Humanitext Reader

保萨尼亚斯 · 希腊志 §5.11.6-5.11.11

宙斯像台座装饰与象牙神像的维护

第 199 段,共 465 段 · 希腊语

内容简介

详细描述了奥林匹亚宙斯神像王座顶部、脚凳及台座上关于诸神与英雄的浮雕,并记述了有关神像尺寸的传说和其完工时降下的神迹。同时,作者还结合雅典和埃皮达鲁斯的神像实例,解释了利用水或橄榄油防止象牙受损的维护方法。

§5.11.6Ἱπποδάμειά τε ἡ Οἰνομάου σὺν τῇ μητρὶ καὶ Προμηθεὺς ἔτι ἐχόμενος μὲν ὑπὸ τῶν δεσμῶν, Ἡρακλῆς δὲ ἐς αὐτὸν ἦρται· λέγεται γὰρ δὴ καὶ τόδε ἐς τὸν Ἡρακλέα, ὡς ἀποκτείναι μὲν τὸν ἀετὸν ὃς ἐν τῷ Καυκάσῳ τὸν Προμηθέα ἐλύπει, ἐξέλοιτο δὲ καὶ αὐτὸν Προμηθέα ἐκ τῶν δεσμῶν.
画中有俄诺玛俄斯的女儿希波达弥亚和她的母亲,以及仍被锁链束缚着的普罗米修斯,赫拉克勒斯正向他走去;因为关于赫拉克勒斯也有这样的说法,即他杀死了在高加索折磨普罗米修斯的雄鹰,并把普罗米修斯本人从锁链中解救出来。
τελευταῖα δὲ ἐν τῇ γραφῇ Πενθεσίλειά τε ἀφιεῖσα τὴν ψυχὴν καὶ Ἀχιλλεὺς ἀνέχων ἐστὶν αὐτήν· καὶ Ἑσπερίδες δύο φέρουσι τὰ μῆλα ὧν ἐπιτετράφθαι λέγονται τὴν φρουράν.
在画作的最后是正在断气的彭忒西勒亚,以及支撑着她的阿喀琉斯;还有两个赫斯珀里得斯正携带其据说委任她们看守的金苹果。
Πάναινος μὲν δὴ οὗτος ἀδελφός τε ἦν Φειδίου καὶ αὐτοῦ καὶ Ἀθήνῃσιν ἐν Ποικίλῃ τὸ Μαραθῶνι ἔργον ἐστὶ γεγραμμένον.
这位帕奈诺斯是菲迪亚斯本人的兄弟,阿特雅那画廊中描绘马拉松战役的画作也是由他所绘。
§5.11.7ἐπὶ δὲ τοῖς ἀνωτάτω τοῦ θρόνου πεποίηκεν ὁ Φειδίας ὑπὲρ τὴν κεφαλὴν τοῦ ἀγάλματος τοῦτο μὲν Χάριτας, τοῦτο δὲ Ὥρας, τρεῖς ἑκατέρας.
在王座的最高处,在神像的头部上方,菲迪亚斯制作了三个美惠三女神和三个时序女神,分别位于两侧。
εἶναι γὰρ θυγατέρας Διὸς καὶ ταύτας ἐν ἔπεσίν ἐστιν εἰρημένα· Ὅμηρος δὲ ἐν Ἰλιάδι ἐποίησε τὰς Ὥρας καὶ ἐπιτετράφθαι τὸν οὐρανὸν καθάπερ τινὰς φύλακας βασιλέως αὐλῆς.
因为在史诗中也有提到,她们也是宙斯的女儿;荷马在《伊利亚特》中描写时序女神们被委以掌管天界的重任,就如同国王宫殿的卫兵一样。
τὸ ὑπόθημα δὲ τὸ ὑπὸ τοῦ Διὸς τοῖς ποσίν, ὑπὸ τῶν ἐν τῇ Ἀττικῇ καλούμενον θρανίον, λέοντάς τε χρυσοῦς καὶ Θησέως ἐπειργασμένην ἔχει μάχην τὴν πρὸς Ἀμαζόνας, τὸ Ἀθηναίων πρῶτον ἀνδραγάθημα ἐς οὐχ ὁμοφύλους.
在宙斯足下的脚凳(被阿提卡的人们称为“特拉尼翁”)上,有金色的狮子,以及刻在上面的忒修斯对抗亚马逊人的战斗,这是雅典人针对异族人的首次英勇功绩。
§5.11.8ἐπὶ δὲ τοῦ βάθρου τοῦ τὸν θρόνον τε ἀνέχοντος καὶ ὅσος ἄλλος κόσμος περὶ τὸν Δία, ἐπὶ τούτου τοῦ βάθρου χρυσᾶ ποιήματα, ἀναβεβηκὼς ἐπὶ ἅρμα Ἤλιος καὶ Ζεύς τέ ἐστι καὶ Ἥρα, ἔτι δὲ Ἥφαιστος, παρὰ δὲ αὐτὸν Χάρις· ταύτης δὲ Ἑρμῆς ἔχεται, τοῦ Ἑρμοῦ δὲ Ἑστία· μετὰ δὲ τὴν Ἑστίαν Ἔρως ἐστὶν ἐκ θαλάσσης Ἀφροδίτην ἀνιοῦσαν ὑποδεχόμενος, τὴν δὲ Ἀφροδίτην στεφανοῖ Πειθώ·
在支撑王座以及宙斯周围所有其他装饰的台座上,在这个台座上有金色的雕饰:乘上战车的赫利俄斯、宙斯和赫拉,此外还有赫淮斯托斯,在他旁边是一位美惠女神;紧挨着她的是赫耳墨斯,紧挨着赫耳墨斯的是赫斯提亚;在赫斯提亚之后是迎接着从海中升起的阿佛洛狄忒的厄洛斯,而培托正在为阿佛洛狄忒加冕。
ἐπείργασται δὲ καὶ Ἀπόλλων σὺν Ἀρτέμιδι Ἀθηνᾶ τε καὶ Ἡρακλῆς, καὶ ἤδη τοῦ βάθρου πρὸς τῷ πέρατι Ἀμφιτρίτη καὶ Ποσειδῶν Σελήνη τε ἵππον ἐμοὶ δοκεῖν ἐλαύνουσα.
此外还刻有阿波罗与阿耳忒弥斯、雅典娜和赫拉克勒斯,在接近台座末端的地方有安菲特里忒和波塞冬,以及在我看来正骑着马的塞勒涅。
τοῖς δέ ἐστιν εἰρημένα ἐφʼ ἡμιόνου τὴν θεὸν ὀχεῖσθαι καὶ οὐχ ἵππου, καὶ λόγον γέ τινα ἐπὶ τῷ ἡμιόνῳ λέγουσιν εὐήθη.
但有人说这位女神骑的是骡子而不是马,并且还讲了一个关于骡子的愚蠢故事。
§5.11.9μέτρα δὲ τοῦ ἐν Ὀλυμπίᾳ Διὸς ἐς ὕψος τε καὶ εὖρος ἐπιστάμενος γεγραμμένα οὐκ ἐν ἐπαίνῳ θήσομαι τοὺς μετρήσαντας, ἐπεὶ καὶ τὰ εἰρημένα αὐτοῖς μέτρα πολύ τι ἀποδέοντά ἐστιν ἢ τοῖς ἰδοῦσι παρέστηκεν ἐς τὸ ἄγαλμα δόξα, ὅπου γε καὶ αὐτὸν τὸν θεὸν μάρτυρα ἐς τοῦ Φειδίου τὴν τέχνην γενέσθαι λέγουσιν.
关于奥林匹亚的宙斯在高度和宽度上的尺寸,虽然我知道有记录的数值,但我不会称赞那些测量者,因为他们所说的尺寸远不如该神像给观看者留下的印象那么宏伟;事实上,他们说神本人也成为了菲迪亚斯技艺的见证者。
ὡς γὰρ δὴ ἐκτετελεσμένον ἤδη τὸ ἄγαλμα ἦν, ηὔξατο ὁ Φειδίας ἐπισημῆναι τὸν θεὸν εἰ τὸ ἔργον ἐστὶν αὐτῷ κατὰ γνώμην· αὐτίκα δʼ ἐς τοῦτο τοῦ ἐδάφους κατασκῆψαι κεραυνόν φασιν, ἔνθα ὑδρία καὶ ἐς ἐμὲ ἐπίθημα ἦν ἡ χαλκῆ.
因为当神像已经完成时,菲迪亚斯祈求神降下征兆,以表明这件作品是否符合他的心意;他们说,闪电立即击中了地板上的这一处,直到我的时代,那里还放着青铜水罐和它的盖子。
§5.11.10ὅσον δὲ τοῦ ἐδάφους ἐστὶν ἔμπροσθεν τοῦ ἀγάλματος, τοῦτο οὐ λευκῷ, μέλανι δὲ κατεσκεύασται τῷ λίθῳ· περιθεῖ δὲ ἐν κύκλῳ τὸν μέλανα λίθου Παρίου κρηπίς, ἔρυμα εἶναι τῷ ἐλαίῳ τῷ ἐκχεομένῳ.
神像前方的地板部分不是用白色,而是用黑色石头铺设的;一圈帕罗斯大理石的边缘环绕着黑色石头,以此作为防止倾倒出的橄榄油流失的障壁。
ἔλαιον γὰρ τῷ ἀγάλματί ἐστιν ἐν Ὀλυμπίᾳ συμφέρον, καὶ ἔλαιόν ἐστι τὸ ἀπεῖργον μὴ γίνεσθαι τῷ ἐλέφαντι βλάβος διὰ τὸ ἑλῶδες τῆς Ἄλτεως.
因为在奥林匹亚,橄榄油对神像是有益的,正是橄榄油防止了象牙因阿尔提斯的潮湿而受损。
ἐν ἀκροπόλει δὲ τῇ Ἀθηναίων τὴν καλουμένην Παρθένον οὐκ ἔλαιον, ὕδωρ δὲ τὸ ἐς τὸν ἐλέφαντα ὠφελοῦν ἐστιν· ἅτε γὰρ αὐχμηρᾶς τῆς ἀκροπόλεως οὔσης διὰ τὸ ἄγαν ὑψηλόν, τὸ ἄγαλμα ἐλέφαντος πεποιημένον ὕδωρ καὶ δρόσον τὴν ἀπὸ τοῦ ὕδατος ποθεῖ.
然而,在雅典人的卫城上,对于所谓的帕特农神像,对象牙有益的不是橄榄油,而是水;因为卫城因其极高而干燥,用象牙制成的神像渴望水以及由水产生的湿气。
§5.11.11ἐν Ἐπιδαύρῳ δὲ ἐρομένου μου καθʼ ἥντινα αἰτίαν οὔτε ὕδωρ τῷ Ἀσκληπιῷ σφισιν οὔτε ἔλαιόν ἐστιν ἐγχεόμενον, ἐδίδασκόν με οἱ περὶ τὸ ἱερὸν ὡς καὶ τὸ ἄγαλμα τοῦ θεοῦ καὶ ὁ θρόνος ἐπὶ φρέατι εἴη πεποιημένα.
当我在埃皮达鲁斯询问为什么他们既不给阿斯克勒庇俄斯浇水也不浇橄榄油时,圣所周围的人告诉我,神的雕像和王座都是建造在一口井之上的。

词汇与语法注释

  1. 5.11.6ὧν ἐπιτετράφθαι λέγονται τὴν φρουράν — 关系代名词 `ὧν` 为属格,指代前件 `μῆλα`(苹果),修饰名词 `τὴν φρουράν`(看守、监护)。被动不定式 `ἐπιτετράφθαι`(被委任)源自主宾双对格结构的动词 `ἐπιτρέπω`(将某物委托给某人),在此被动句中,接受委托的主体(此处指赫斯珀里得斯们)成为了主语,而原双宾语中的另一个对格 `τὴν φρουράν` 依然作为保留对格留在原位。
  2. 5.11.8ἐμοὶ δοκεῖν — 这是不定式的绝对用法(绝对不定式),作为插入语发挥作用,表示“在我看来”或“依我之见”的限制性含义。
  3. 5.11.9ἐπιστάμενος — 与主句主语(作者本人)一致的现在分词,在此处表示让步(“虽然我知道”)。紧随其后的 `γεγραμμένα` 是与宾语 `μέτρα` 一致的形容词或分词用法,意为“被记录的(尺寸)”。
  4. 5.11.11ἐρομένου μου — 属格独立结构(即绝对属格),其中与主句主语(`οἱ περὶ τὸ ἱερὸν`)不同的代词(作者 `μου`)作为分词 `ἐρομένου` 的逻辑主语。在此处起时间副词从句的作用(“当我要问时”)。

引用这一段

保萨尼亚斯, 希腊志 §5.11.6-5.11.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:5.11.6-5.11.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。