεῖοι— §5.15.3ἔστι δὲ ἐν τῇ Ἄλτει τοῦ Λεωνιδαίου περᾶν μέλλοντι ἐς ἀριστερὰν Ἀφροδίτης βωμὸς καὶ Ὡρῶν μετʼ αὐτόν.
再次折返回阿尔提斯,在雷奥尼达昂的正对面—— ——这座雷奥尼达昂位于圣域围墙之外,但建在通往阿尔提斯的入口处,沿着那条游行通道,而这是游行队伍唯一的通道;这是本地人雷奥尼达的奉纳物,在我的时代,统治希腊的罗马人居住于其中;它与游行入口隔着一条街道(阿居亚),因为伊利斯人确实将雅典人称为“斯忒诺波斯”(胡同)的地方命名为“阿居亚”—— ——在阿尔提斯内部,对于打算经过雷奥尼达昂的人来说,在左手边有一座阿佛洛狄忒的祭坛,其后是荷赖(时序女神)的祭坛。
κατὰ δὲ τὸν ὀπισθόδομον μάλιστά ἐστιν ἐν δεξιᾷ πεφυκὼς κότινος· καλεῖται δὲ ἐλαία Καλλιστέφανος, καὶ τοῖς νικῶσι τὰ Ὀλύμπια καθέστηκεν ἀπʼ αὐτῆς δίδοσθαι τοὺς στεφάνους.
在后室(奥皮斯托多摩斯)的右侧附近生长着一株野生橄榄树;它被称为“美丽冠冕”(卡里斯忒法诺斯)橄榄树,根据规定,奥林匹亚运动会获胜者的冠冕就是用它制作并授予的。
τούτου πλησίον τοῦ κοτίνου πεποίηται Νύμφαις βωμός· §5.15.4Καλλιστεφάνους ὀνομάζουσι καὶ ταύτας.
在这株野生橄榄树附近,为宁芙们建造了一座祭坛;她们也被称为“美丽冠冕”宁芙。
ἔστι δὲ ἐκτὸς τῆς Ἄλτεως μὲν Ἀρτέμιδος Ἀγοραίας βωμός, ἐν δεξιᾷ δὲ τοῦ Λεωνιδαίου, πεποίηται δὲ καὶ Δεσποίναις —τὰ δὲ ἐς τὴν θεὸν ἥντινα ὀνομάζουσι Δέσποιναν διδάξει μοι τοῦ λόγου τὰ ἐς Ἀρκάδας—, μετὰ δὲ τοῦτον ἔστιν Ἀγοραίου Διὸς βωμός, πρὸ δὲ τῆς καλουμένης Προεδρίας Ἀπόλλωνος ἐπωνυμίαν Πυθίου καὶ μετʼ αὐτὸν Διονύσου· τοῦτον οὔτε πάλαι τὸν βωμὸν καὶ ὑπὸ ἀνδρῶν ἰδιωτῶν ἀνατεθῆναι λέγουσιν.
在阿尔提斯之外,雷奥尼达昂的右侧,有“广场的”(阿戈拉亚)阿耳忒弥斯的祭坛,也为“女主人”(德斯波伊奈)们建造了祭坛——至于她们所称的“女主人”是哪位女神,我的记述中关于阿卡迪亚的部分将会告诉我——;在此之后,有“广场的”宙斯的祭坛,在被称为“特等席”(普罗埃德里亚)的前面,有被称为“皮托的”阿波罗的祭坛,其后是狄奥尼索斯的祭坛;据说这座祭坛建得不早,是由民间个人所奉纳。
§5.15.5ἰόντι δὲ ἐπὶ τὴν ἄφεσιν τῶν ἵππων ἔστι βωμός, ἐπίγραμμα δὲ ἐπʼ αὐτῷ Μοιραγέτα· δῆλα οὖν ἐστιν ἐπίκλησιν εἶναι Διὸς ὃς τὰ ἀνθρώπων οἶδεν, ὅσα διδόασιν αἱ Μοῖραι καὶ ὅσα μὴ πέπρωταί σφισι.
对于前往马谱起跑处的人来说,有一座祭坛,上面的铭文是“莫伊拉格忒斯”(命运引导者);因此,这显然是宙斯的别名,他了解人类的事情,包括命运女神(莫伊赖)所赐予的一切以及不属于他们命运的一切。
πλησίον δὲ καὶ Μοιρῶν βωμός ἐστιν ἐπιμήκης, μετὰ δὲ αὐτὸν Ἑρμοῦ καὶ δύο ἐφεξῆς Διὸς Ὑψίστου· ἐν δὲ τῶν ἵππων τῇ ἀφέσει ἐν μὲν τῷ ὑπαίθρῳ, τῆς ἀφέσεως κατὰ μέσον που μάλιστα, Ποσειδῶνος Ἱππίου καὶ Ἥρας εἰσὶν Ἱππίας βωμοί, πρὸς δὲ τῷ κίονι Διοσκούρων.
在附近还有一座长条形的命运女神祭坛,其后是赫耳墨斯的,接着是连续两座“至高”宙斯的;在马匹起跑处露天的地方,大约在起跑处的中央位置,有“马的”(希庇乌斯)波塞冬和“马的” 赫拉的祭坛,而在柱子旁则有迪奥斯库洛伊的祭坛。
§5.15.6τῆς δὲ πρὸς τὸν Ἔμβολον καλούμενον ἐσόδου τῇ μὲν Ἄρεως Ἱππίου, τῇ δὲ Ἀθηνᾶς Ἱππίας βωμός, ἐς δὲ αὐτὸν τὸν Ἔμβολον ἐσελθόντων Τύχης ἐστὶν ἀγαθῆς βωμὸς καὶ Πανός τε καὶ Ἀφροδίτης, ἐνδοτάτω δὲ τοῦ Ἐμβόλου Νυμφῶν ἃς Ἀκμηνὰς καλοῦσιν.
在通往被称为“埃姆博罗斯”(楔形突起)的入口处,一侧是“马的”阿瑞斯祭坛,另一侧是“马的”雅典娜祭坛;在进入埃姆博罗斯内部后,有“好运”(阿加忒·堤刻)的祭坛、潘的神坛和阿佛洛狄忒的神坛,在埃姆博罗斯的最深处,有他们称为“阿克墨奈”的宁芙们的祭坛。
ἀπὸ δὲ τῆς στοᾶς ἣν οἱ Ἠλεῖοι καλοῦσιν Ἀγνάπτου, τὸν ἀρχιτέκτονα ἐπονομάζοντες τῷ οἰκοδομήματι, ἀπὸ ταύτης ἐπανιόντι ἐστὶν ἐν δεξιᾷ βωμὸς Ἀρτέμιδος.
从被伊利斯人称为阿格纳普托斯的柱廊(他们以建筑师的名字命名该建筑物)返回的人的右手边,有一座阿耳忒弥斯的祭坛。
§5.15.7ἐσελθόντων δὲ αὖθις διὰ τῆς πομπικῆς ἐς τὴν Ἄλτιν, εἰσὶν ὄπισθεν τοῦ Ἡραίου Κλαδέου τε τοῦ ποταμοῦ καὶ Ἀρτέμιδος βωμοί, ὁ δὲ μετʼ αὐτοὺς Ἀπόλλωνος, τέταρτος δὲ Ἀρτέμιδος ἐπίκλησιν Κοκκώκας, καὶ Ἀπόλλωνος πέμπτος Θερμίου.
对于再次通过游行入口进入阿尔提斯的人来说,在赫拉神庙(赫莱昂)后面有克拉德奥斯河与阿耳忒弥斯的祭坛;其后的那座是阿波罗的,第四座是别名为“科科卡”的阿耳忒弥斯的,第五座是“瑟米乌斯”阿波罗的。
τὸν μὲν δὴ παρὰ Ἠλείοις Θέρμιον καὶ αὐτῷ μοι παρίστατο εἰκάζειν ὡς κατὰ Ἀτθίδα γλῶσσαν εἴη θέσμιος· ἀνθʼ ὅτου δὲ Ἄρτεμιν ἐπονομάζουσι Κοκκώκαν, οὐχ οἷά τε ἦν μοι διδαχθῆναι.
关于伊利斯人中的“瑟米乌斯”,我本人也倾向于推测这在雅典方言中应当是“塞斯米乌斯”(制定法律者);但由于什么原因他们将阿耳忒弥斯别称为“科科卡”,我却无法得知。

词汇与语法注释

  1. 5.15.1ἀναστρέψαντι — 与格 `ἀναστρέψαντι` 是地理学描述或向导叙事中指示移动主体的“关系与格”或“主体与格”,其作用类似于条件句(“如果有人折返”)。
  2. 5.15.3τοῦ Λεωνιδαίου περᾶν μέλλοντι — 与格分词 `μέλλοντι` 指示参考主体,不定式 `περᾶν`(通过,越过)支配属格 `τοῦ Λεωνιδαίου`(在雷奥尼达昂旁),表示空间经过的基准点。
  3. 5.15.5ὅσα διδόασιν αἱ Μοῖραι — 关系代名词 `ὅσα` 引导一个同位语关系从句,用以具体解释前文的 `τὰ ἀνθρώπων`(人类的事物)。它与后面的 `ὅσα μὴ πέπρωται` 并列,对比了命运女神所赋予的积极方面与未被注定的消极方面。
  4. 5.15.7καὶ αὐτῷ μοι παρίστατο εἰκάζειν — 无人称动词 `παρίστατο`(浮现在……的心头)在此与与格 `αὐτῷ μοι` 以及不定式 `εἰκάζειν` 连用,构成“我自己也倾向于推测”的句式,用以表达作者的主观推测。
  5. 5.15.7οὐχ οἷά τε ἦν μοι διδαχθῆναι — 这是表示可能的 `οἷός τέ εἰμι` 句型的无人称用法,使用了中性复数形式 `οἷα`。它与与格 `μοι` 和被动不定式 `διδαχθῆναι`(被教授、得知)连用,意为“对我来说,无法得知(其缘由)”。

引用这一段

保萨尼亚斯, 希腊志 §5.15.1-5.15.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:5.15.1-5.15.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。