Humanitext Reader

保萨尼亚斯 · 希腊志 §5.13.1-5.13.6

佩洛普斯圣域与肩胛骨传说

第 201 段,共 465 段 · 希腊语

内容简介

介绍了奥林匹亚佩洛普斯圣域(佩洛皮翁)的结构与祭祀规程,并讲述了佩洛普斯的肩胛骨遗失以及被渔夫捞回的传说。

§5.13.1ἔστι δὲ ἐντὸς τῆς Ἄλτεως καὶ Πέλοπι ἀποτετμημένον τέμενος·
在阿尔蒂斯内部,还有一个为佩洛普斯划分出来的圣域。
ἡρώων δὲ τῶν ἐν Ὀλυμπίᾳ τοσοῦτον προτετιμημένος ἐστὶν ὁ Πέλοψ ὑπὸ Ἠλείων ὅσον Ζεὺς θεῶν τῶν ἄλλων.
在奥林匹亚的英雄中,佩洛普斯受到伊利斯人尊崇的程度,正如宙斯在其他神明中受到尊崇一样。
ἔστιν οὖν τοῦ ναοῦ τοῦ Διὸς κατὰ δεξιὰν τῆς ἐσόδου πρὸς ἄνεμον Βορέαν τὸ Πελόπιον, ἀφεστηκὸς μὲν τοῦ ναοῦ τοσοῦτον ὡς μεταξὺ καὶ ἀνδριάντας καὶ ἀναθήματα ἄλλα ἀνακεῖσθαι, παρήκει δὲ ὡς ἐπὶ τὸν ὀπισθόδομον ἀπὸ μέσου μάλιστα ἀρξάμενον τοῦ ναοῦ· καὶ λίθων τε θριγκῷ περιέχεται καὶ δένδρα ἐντὸς πεφυκότα καὶ ἀνδριάντες εἰσὶν ἀνακείμενοι,
因此,佩洛普斯神殿位于宙斯神殿入口的右侧,朝向北风(北面),其与神殿的距离刚好可以在其间安放肖像和其他献纳物,并且它大约从神殿的中部开始,一直延伸到后殿;它被石墙环绕,内部生长着树木,安放着献纳的肖像。
§5.13.2ἔσοδος δὲ ἐς αὐτὸ πρὸς δυσμῶν ἐστιν ἡλίου.
其入口朝向落日(西面)。
τοῦτο ἀπονεῖμαι τῷ Πέλοπι Ἡρακλῆς ὁ Ἀμφιτρύωνος λέγεται· τέταρτος γὰρ δὴ ἀπόγονος καὶ οὗτος ἦν Πέλοπος, λέγεται δὲ καὶ ὡς ἔθυσεν ἐς τὸν βόθρον τῷ Πέλοπι.
据说,这是安菲特律翁之子赫拉克勒斯划分给佩洛普斯的;因为他也是佩洛普斯的第四代后裔,而且据说他还曾在一个坑中为佩洛普斯举行了祭祀。
θύουσι δὲ αὐτῷ καὶ νῦν ἔτι οἱ κατὰ ἔτος τὰς ἀρχὰς ἔχοντες· τὸ δὲ ἱερεῖόν ἐστι κριὸς μέλας.
时至今日,每年掌权的官员们仍向他献祭;祭品是一只黑色的公羊。
ἀπὸ ταύτης οὐ γίνεται τῷ μάντει μοῖρα τῆς θυσίας, τράχηλον δὲ μόνον δίδοσθαι τοῦ κριοῦ καθέστηκε τῷ ὀνομαζομένῳ ξυλεῖ.
在这场祭祀中,预言家得不到任何祭肉的分额,而习惯上规定,公羊的颈部只能给被称为 “克绪流斯”(供木人)的人。
§5.13.3ἔστι δὲ ὁ ξυλεὺς ἐκ τῶν οἰκετῶν τοῦ Διός, ἔργον δὲ αὐτῷ πρόσκειται τὰ ἐς τὰς θυσίας ξύλα τεταγμένου λήμματος καὶ πόλεσι παρέχειν καὶ ἀνδρὶ ἰδιώτῃ· τὰ δὲ λεύκης μόνης ξύλα καὶ ἄλλου δένδρου ἐστὶν οὐδενός·
“克绪流斯”是宙斯的仆役之一,他的职责是收取规定的报酬,为各城市和私人提供祭祀用的木材;而这些木材只能是白杨木,不能是其他任何树木。
ὃς δʼ ἂν ἢ αὐτῶν Ἠλείων ἢ ξένων τοῦ θυομένου τῷ Πέλοπι ἱερείου φάγῃ τῶν κρεῶν, οὐκ ἔστιν οἱ ἐσελθεῖν παρὰ τὸν Δία.
无论是伊利斯人自己还是外邦人,凡是吃了献给佩洛普斯的祭肉的人,都不准进入宙斯的神殿。
τὸ δὲ αὐτὸ καὶ ἐν τῇ Περγάμῳ τῇ ὑπὲρ ποταμοῦ Καΐκου πεπόνθασιν οἱ τῷ Τηλέφῳ θύοντες· ἔστι γὰρ δὴ οὐδὲ τούτοις ἀναβῆναι πρὸ λουτροῦ παρὰ τὸν Ἀσκληπιόν.
在凯科斯河上方的佩尔加蒙,向特勒福斯献祭的人也经历着同样的情况;因为这些人同样不能在沐浴之前上到阿斯克勒庇俄斯那里。
§5.13.4λέγεται δὲ καὶ τοιοῦτον· μηκυνομένου τοῦ πρὸς Ἰλίῳ πολέμου τοῖς Ἕλλησιν, προαγορεῦσαι αὐτοῖς τοὺς μάντεις ὡς αἱρήσουσιν οὐ πρότερον τὴν πόλιν, πρὶν ἂν τὰ Ἡρακλέους τόξα καὶ ὀστοῦν ἐπαγάγωνται Πέλοπος.
还有这样的传说:当希腊人在伊利翁的战争拖延时,预言家向他们预言,除非他们带来了赫拉克勒斯的弓箭和佩洛普斯的骨头,否则他们无法攻占这座城市。
οὕτω δὴ μεταπέμψασθαι μὲν Φιλοκτήτην φασὶν αὐτοὺς ἐς τὸ στρατόπεδον, ἀχθῆναι δὲ καὶ τῶν ὀστῶν ὠμοπλάτην σφίσιν ἐκ Πίσης τῶν Πέλοπος· ὡς δὲ οἴκαδε ἐκομίζοντο, ἀπόλλυται περὶ Εὔβοιαν καὶ ἡ ναῦς ὑπὸ τοῦ χειμῶνος ἡ τὸ ὀστοῦν φέρουσα τὸ Πέλοπος.
于是,据说他们派人将菲洛克特特斯召集到军营中,并且从比萨为他们运来了佩洛普斯骨头中的一块肩胛骨;然而当他们回国时,那艘运载着佩洛普斯骨头的船也在大风暴中在欧波亚附近失事了。
§5.13.5ἔτεσι δὲ ὕστερον πολλοῖς μετὰ ἅλωσιν Ἰλίου Δαμάρμενον ἁλιέα ἐξ Ἐρετρίας ἀφέντα δίκτυον ἐς θάλασσαν τὸ ὀστοῦν ἑλκύσαι, θαυμάσαντα δὲ αὐτοῦ τὸ μέγεθος ἔχειν ἀποκρύψαντα ὑπὸ τὴν ψάμμον.
在伊利翁陷落多年后,来自埃雷特里亚的渔夫达马尔梅诺斯将渔网撒入海中,捞出了这块骨头,并对其巨大感到惊奇,将其藏在沙子下面保存。
τέλος δὲ αὐτὸν ἀφικέσθαι καὶ ἐς Δελφούς, ὅτου τε ἀνδρὸς τὸ ὀστοῦν εἴη καὶ ὅ τι χρηστέον αὐτῷ διδαχθῆναι δεησόμενον.
最后,他也来到了德尔斐,请求得知这块骨头是属于谁的,以及他应该如何处理它。
§5.13.6καί πως κατὰ πρόνοιαν τοῦ θεοῦ τηνικαῦτα πρεσβεία παρῆν Ἠλείων ἐπανόρθωμα αἰτούντων νόσου λοιμώδους· ἀνεῖπεν οὖν σφισιν ἡ Πυθία, τοῖς μὲν ἀνασώσασθαι Πέλοπος τὰ ὀστᾶ, Δαμαρμένῳ δὲ ἀποδοῦναι τὰ εὑρημένα αὐτῷ Ἠλείοις.
也许是在神明的眷顾下,当时刚好有一支伊利斯人的使团在场,请求治愈瘟疫的方法;因此女祭司皮提亚向他们宣告,伊利斯人应该迎回佩洛普斯的骨头,而达马尔梅诺斯则应该将他发现的东西归还给伊利斯人。
καί οἱ ταῦτα ποιήσαντι ἄλλα τε ἀντέδοσαν Ἠλεῖοι καὶ Δαμάρμενόν τε αὐτὸν καὶ ἀπογόνους τοὺς ἐκείνου φύλακας σφᾶς εἶναι τοῦ ὀστοῦ.
在他这样做之后,伊利斯人不仅回赠了他其他东西,还任命达马尔梅诺斯本人及其后代为这块骨头的守护者。
ἡ δὲ ὠμοπλάτη τοῦ Πέλοπος ἠφάνιστο ἤδη κατʼ ἐμέ, ὅτι ἐμοὶ δοκεῖν ἐκέκρυπτο ἐπὶ πολὺ κατὰ τοῦ βυθοῦ καὶ ὁμοῦ τῷ χρόνῳ προσέκαμνεν οὐχ ἥκιστα ὑπὸ τῆς θαλάσσης.
但在我的时代,佩洛普斯的肩胛骨已经消失了,因为在我看来,它被长期埋在海底,随着时间的推移,在海水的侵蚀下受到了不小的损坏。

词汇与语法注释

  1. 5.13.1τοσοῦτον... ὅσον — 指示副词 `τοσοῦτον` 与关系副词 `ὅσον` 构成相关结构,表示两个事物在程度上的对等:“佩洛普斯受到伊利斯人尊崇的程度,正如宙斯在其他神明中受到尊崇一样”。
  2. 5.13.1ἀφεστηκὸς... ὡς — 在指示词 `τοσοῦτον` 之后接 `ὡς` 引导的不定式(`ἀνακεῖσθαι`)以表示程度或结果:“其距离刚好可以在其间安放肖像和其他献纳物”。
  3. 5.13.3ὃς δʼ ἂν... φάγῃ — 这是一个由关系代词 `ὅς`、助词 `ἄν` 和虚拟语气 `φάγῃ` 构成的条件关系从句,意为“凡是吃了……的人”。动词 `φάγῃ` 支配部分属格 `τῶν κρεῶν`(祭肉的一部分)。
  4. 5.13.4πρὶν ἂν... ἐπαγάγωνται — 在否定主句(`οὐ πρότερον...`)之后,时间连词 `πρίν` 连同 `ἄν` 及虚拟语气 `ἐπαγάγωνται` 一起使用,表示必不可少的先决条件:“除非他们带来了……,否则不……”(即“只有带了……才……”)。
  5. 5.13.6ἐμοὶ δοκεῖν — 这是绝对不定式的惯用表达,起副词作用,为整个句子加上“依我看来”或“在我看来”的限制性说明。

引用这一段

保萨尼亚斯, 希腊志 §5.13.1-5.13.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:5.13.1-5.13.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。