Humanitext Reader

保萨尼亚斯 · 希腊志 §4.33.1-4.33.7

伊托梅山与通往阿卡迪亚途中的遗迹

第 178 段,共 465 段 · 希腊语

内容简介

保萨尼亚斯介绍了伊托梅山的克雷普修德拉泉以及宙斯崇拜的起源,随后记述了他前往阿卡迪亚途中的见闻,包括卡尔纳西翁圣林、安达尼亚遗迹、多里翁遗迹,以及关于诗人塔米里斯的传说。

§4.33.1ἐς δὲ τὴν κορυφὴν ἐρχομένῳ τῆς Ἰθώμης, ἣ δὴ Μεσσηνίοις ἐστὶν ἀκρόπολις, πηγὴ Κλεψύδρα γίνεται.
对于前往美塞尼亚人的卫城伊托梅山顶的人来说,会看到被称为“克雷普修德拉”的泉水。
πάντας μὲν οὖν καταριθμήσασθαι καὶ προθυμηθέντι ἄπορον, ὁπόσοι θέλουσι γενέσθαι καὶ τραφῆναι παρὰ σφίσι Δία· μέτεστι δʼ οὖν καὶ Μεσσηνίοις τοῦ λόγου·
因此,即使非常热切地想要列举出所有主张宙斯在他们那里诞生和抚养的人,也是不可能的;然而,美塞尼亚人也参与了这一主张。
φασὶ γὰρ καὶ οὗτοι τραφῆναι παρὰ σφίσι τὸν θεόν, Ἰθώμην δὲ εἶναι καὶ Νέδαν τὰς θρεψαμένας, κεκλῆσθαι δὲ ἀπὸ μὲν τῆς Νέδας τὸν ποταμόν, τὴν δὲ ἑτέραν τῷ ὄρει τὴν Ἰθώμην δεδωκέναι τὸ ὄνομα.
因为他们也说神是在他们那里被抚养长大的,抚养他的是伊托梅和内达,河流因内达而得名,而另一位仙女则将她的名字赋予了伊托梅山。
ταύτας δὲ τὰς νύμφας τὸν Δία, κλαπέντα ὑπὸ Κουρήτων διὰ τὸ ἐκ τοῦ πατρὸς δεῖμα, ἐνταῦθα λοῦσαι λέγουσι καὶ τὸ ὄνομα εἶναι τῷ ὕδατι ἀπὸ τῶν Κουρήτων τῆς κλοπῆς· φέρουσί τε ἀνὰ πᾶσαν ἡμέραν ὕδωρ ἀπὸ τῆς πηγῆς ἐς τοῦ Διὸς τοῦ Ἰθωμάτα τὸ ἱερόν.
他们说,由于对父亲的恐惧,这些仙女在这里清洗了被库雷特斯人盗走的宙斯,水流的名字正是源自库雷特斯人的盗窃;他们每天都从泉水中汲水送到伊托马塔斯的宙斯圣所。
§4.33.2τὸ δὲ ἄγαλμα τοῦ Διὸς Ἀγελάδα μέν ἐστιν ἔργον, ἐποιήθη δὲ ἐξ ἀρχῆς τοῖς οἰκήσασιν ἐν Ναυπάκτῳ Μεσσηνίων· ἱερεὺς δὲ αἱρετὸς κατὰ ἔτος ἕκαστον ἔχει τὸ ἄγαλμα ἐπὶ τῆς οἰκίας.
宙斯的雕像是阿盖拉达斯的作品,最初是为定居在纳乌帕克托斯的美塞尼亚人制作的;每年选出的一位祭司将这尊雕像保存在自己家中。
ἄγουσι δὲ καὶ ἑορτὴν ἐπέτειον Ἰθωμαῖα, τὸ δὲ ἀρχαῖον καὶ ἀγῶνα ἐτίθεσαν μουσικῆς· τεκμαίρεσθαι δʼ ἔστιν ἄλλοις τε καὶ Εὐμήλου τοῖς ἔπεσιν, ἐποίησε γοῦν καὶ τάδε ἐν τῷ προσοδίῳ τῷ ἐς Δῆλον· " τῷ γὰρ Ἰθωμάτα καταθύμιος ἔπλετο μοῖσα ἁ καθαρὰν κιθάραν καὶ ἐλεύθερα σάμβαλʼ ἔχοισα.
他们还举办一年一度的伊托迈亚节日,在古代他们还举行音乐竞技;这可以通过其他证据以及欧墨洛斯的诗句来推断,他在前往德洛斯岛的献歌中确实写下了这些诗句: "因为对于伊托马塔斯而言,拥有纯洁手琴和自由凉鞋的缪斯是合其心意的。
" οὐκοῦν ποιῆσαί μοι δοκεῖ τὰ ἔπη καὶ μουσικῆς ἀγῶνα ἐπιστάμενος τιθέντας.
"因此,在我看来,他创作这些诗句时,是知道他们举行音乐竞技的。
§4.33.3ἰόντι δὲ τὴν ἐπʼ Ἀρκαδίας ἐς Μεγάλην πόλιν ἐστὶν ἐν ταῖς πύλαις Ἑρμῆς τέχνης τῆς Ἀττικῆς· Ἀθηναίων γὰρ τὸ σχῆμα τὸ τετράγωνόν ἐστιν ἐπὶ τοῖς Ἑρμαῖς, καὶ παρὰ τούτων μεμαθήκασιν οἱ ἄλλοι.
对于沿着通往阿卡迪亚的道路向梅加洛波利斯前行的人来说,在城门处有一尊阿提卡工艺的赫墨斯像;因为赫墨斯像的四角柱形状是雅典人的发明,其他人是从他们那里学到的。
σταδίους δὲ καταβάντι ἀπὸ τῶν πυλῶν τριάκοντα τὸ ῥεῦμά ἐστι τῆς Βαλύρας.
从城门往下走三十斯塔迪翁,就是巴柳拉川的河流。
γενέσθαι δὲ τὸ ὄνομα τῷ ποταμῷ λέγουσι Θαμύριδος τὴν λύραν ἐνταῦθα ἀποβαλόντος ἐπὶ τῇ πηρώσει· παῖδα δὲ αὐτὸν Φιλάμμωνος καὶ Ἀργιόπης τῆς νύμφης εἶναι.
据说,这条河流得名是因为塔米里斯在失明时在这里丢弃了他的手琴;他们说他是菲拉蒙和仙女阿尔吉奥佩的儿子。
τὴν δὲ Ἀργιόπην τέως μὲν περὶ τὸν Παρνασσὸν οἰκεῖν, ἐπεὶ δὲ εἶχεν ἐν γαστρί, ἐς Ὀδρύσας λέγουσι μετοικῆσαι· Φιλάμμωνα γὰρ οὐκ ἐθέλειν ἐς τὸν οἶκον αὐτὴν ἄγεσθαι.
阿尔吉奥佩起初住在帕纳索斯山附近,但当她怀孕后,据说她迁居到了奥德里萨伊人那里;因为菲拉蒙不愿意把她娶进自己的家。
καὶ Θάμυριν μὲν Ὀδρύσην τε καὶ Θρᾷκα ἐπὶ τούτῳ καλοῦσιν· ἡ δὲ Λευκασία καὶ Ἄμφιτος συμβάλλουσιν ἐς τὸ αὐτὸ τὰ ῥεύματα.
为此,他们称塔米里斯为奥德里萨伊人和色雷斯人;白卡西亚川和安皮托斯川在同一地方汇流。
§4.33.4διαβάντι δὲ τούτους πεδίον ἐστὶν ὀνομαζόμενον Στενυκληρικόν· εἶναι δὲ ἥρωα Στενύκληρον λέγουσι.
对于渡过这些河流的人来说,有一片被称为斯泰纽克莱罗斯的平原;据说曾有一位名叫斯泰纽克莱罗斯的英雄。
τοῦ πεδίου δέ ἐστιν ἀπαντικρὺ καλουμένη τὸ ἀρχαῖον Οἰχαλία, τὸ δὲ ἐφʼ ἡμῶν Καρνάσιον ἄλσος, κυπαρίσσων μάλιστα πλῆρες.
平原的对面是古时候被称为奥伊卡利亚的地方,而在我们的时代被称为卡尔纳西翁的圣林,其中尤以柏树居多。
θεῶν δὲ ἀγάλματα Ἀπόλλωνός ἐστι Καρνείου καὶ Ἁγνῆς καὶ Ἑρμῆς φέρων κριόν.
神明的雕像有卡尔内奥斯·阿波罗、哈格内以及背着公羊的赫墨斯。
ἡ δὲ Ἁγνὴ Κόρης τῆς Δήμητρός ἐστιν ἐπίκλησις· ὕδωρ δὲ ἄνεισιν ἐκ πηγῆς παρʼ αὐτὸ τὸ ἄγαλμα.
哈格内是德墨忒尔之女的别名;一处泉水就在雕像旁涌出。
§4.33.5τὰ δὲ ἐς τὰς θεὰς τὰς Μεγάλας—δρῶσι γὰρ καὶ ταύταις ἐν Καρνασίῳ τὴν τελετήν—ἀπόρρητα ἔστω μοι· δεύτερα γάρ σφισι νέμω σεμνότητος μετά γε Ἐλευσίνια.
关于“伟大的女神们”的事——因为人们也在卡尔纳西翁为她们举行神秘仪式——且让我保持缄默;因为我认为她们的庄严性在埃琉西斯神秘仪式之后位居第二。
ὅτι δʼ ὑδρία τε ἡ χαλκῆ, τὸ εὕρημα τοῦ Ἀργείου στρατηγοῦ, καὶ Εὐρύτου τοῦ Μελανέως τὰ ὀστᾶ ἐφυλάσσετο ἐνταῦθα, δηλῶσαί με καὶ ἐς ἅπαντας οὐκ ἀπεῖργε τὸ ὄνειρον.
但是,关于那个青铜水瓶(阿戈斯将军的发现物)以及墨拉纽斯之子埃乌里托斯的遗骨曾被保管在这里的事,我的梦境并未阻止我向所有人公开。
ῥεῖ δὲ ποταμὸς παρὰ τὸ Καρνάσιον Χάραδρος, καὶ προελθόντι ἐν ἀριστερᾷ σταδίους ὀκτὼ §4.33.6μάλιστα ἐρείπιά ἐστιν Ἀνδανίας.
一条名为哈拉德罗斯的河流在卡尔纳西翁旁流过,对于再向左前方前行八斯塔迪翁的人来说,大约就是安达尼亚的遗迹。
καὶ ὅτι μὲν τῇ πόλει τὸ ὄνομα ἀπὸ γυναικὸς γέγονεν Ἀνδανίας, ὁμολογεῖται ὑπὸ τῶν ἐξηγητῶν· οὐ μὴν τά γε ἐς τοὺς γονέας αὐτῆς οὐδὲ τῷ συνῴκησεν ἔχω λέγειν.
关于该城市的名字源于一位名叫安达尼亚的女子,这在解说者中是公认的;然而关于她的父母以及她与谁共同生活,我却无从谈起。
ἰόντων δὲ ὡς ἐπὶ Κυπαρισσιὰς ἀπὸ Ἀνδανίας Πολίχνη τέ ἐστι καλουμένη καὶ ποταμὸς Ἠλέκτρα καὶ Κοῖος ῥέουσι· τάχα δʼ ἄν τινα καὶ λόγον ἐς Ἠλέκτραν τὴν Ἄτλαντος λέγοιεν καὶ ἐς Κοῖον τὸν Λητοῦς πατέρα, ἢ καὶ τῶν ἐπιχωρίων ἡρώων εἶεν Ἠλέκτρα τε καὶ Κοῖος.
对于从安达尼亚向着库帕里西亚前行的人来说,有一处被称为波利克内的地方,并且有埃勒克特拉川和科伊奥斯川流经;也许他们会讲述关于阿特拉斯之女埃勒克特拉和勒托之父科伊奥斯的某种传说,又或者埃勒克特拉和科伊奥斯是当地的英雄。
§4.33.7διαβάντων δὲ Ἠλέκτραν Ἀχαΐα τε ὀνομαζομένη πηγὴ καὶ πόλεώς ἐστιν ἐρείπια Δωρίου.
对于渡过埃勒克特拉川的人来说,有一处被称为阿开亚的泉水和多里翁城的遗迹。
πεποίηκε δὲ Ὅμηρος μὲν Θαμύριδι ἐνταῦθα ἐν τῷ Δωρίῳ γενέσθαι τὴν συμφοράν, ὅτι καὶ αὐτὰς Μούσας νικήσειν ἔφασκεν ᾀδούσας· Πρόδικος δὲ Φωκαεὺς—εἰ δὴ τούτου τὰ ἐς τὴν Μινυάδα ἔπη—προσκεῖσθαί φησι Θαμύριδι ἐν Ἅιδου δίκην τοῦ ἐς τὰς Μούσας αὐχήματος.
荷马在诗中描述说,塔米里斯的厄运就发生在多里翁,因为他吹嘘自己在歌唱上甚至能击败缪斯女神们自己;但波凯亚的普罗迪科斯——如果关于《米纽亚斯》的诗句确实是他的作品的话——说塔米里斯在冥府因对缪斯显露的狂妄而受罚。
διεφθάρη δὲ ὁ Θάμυρις ἐμοὶ δοκεῖν ὑπὸ νόσου τοὺς ὀφθαλμούς, τὸ δὲ αὐτὸ καὶ Ὁμήρῳ συνέπεσεν ὕστερον· ἀλλʼ ὁ μὲν καὶ ἐς ἅπαν διετέλει ποιῶν, οὐ γάρ τι εἶκε τῇ συμφορᾷ, Θάμυρις δὲ καὶ τὴν ᾠδὴν ὑπὸ κακοῦ τοῦ παρόντος ἐξέλιπεν.
但在我看来,塔米里斯是因疾病而毁了双眼,后来荷马也遭遇了同样的命运;但后者直到最后都在坚持创作,因为他没有向厄运屈服,而塔米里斯则因眼前的痛苦而甚至放弃了歌唱。

词汇与语法注释

  1. §4.33.1ἐρχομένῳ — 现在分词的与格,表示关联与格(“对于前往……的人来说”)。这是保萨尼亚斯在地理描述中常用的程式,将读者设定为旅途的主体。
  2. §4.33.1προθυμηθέντι — 不定过去时分词的与格,作为不定式 `καταριθμήσασθαι` 的逻辑主语。此处具有让步意味(“即使是非常热望的人”)。
  3. §4.33.2τιθέντας — 宾格复数现在分词。作为依赖于 `ἐπιστάμενος`(“知道”)的补充分词(间接陈述),由于其逻辑主语(美塞尼亚人)为宾格,故分词本身也采用宾格形式。
  4. §4.33.5ἀπόρρητα ἔστω μοι — 第三人称单数命令式 `ἔστω` 连同与格 `μοι` 的组合(“愿它对我而言保持秘密”)。这是在涉及神秘仪式、声明宗教性禁忌沉默时的经典程式。
  5. §4.33.6ἰόντων — 属格复数现在分词。在此处并非属格独立结构,而是起到了类似于与格(`ἰοῦσι`)的作用,表示“对于前往……的人们来说”。
  6. §4.33.7ἐμοὶ δοκεῖν — 使用不定式 `δοκεῖν` 的绝对不定式惯用语,用以限定整句,表示“依我之见”或“在我看来”等著者的推测和判断。

引用这一段

保萨尼亚斯, 希腊志 §4.33.1-4.33.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:4.33.1-4.33.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。