Humanitext Reader

保萨尼亚斯 · 希腊志 §5.10.6-5.10.10

宙斯神殿的东西山墙雕塑与装饰

第 197 段,共 465 段 · 希腊语

内容简介

作者描述了奥林匹亚宙斯神殿东侧和西侧山墙上的雕塑群,详细介绍了东侧佩洛普斯的马车竞技和西侧拉皮泰人与半人马的战斗,并说明了神殿内外的浮雕与结构。

§5.10.6τὰ δὲ ἐν τοῖς ἀετοῖς, ἔστιν ἔμπροσθεν Πέλοπος ἡ πρὸς Οἰνόμαον τῶν ἵππων ἅμιλλα ἔτι μέλλουσα καὶ τὸ ἔργον τοῦ δρόμου παρὰ ἀμφοτέρων ἐν παρασκευῇ.
至于山墙上的浮雕,在前方(东侧)是佩洛普斯与俄诺玛俄斯之间尚未开始的马车竞技,双方都在准备比赛。
Διὸς δὲ ἀγάλματος κατὰ μέσον πεποιημένου μάλιστα τὸν ἀετόν, ἔστιν Οἰνόμαος ἐν δεξιᾷ τοῦ Διὸς ἐπικείμενος κράνος τῇ κεφαλῇ, παρὰ δὲ αὐτὸν γυνὴ Στερόπη, θυγατέρων καὶ αὕτη τῶν Ἄτλαντος·
由于宙斯的神像被制作在山墙的几乎正中央,俄诺玛俄斯在宙斯的右侧,头上戴着头盔,在他身旁是他的妻子斯忒洛佩,她也是阿特拉斯的女儿们之一。
Μυρτίλος δέ, ὃς ἤλαυνε τῷ Οἰνομάῳ τὸ ἅρμα, κάθηται πρὸ τῶν ἵππων, οἱ δέ εἰσιν ἀριθμὸν οἱ ἵπποι τέσσαρες.
为俄诺玛俄斯驾驭战车的米尔提洛斯坐在马匹前方,马匹在数量上是四匹。
μετὰ δὲ αὐτόν εἰσιν ἄνδρες δύο· ὀνόματα μέν σφισιν οὐκ ἔστι, θεραπεύειν δὲ ἄρα τοὺς ἵππους καὶ τούτοις προσετέτακτο ὑπὸ τοῦ Οἰνομάου.
在他(米尔提洛斯)后面有两个男子;他们没有名字,但看来奉俄诺玛俄斯之命,照料马匹的任务也被交给了这两个人。
§5.10.7πρὸς αὐτῷ δὲ κατάκειται τῷ πέρατι Κλάδεος· ἔχει δὲ καὶ ἐς τὰ ἄλλα παρʼ Ἠλείων τιμὰς ποταμῶν μάλιστα μετά γε Ἀλφειόν.
就在最边缘躺着克拉德俄斯;除了其他方面,他在埃利斯人中在河流中享有最高的荣誉,至少仅次于阿尔斐俄斯。
τὰ δὲ ἐς ἀριστερὰ ἀπὸ τοῦ Διὸς ὁ Πέλοψ καὶ Ἱπποδάμεια καὶ ὅ τε ἡνίοχός ἐστι τοῦ Πέλοπος καὶ ἵπποι δύο τε ἄνδρες, ἱπποκόμοι δὴ καὶ οὗτοι τῷ Πέλοπι.
从宙斯看去左侧是佩洛普斯、希波达梅娅、佩洛普斯的御者、马匹以及两个男子,这两个人确实也是佩洛普斯的马夫。
καὶ αὖθις ὁ ἀετὸς κάτεισιν ἐς στενόν, καὶ κατὰ τοῦτο Ἀλφειὸς ἐπʼ αὐτοῦ πεποίηται.
接着山墙再次向下收窄,在这个位置,阿尔斐俄斯被制作在上面。
τῷ δὲ ἀνδρὶ ὃς ἡνιοχεῖ τῷ Πέλοπι λόγῳ μὲν τῷ Τροιζηνίων ἐστὶν ὄνομα Σφαῖρος, ὁ δὲ ἐξηγητὴς ἔφασκεν ὁ ἐν Ὀλυμπίᾳ Κίλλαν εἶναι.
至于为佩洛普斯驾驭战车的男子,根据特罗曾人的说法,其名字是斯法伊罗斯,但奥林匹亚的向导声称他是基拉斯。
§5.10.8τὰ μὲν δὴ ἔμπροσθεν ἐν τοῖς ἀετοῖς ἐστι Παιωνίου, γένος ἐκ Μένδης τῆς Θρᾳκίας, τὰ δὲ ὄπισθεν αὐτῶν Ἀλκαμένους, ἀνδρὸς ἡλικίαν τε κατὰ Φειδίαν καὶ δευτερεῖα ἐνεγκαμένου σοφίας ἐς ποίησιν ἀγαλμάτων.
前方山墙上的作品是帕伊奥尼俄斯创作的,他来自色雷斯的门德;而后方的作品是阿尔卡梅内斯创作的,他在年龄上与菲迪亚斯同时代,并在雕像制作的技艺上获得了第二名的荣誉。
τὰ δὲ ἐν τοῖς ἀετοῖς ἐστιν αὐτῷ Λαπιθῶν ἐν τῷ Πειρίθου γάμῳ πρὸς Κενταύρους ἡ μάχη.
他创作的山墙浮雕是拉皮泰人在皮里托俄斯婚礼上与半人马的战斗。
κατὰ μὲν δὴ τοῦ ἀετοῦ τὸ μέσον Πειρίθους ἐστίν· παρὰ δὲ αὐτὸν τῇ μὲν Εὐρυτίων ἡρπακὼς τὴν γυναῖκά ἐστι τοῦ Πειρίθου καὶ ἀμύνων Καινεὺς τῷ Πειρίθῳ, τῇ δὲ Θησεὺς ἀμυνόμενος πελέκει τοὺς Κενταύρους· Κένταυρος δὲ ὁ μὲν παρθένον, ὁ δὲ παῖδα ἡρπακώς ἐστιν ὡραῖον.
在山墙的正中央是皮里托俄斯;在他的一侧是夺走了皮里托俄斯妻子的欧律提翁,以及在援助皮里托俄斯的凯涅乌斯,在另一侧是忒修斯正用斧头抵御半人马;在半人马中,一个夺走了一位少女,另一个夺走了一位英俊的少年。
ἐποίησε δὲ ἐμοὶ δοκεῖν ταῦτα ὁ Ἀλκαμένης, Πειρίθουν τε εἶναι Διὸς ἐν ἔπεσι τοῖς Ὁμήρου δεδιδαγμένος καὶ Θησέα ἐπιστάμενος ὡς εἴη τέταρτος ἀπὸ Πέλοπος.
在我看来,阿尔卡梅内斯创作这些,是因为他在荷马的诗篇中得知皮里托俄斯是宙斯之子,并知晓忒修斯是佩洛普斯以下的第四代子孙。
§5.10.9ἔστι δὲ ἐν Ὀλυμπίᾳ καὶ Ἡρακλέους τὰ πολλὰ τῶν ἔργων.
在奥林匹亚也有赫拉克勒斯的大部分功业。
ὑπὲρ μὲν τοῦ ναοῦ πεποίηται τῶν θυρῶν ἡ ἐξ Ἀρκαδίας ἄγρα τοῦ ὑὸς καὶ τὰ πρὸς Διομήδην τὸν Θρᾷκα καὶ ἐν Ἐρυθείᾳ πρὸς Γηρυόνην, καὶ Ἄτλαντός τε τὸ φόρημα ἐκδέχεσθαι μέλλων καὶ τῆς κόπρου καθαίρων τὴν γῆν ἐστιν Ἠλείοις·
在神殿大门上方制作的是从阿卡迪亚捕获野猪、针对色雷斯人迪奥墨德斯的功业、在厄律忒亚针对格律翁的功业,以及他正要接替阿特拉斯的重担,并为埃利斯人清理土地上的粪便。
ὑπὲρ δὲ τοῦ ὀπισθοδόμου τῶν θυρῶν τοῦ ζωστῆρος τὴν Ἀμαζόνα ἐστὶν ἀφαιρούμενος καὶ τὰ ἐς τὴν ἔλαφον καὶ τὸν ἐν Κνωσσῷ ταῦρον καὶ ὄρνιθας τὰς ἐπὶ Στυμφήλῳ καὶ ἐς ὕδραν τε καὶ τὸν ἐν τῇ γῇ τῇ Ἀργείᾳ λέοντα.
在后室大门上方,是他正从亚马逊人那里夺取腰带、关于雌鹿的功业、克诺索斯的公牛、斯廷法洛斯的鸟群、关于许德拉的功业,以及在阿耳戈斯土地上的狮子。
§5.10.10τὰς θύρας δὲ ἐσιόντι τὰς χαλκᾶς, ἔστιν ἐν δεξιᾷ πρὸ τοῦ κίονος Ἴφιτος ὑπὸ γυναικὸς στεφανούμενος Ἐκεχειρίας, ὡς τὸ ἐλεγεῖον τὸ ἐπʼ αὐτοῖς φησιν.
对于进入青铜大门的人来说,在右侧柱子前是伊菲托斯正被一个名叫埃克契里亚的女人冠以花冠,正如他们上面的双行体诗所说。
ἑστήκασι δὲ καὶ ἐντὸς τοῦ ναοῦ κίονες, καὶ στοαί τε ἔνδον ὑπερῷοι καὶ πρόσοδος διʼ αὐτῶν ἐπὶ τὸ ἄγαλμά ἐστι.
神殿内部也立着柱子,里面有二楼的廊道,通过它们有通往神像的通道。
πεποίηται δὲ καὶ ἄνοδος ἐπὶ τὸν ὄροφον σκολιά.
此外,也建造了通往屋顶的弯曲通道。

词汇与语法注释

  1. §5.10.6Διὸς δὲ ἀγάλματος κατὰ μέσον πεποιημένου μάλιστα τὸν ἀετόν — 属格独立结构。在介词短语 κατὰ μέσον μάλιστα τὸν ἀετόν(几乎在山墙正中央)中,宾格 τὸν ἀετόν 受介词 κατά 的支配。
  2. §5.10.6θεραπεύειν δὲ ἄρα τοὺς ἵππους καὶ τούτοις προσετέτακτο — 不定式短语 θεραπεύειν τοὺς ἵππους(照料马匹)作为无人称被动动词 προσετέτακτο 的主语。καὶ τούτοις 是与格,表示“也对这两个人”。
  3. §5.10.8ἐμοὶ δοκεῖν — 限制性绝对不定式,作插入语,意为“在我看来”或“依我之见”。
  4. §5.10.8Θησέα ἐπιστάμενος ὡς εἴη τέταρτος — 先取(prolepsis)结构。本应是 ὡς 从句逻辑主语的 Θησεύς,被提前作为分词 ἐπιστάμενος 的直接宾语(宾格 Θησέα)。
  5. §5.10.10ἐσιόντι — 关系与格或判断者与格(字面意为“对于进入的人”),用于确立观察者的视角。

引用这一段

保萨尼亚斯, 希腊志 §5.10.6-5.10.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:5.10.6-5.10.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。