§5.13.7Πέλοπος δὲ καὶ Ταντάλου τῆς παρʼ ἡμῖν ἐνοικήσεως σημεῖα ἔτι καὶ ἐς τόδε λείπεται, Ταντάλου μὲν λίμνη τε ἀπʼ αὐτοῦ καλουμένη καὶ οὐκ ἀφανὴς τάφος, Πέλοπος δὲ ἐν Σιπύλῳ μὲν θρόνος ἐν κορυφῇ τοῦ ὄρους ἐστὶν ὑπὲρ τῆς Πλαστήνης μητρὸς τὸ ἱερόν, διαβάντι δὲ Ἕρμον ποταμὸν Ἀφροδίτης ἄγαλμα ἐν Τήμνῳ πεποιημένον ἐκ μυρσίνης τεθηλυίας·
佩洛普斯和坦塔罗斯在我们土地上居住的痕迹至今依然保留:关于坦塔罗斯,有以他命名的湖泊和一座著名的坟墓;关于佩洛普斯,在西皮洛斯山的顶峰、普拉斯泰涅圣母庙的上方有一座宝座,而对于渡过赫耳墨斯河的人来说,在泰姆诺斯有一尊由繁茂的金娘木制成的阿芙洛狄忒雕像。
ἀναθεῖναι δὲ Πέλοπα αὐτὸ παρειλήφαμεν μνήμῃ, προϊλασκόμενόν τε τὴν θεὸν καὶ γενέσθαι οἱ τὸν γάμον τῆς Ἱπποδαμείας αἰτούμενον.
我们通过传说得知,这是佩洛普斯亲自献纳的,目的是提前安抚女神,并祈求自己与希波达米亚的婚事得以成全。
§5.13.8ἔστι δὲ ὁ τοῦ Διὸς τοῦ Ὀλυμπίου βωμὸς ἴσον μὲν μάλιστα τοῦ Πελοπίου τε καὶ τοῦ ἱεροῦ τῆς Ἥρας ἀπέχων, προκείμενος μέντοι καὶ πρὸ ἀμφοτέρων·
奥林匹亚宙斯祭坛与佩洛普斯圣域以及赫拉神庙的距离大致相等,但它位于两者的前方。
κατασκευασθῆναι δὲ αὐτὸν οἱ μὲν ὑπὸ Ἡρακλέους τοῦ Ἰδαίου λέγουσιν, οἱ δὲ ὑπὸ ἡρώων τῶν ἐπιχωρίων γενεαῖς δύο ὕστερον τοῦ Ἡρακλέους.
关于它的建造,有人说是伊达的赫拉克勒斯,也有人说是赫拉克勒斯两代之后的当地英雄。
πεποίηται δὲ ἱερείων τῶν θυομένων τῷ Διὶ ἀπὸ τῆς τέφρας τῶν μηρῶν, καθάπερ γε καὶ ἐν Περγάμῳ· τέφρας γὰρ δή ἐστι καὶ τῇ Ἥρᾳ τῇ Σαμίᾳ βωμὸς οὐδέν τι ἐπιφανέστερος ἢ ἐν τῇ χώρᾳ τῇ Ἀττικῇ ἃς αὐτοσχεδίας Ἀθηναῖοι καλοῦσιν ἐσχάρας.
它是用献给宙斯的祭品大腿骨的灰烬做成的,就像在佩尔加门一样;因为萨摩斯的赫拉也有一座灰烬祭坛,但它并不比雅典人在阿提卡地区所称的“即席炉灶”更为显赫。
§5.13.9τοῦ βωμοῦ δὲ τοῦ ἐν Ὀλυμπίᾳ κρηπῖδος μὲν τῆς πρώτης, προθύσεως καλουμένης, πόδες πέντε καὶ εἴκοσι καὶ ἑκατόν ἐστι περίοδος, τοῦ δὲ ἐπὶ τῇ προθύσει περίμετρος ἐπακτοῦ πόδες δύο καὶ τριάκοντα· τὸ δὲ ὕψος τοῦ βωμοῦ τὸ σύμπαν ἐς δύο καὶ εἴκοσιν ἀνήκει πόδας.
奥林匹亚祭坛被称为“前祭台”的第一层基座周长为一百二十五英尺,而前祭台之上的上部周长为三十二英尺;祭坛的总高度达到二十二英尺。
αὐτὰ μὲν δὴ τὰ ἱερεῖα ἐν μέρει τῷ κάτω, τῇ προθύσει, καθέστηκεν αὐτοῖς θύειν· τοὺς μηροὺς δὲ ἀναφέροντες ἐς τοῦ βωμοῦ τὸ ὑψηλέστατον καθαγίζουσιν ἐνταῦθα.
习惯上,他们是在下部,即前祭台上宰杀祭品本身;但他们将大腿骨送到祭坛的最高处,并在那里烧尽。
§5.13.10ἀναβασμοὶ δὲ ἐς μὲν τὴν πρόθυσιν ἀνάγουσιν ἐξ ἑκατέρας τῆς πλευρᾶς λίθου πεποιημένοι· τὸ δὲ ἀπὸ τῆς προθύσεως ἐς τὸ ἄνω τοῦ βωμοῦ τέφρας παρέχεται καὶ ἀναβασμούς.
通往前祭台的台阶由石头制成,从两侧向上延伸;但从前祭台到祭坛上部的通道则是由灰烬构成的台阶。
ἄχρι μὲν δὴ τῆς προθύσεως ἔστιν ἀναβῆναι καὶ παρθένοις καὶ ὡσαύτως γυναιξίν, ἐπειδὰν τῆς Ὀλυμπίας μὴ ἐξείργωνται· ἀπὸ τούτου δὲ ἐς τὸ ἀνωτάτω τοῦ βωμοῦ μόνοις ἔστιν ἀνδράσιν ἀνελθεῖν.
确实,只要未被禁止进入奥林匹亚,处女以及妇女都可以上到前祭台;但从这里到祭坛的最顶端,只有男子才可以上去。
θύεται δὲ τῷ Διὶ καὶ ἄνευ τῆς πανηγύρεως ὑπό τε ἰδιωτῶν καὶ ἀνὰ πᾶσαν ἡμέραν ὑπὸ Ἠλείων.
除了节日之外,私人以及伊利斯人每天都会向宙斯献祭。
§5.13.11κατʼ ἔτος δὲ ἕκαστον φυλάξαντες οἱ μάντεις τὴν ἐνάτην ἐπὶ δέκα τοῦ Ἐλαφίου μηνὸς κομίζουσιν ἐκ τοῦ πρυτανείου τὴν τέφραν, φυράσαντες δὲ τῷ ὕδατι τοῦ Ἀλφειοῦ κονιῶσιν οὕτω τὸν βωμόν.
每年,预言家们都会选定埃拉菲乌斯月十九日这一天,从市政厅运来灰烬,用阿尔斐乌斯河的水调和,以此粉刷祭坛。
ὑπὸ δὲ ἄλλου τὴν τέφραν ὕδατος ποιηθῆναι πηλὸν οὐ μή ποτε ἐγγένηται· καὶ τοῦδε ἕνεκα ὁ Ἀλφειὸς νενόμισται τῷ Ὀλυμπίῳ Διὶ ποταμῶν δὴ μάλιστα εἶναι φίλος.
但是,用其他任何水都绝不可能将这些灰烬调成泥浆;正因如此,阿尔斐乌斯河被认为是在所有河流中与奥林匹亚宙斯最为亲近的。
ἔστι δὲ καὶ ἐν Διδύμοις τῶν Μιλησίων βωμός, ἐποιήθη δὲ ὑπὸ Ἡρακλέους τοῦ Θηβαίου, καθὰ οἱ Μιλήσιοι λέγουσιν, ἀπὸ τῶν ἱερείων τοῦ αἵματος· ἐς δὲ τὰ ὕστερα τὸ αἷμα τῶν θυμάτων οὐκ ἐς ὑπέρογκον ηὔξηκεν αὐτὸν μέγεθος.
在米利都人的迪迪马也有一座祭坛,据米利都人说,那是底比斯的赫拉克勒斯用祭品的鲜血建成的;但在后来的日子里,祭物的鲜血并没有使它的体积膨胀到巨大的程度。