Humanitext Reader

保萨尼亚斯 · 希腊志 §4.9.1-4.9.10

退守伊托梅山与阿里斯托德摩斯之女的牺牲

第 149 段,共 465 段 · 希腊语

内容简介

战后陷入困境的美塞尼亚人退守伊托梅山,并根据德尔斐的神谕企图献祭一名埃皮托斯家族的处女。阿里斯托德摩斯自愿献出女儿,但因其未婚夫的虚假言论而愤怒地杀死了她;国王尤法埃斯随后宣布神谕已达成,以此安抚民众。

§4.9.1τοῖς δὲ Μεσσηνίοις μετὰ τὴν μάχην πονηρὰ γίνεσθαι τὰ πράγματα ἤρχετο· δαπάνῃ τε γὰρ χρημάτων ἀπειρήκεσαν, ἃ τῶν πόλεων ἀνήλισκον ἐς τὰς φρουράς, καὶ οἱ δοῦλοι παρὰ τοὺς Λακεδαιμονίους ηὐτομόλουν, τοῖς δὲ καὶ νόσος ἐνέπεσε καὶ ταραχὰς μὲν παρέσχεν ὡς εἴη λοιμώδης, οὐ μὴν ἐς ἅπαντάς γε ἐχώρησεν.
对于美塞尼亚人来说,战后事态开始变得恶劣;因为他们因资金耗尽而疲惫不堪,这些资金是他们从各城市支出用于维持驻军的,而且他们的奴隶也纷纷逃亡到拉刻代蒙人那里,此外他们还爆发了疫病,这疫病因具有传染性而引起了混乱,不过确实没有蔓延到所有人。
βουλευομένοις δὲ πρὸς τὰ παρόντα ἐδόκει τὰ μὲν πολλὰ πολίσματα τὰ ἐς μεσόγαιαν πάντα ἐκλείπειν, ἐς δὲ τὸ ὄρος ἀνοικίζεσθαι τὴν Ἰθώμην.
因此,在针对目前局势进行商议时,他们决定放弃几乎所有内陆的小城镇,迁往伊托梅山。
§4.9.2ἦν δὲ καὶ πόλισμα αὐτόθι οὐ μέγα, ὃ καὶ Ὅμηρόν φασιν ἔχειν ἐν καταλόγῳ· " καὶ Ἰθώμην κλιμακόεσσαν.
那里也有一个不大的小城镇,据传说荷马也在其《船名录》中提及过: “以及险峻的伊托梅。
" ἐς τοῦτο τὸ πόλισμα ἀνῳκίζοντο, ἐπεκτείνοντες τὸν ἀρχαῖον περίβολον ἔρυμα εἶναι πᾶσιν αὔταρκες.
” 他们迁入这个小城镇,扩建古老的外墙,使其成为足以容纳所有人的防御工事。
ἦν δὲ τὸ χωρίον καὶ ἄλλως ἐχυρόν· ἡ γὰρ Ἰθώμη μεγέθει τε οὐδενὸς ἀποδεῖ τῶν ὀρῶν ὁπόσα ἐντός ἐστιν ἰσθμοῦ καὶ δύσβατος κατὰ τοῦτο μάλιστα ἦν.
该地在其他方面也十分坚固;因为伊托梅山在规模上不亚于地峡内的任何山脉,且在这方面尤其难以攀登。
§4.9.3ἐδόκει δὲ καὶ θεωρὸν πέμψαι σφίσιν ἐς Δελφούς.
他们还决定派神使前往德尔斐。
ἀποστέλλουσιν οὖν Τῖσιν τὸν Ἄλκιδος, καὶ ἀξιώματι οὐδενὸς ὕστερον καὶ ὅτι προσκεῖσθαι μαντικῇ μάλιστα ἐνομίζετο.
于是他们派遣了阿尔基德斯之子蒂シス,他在声望上不亚于任何人,且被认为最潜心于占卜之术。
τοῦτον τὸν Τῖσιν ἐπανιόντα ἐκ Δελφῶν λοχῶσιν ἄνδρες Λακεδαιμονίων ἀπὸ τῆς ἐν Ἀμφείᾳ φρουρᾶς· λοχήσαντες δὲ—οὐ γὰρ ὑπεῖκεν αἰχμάλωτος γενέσθαι— περιμένοντα οὖν ἀμύνεσθαι καὶ ἀνθεστηκότα ἐτίτρωσκον, ἐς ὃ γίνεται βοή σφισιν ἐξ ἀφανοῦς “τὸν χρησμοφόρον μέθες.
当这位蒂シス从德尔斐返回时,在阿姆菲亚驻军的拉刻代蒙人设伏袭击了他;他们设下埋伏后——因为蒂シス不愿屈服被俘——在他坚守防线并进行抵抗时打伤了他,直到一个声音从暗处向他们喊道:“放走传达神谕的人。
§4.9.4καὶ Τῖσις μὲν ὡς ἀπεσώθη τάχιστα ἐς Ἰθώμην καὶ τὴν μαντείαν παρὰ τὸν βασιλέα ἀνήνεγκε, μετʼ οὐ πολὺ ὑπὸ τῶν τραυμάτων τελευτᾷ· τοὺς δὲ Μεσσηνίους συναθροίσας ὁ Εὐφαὴς ἐπεδείκνυ τὸν χρησμόν· " κόρην ἄχραντον νερτέροισι δαίμοσι, κλήρῳ λαχοῦσαν Αἰπυτιδῶν ἀφʼ αἵματος, θυηπολεῖτε νυκτέροισιν ἐν σφαγαῖς.
” 蒂シス以最快的速度逃回伊托梅,并将神谕呈报给国王,不久后便因伤重去世;而尤法埃斯召集了美塞尼亚人,向他们展示了神谕: “将埃皮托斯家族血统中,凭签选出的纯洁处女,献祭给冥府的神明,在夜间的屠宰中。
ἢν δὲ σφαλῆτε, καὶ παρʼ ἀλλοίου τότε θύειν, διδόντος ἐς σφαγὴν ἑκουσίως. "
但若你们失败,则从他人那里,献祭那自愿走向屠宰之人。
§4.9.5ταῦτα τοῦ θεοῦ δηλώσαντος αὐτίκα ἐκληροῦντο ὅσαι παρθένοι τοῦ Αἰπυτιδῶν γένους ἦσαν· καὶ ἐπελάμβανε γὰρ Λυκίσκου θυγατέρα ὁ κλῆρος, ταύτην Ἐπήβολος ὁ μάντις ἀπηγόρευεν ὡς οὐ δέοι θύειν, οὐ γὰρ εἶναι Λυκίσκου· τὴν δὲ γυναῖκα ἣ Λυκίσκῳ συνῴκησεν, ὡς τεκεῖν οὔκουν οἵα τε ἦν, τὴν παῖδα ὑποβαλέσθαι.
” 神如此指示后,他们立即对所有属于埃皮托斯家族的处女进行抽签;当签落到吕基斯科斯的女儿身上时,预言家埃佩波罗斯阻止献祭她,称她并非吕基斯科斯所生,而是与吕基斯科斯同居的妻子因无法生育,便将这孩子冒充为自己的。
ἐν ὅσῳ δὲ οὗτος ἀνεδίδασκε τὰ ἐς αὐτήν, ἐν τοσῷδε ὁ Λυκίσκος ἀπαγόμενος ἅμα καὶ τὴν παρθένον ηὐτομόλησεν ἐς Σπάρτην.
当他正在解释关于她的情况时,吕基斯科斯带着那个处女逃亡到了斯巴达。
§4.9.6ἐχόντων δὲ ἀθύμως τῶν Μεσσηνίων ὡς Λυκίσκον ἀποδράντα ᾔσθοντο, ἐνταῦθά σφισιν Ἀριστόδημος ἀνὴρ καὶ γένους τοῦ Αἰπυτιδῶν καὶ Λυκίσκου τῇ τε ἄλλῃ δόξῃ καὶ τὰ ἐς πόλεμον ἐπιφανέστερος ἐδίδου τὴν θυγατέρα ἑκὼν θῦσαι.
在美塞尼亚人因察觉到吕基斯科斯逃跑而气馁时,此时,身为埃皮托斯家族成员、且在其他声望和军事才能上都比吕基斯科斯更为杰出的阿里斯托德摩斯,自愿献出自己的女儿用于祭祀。
τὰ δὲ ἀνθρώπων καὶ οὐχ ἥκιστα τὸ πρόθυμον ἡ πεπρωμένη κατὰ ταὐτὰ ἐπικρύπτει καὶ εἰ ψηφῖδα ἐπιλαβοῦσα ἰλὺς ποταμοῦ, ὅπου καὶ τότε Ἀριστοδήμῳ διασώσασθαι Μεσσήνην ἀγώνισμα ποιουμένῳ ἐμπόδιον ἐπήγαγε τοιόνδε.
然而,命运就像河流的泥沙掩埋卵石一样,以同样的方式遮蔽了人类的事务,尤其是他们的热忱;甚至在当时,对于正致力于拯救美塞尼亚的阿里斯托德摩斯,命运也给他带来了如下的障碍。
§4.9.7ἀνὴρ τῶν Μεσσηνίων—τὸ δὲ ὄνομα οὐ λέγουσιν—ἐρῶν ἔτυχε τοῦ Ἀριστοδήμου τῆς θυγατρός, τότε δὲ ἤδη ἔμελλε καὶ γυναῖκα ἄξεσθαι.
美塞尼亚人中的一个男子——他们没有提及名字——恰好爱上了阿里斯托德摩斯的女儿,且在当时已经准备娶她为妻。
οὗτος κατʼ ἀρχὰς μὲν ἐς ἀμφισβήτησιν Ἀριστοδήμῳ προῆλθεν, ἐκεῖνον μὲν ἐγγυήσαντά οἱ μηκέτι εἶναι κύριον τῆς παιδός, αὐτὸς δὲ ἐγγυησάμενος κυριώτερος ἐκείνου γίνεσθαι.
这名男子起初与阿里斯托德摩斯发生了争执,声称对方已经将女儿许配给他,因此不再是该女孩的监护人,而他自己既然已经订婚,便比对方拥有更大的所有权。
δεύτερα δὲ ὡς τοῦτο οὐχ ἑώρα οἱ κατορθούμενον, ἐπʼ ἀναίσχυντον τρέπεται λόγον· §4.9.8ξυγγενέσθαι τε τῇ παιδὶ καὶ κύειν ἐξ αὐτοῦ.
其次,当他看到这招行不通时,便转向了无耻之言:声称自己已与该女孩同房,且她已怀有他的孩子。
τέλος δὲ ἐς τοσοῦτον Ἀριστόδημον προήγαγεν ὡς ἐκμανέντα ὑπὸ τοῦ θυμοῦ τὴν θυγατέρα ἀποκτεῖναι· μετὰ δὲ ἀνέτεμνε καὶ ἐπεδείκνυεν αὐτὴν οὐκ ἔχουσαν ἐν γαστρί.
最终,他将阿里斯托德摩斯逼到了这样的境地,以至于阿里斯托德摩斯因愤怒而发狂,杀死了自己的女儿;随后他剖开她的身体,证明她并未怀孕。
παρὼν δὲ Ἐπήβολος ἐκέλευεν ἄλλον τινὰ τὸν θυγατέρα ἐπιδώσοντα γενέσθαι· τῆς γὰρ τοῦ Ἀριστοδήμου πλέον εἶναί σφισιν ἀποθανούσης οὐδέν· φονεῦσαι γὰρ τὸν πατέρα αὐτήν, θεοῖς δὲ οἷς ἡ Πυθία προσέταξεν οὐ θῦσαι.
然而,在场的埃佩波罗斯命令应由其他人来献出女儿;因为阿里斯托德摩斯女儿之死并没有给他们带来任何进展,因为是父亲杀死了她,而不是把她献祭给女祭司所指示的神明。
§4.9.9τοιαῦτα εἰπόντος τοῦ μάντεως τὸ πλῆθος τῶν Μεσσηνίων ὥρμησεν ἀποκτενοῦντες τὸν μνηστῆρα τῆς παιδός, ὡς Ἀριστοδήμῳ τε μίασμα εἰκαῖον προσάψαντα καὶ σφίσι τῆς σωτηρίας τὴν ἐλπίδα ἀμφίβολον πεποιηκότα.
预言家说了这些话后,完美塞尼亚的群众便冲上去要杀死女孩的未婚夫,认为他给阿里斯托德摩斯染上了无妄的污秽,并使他们得救的希望变得不确定。
ἢν δὲ ὁ ἀνὴρ οὗτος ἐς τὰ μάλιστα τῷ Εὐφαεῖ φίλος· πείθει οὖν τοὺς Μεσσηνίους Εὐφαὴς τόν τε χρησμὸν ἔχειν τέλος ἀποθανούσης τῆς παιδὸς καὶ σφίσιν ἀποχρᾶν τὰ ὑπὸ Ἀριστοδήμου πεποιημένα.
然而,这名男子恰好是尤法埃斯极亲密的朋友;因此尤法埃斯说服了美塞尼亚人,称由于女孩的死,神谕已经达成,阿里斯托德摩斯所做的对他们来说已经足够了。
§4.9.10λέγοντος δὲ ταῦτα ἔφασαν τὰ ὄντα λέγειν ὅσοι τοῦ Αἰπυτιδῶν γένους ἦσαν· ἀπεῖναι γάρ σφισι τὸ δέος τὸ ἐπὶ τῇ θυγατρὶ ἕκαστος ἔσπευδε.
在他这样说的时候,所有埃皮托斯家族的人都说他说的是事实;因为每个人都急于消除对自己女儿的担忧。
καὶ οἱ μὲν τοῦ βασιλέως τῇ παραινέσει πειθόμενοι τὴν ἐκκλησίαν διαλύουσι καὶ ἀπʼ αὐτῆς πρός τε θυσίας θεῶν καὶ ἑορτὴν τρέπονται·
于是,他们服从国王的劝告,解散了集会,并从那里转向祭神和节日。

词汇与语法注释

  1. §4.9.1τοῖς δὲ Μεσσηνίοις μετὰ τὴν μάχην πονηρὰ γίνεσθαι τὰ πράγματα ἤρχετο — 动词 ἤρχετο(开始)伴随现在时不定式 γίνεσθαι,表示“事态开始变坏”。τοῖς δὲ Μεσσηνίοις 是不利与格(dativus incommodi),指示受主语 τὰ πράγματα(事态)影响的对象。
  2. §4.9.3περιμένοντα οὖν ἀμύνεσθαι καὶ ἀνθεστηκότα ἐτίτρωσκον — 分词 περιμένοντα 和 ἀνθεστηκότα 为宾格,修饰前文的 Τῖσιν(蒂シス)。这里的 περιμένοντα 意为“坚守、毫不退让”,与不定式 ἀμύνεσθαι(防卫自己)一同生动地描绘了蒂シス进行抵抗的姿态。
  3. §4.9.6τὰ δὲ ἀνθρώπων καὶ οὐχ ἥκιστα τὸ πρόθυμον ἡ πεπρωμένη κατὰ ταὐτὰ ἐπικρύπτει καὶ εἰ ψηφῖδα ἐπιλαβοῦσα ἰλὺς ποταμοῦ — 这是一个极其倒装且复杂的句子。主语是后半部分的 ἡ πεπρωμένη(命运),动词是 ἐπικρύπτει(遮蔽)。宾语是开头的 τὰ δὲ ἀνθρώπων(人类的事务)和 τὸ πρόθυμον(热忱)。καὶ εἰ 引入比喻(“正如、好似”),以 ἰλὺς ποταμοῦ(河泥)作为比喻的主语,伴随分词 ἐπιλαβοῦσα(覆盖、抓住)及其宾语 ψηφῖδα(卵石)。
  4. §4.9.7ἐκεῖνον μὲν ἐγγυήσαντά οἱ μηκέτι εἶναι κύριον τῆς παιδός — 属于宾格加不定式(AcI)结构的一部分。分词 ἐγγυήσαντα(已许配)以阿里斯托德摩斯为其实际主语。不定式 εἶναι 的主语由宾格代词 ἐκεῖνον(即他)表示,后续的表语名词 κύριον 也与该不定式的宾格主语保持一致,采用宾格。

引用这一段

保萨尼亚斯, 希腊志 §4.9.1-4.9.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:4.9.1-4.9.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。