§4.34.7ἐκ Κορώνης δὲ ὡς ὀγδοήκοντα σταδίους προελθόντι Ἀπόλλωνός ἐστιν ἱερὸν πρὸς θαλάσσῃ τιμὰς ἔχον·
从科罗内前行约八十斯塔迪翁,有一处临海的阿波罗圣所,备受尊崇。
ἀρχαιότατόν τε γὰρ λόγῳ τῷ Μεσσηνίων ἐστὶ καὶ νοσήματα ὁ θεὸς ἰᾶται, Κόρυνθον δὲ Ἀπόλλωνα ὀνομάζουσι.
因为根据美塞尼亚人的说法,它是最古老的,而且该神能治愈疾病,他们称这位阿波罗为科里图斯(Corynthus)。
τοῦτο μὲν δὴ ξόανον, τοῦ Ἀργεώτα δὲ χαλκοῦν ἐστι τὸ ἄγαλμα· ἀναθεῖναι δέ φασι τοὺς ἐν τῇ Ἀργοῖ πλεύσαντας.
这尊神像是木雕像(Xoanon),而阿耳革俄塔斯(Argeotas)的雕像则是青铜的;据说这是乘阿尔戈号航行的人们奉献的。
§4.34.8τῇ Κορωναίων δὲ πόλει ἐστὶν ὅμορος Κολωνίδες· οἱ δὲ ἐνταῦθα οὐ Μεσσήνιοί φασιν εἶναι, ἀλλὰ ἐκ τῆς Ἀττικῆς ἀγαγεῖν σφᾶς Κόλαινον λέγουσι, Κολαίνῳ δὲ κόρυδον τὴν ὄρνιθα ἐκ μαντεύματος ἐς τὴν ἀποικίαν ἡγήσασθαι.
与科罗内人的城市相邻的是科洛尼德斯(Colonides);那里的居民说他们不是美塞尼亚人,而是说科莱诺斯(Colaenus)将他们从阿提卡带领而来,并且根据神谕,一只凤头百灵鸟引导他们走向殖民地。
ἔμελλον δὲ ἄρα διάλεκτόν τε ἀνὰ χρόνον καὶ ἔθη μεταμαθήσεσθαι τὰ Δωριέων.
他们注定随着时间的推移,也会重新学习多利安人的方言和习俗。
κεῖται δὲ τὸ πόλισμα αἱ Κολωνίδες ἐπὶ ὑψηλοῦ, μικρὸν ἀπὸ θαλάσσης.
科洛尼德斯镇坐落在高处,离海不远。
§4.34.9Ἀσιναῖοι δὲ τὸ μὲν ἐξ ἀρχῆς Λυκωρίταις ὅμοροι περὶ τὸν Παρνασσὸν ᾤκουν· ὄνομα δὲ ἦν αὐτοῖς, ὃ δὴ καὶ ἐς Πελοπόννησον διεσώσαντο, ἀπὸ τοῦ οἰκιστοῦ Δρύοπες.
阿西内人(Asinaeans)起初居住在帕纳索斯山附近,与吕科里塔伊人(Lycoritae)相邻;他们的名字是德里奥普斯人(Dryopes),得名于他们的建城者,这个名字他们甚至一直保留到了伯罗奔尼撒。
γενεᾷ δὲ ὕστερον τρίτῃ βασιλεύοντος Φύλαντος μάχῃ τε οἱ Δρύοπες ὑπὸ Ἡρακλέους ἐκρατήθησαν καὶ τῷ Ἀπόλλωνι ἀνάθημα ἤχθησαν ἐς Δελφούς·
但在三代之后,当菲拉斯(Phylas)为王时,德里奥普斯人在战斗中被赫拉克勒斯击败,并作为献给阿波罗的祭品被带到德尔斐。
ἀναχθέντες δὲ ἐς Πελοπόννησον χρήσαντος Ἡρακλεῖ τοῦ θεοῦ πρῶτα μὲν τὴν πρὸς Ἑρμιόνι Ἀσίνην ἔσχον, ἐκεῖθεν δὲ ἐκπεσόντες ὑπὸ Ἀργείων οἰκοῦσιν ἐν τῇ Μεσσηνίᾳ, Λακεδαιμονίων δόντων καὶ ὡς ἀνὰ χρόνον οἱ Μεσσήνιοι κατήχθησαν οὐ γενομένης σφίσιν ὑπʼ αὐτῶν ἀναστάτου τῆς πόλεως.
在神对赫拉克勒斯给出神谕后,他们被带到伯罗奔尼撒,起初占领了赫尔米奥内附近的阿西内,但后来被阿耳戈斯人驱逐,如今居住在美塞尼亚,这是因为拉刻代蒙人将土地赐予了他们,并且当美塞尼亚人随着时间推移复国时,他们的城市也没有被美塞尼亚人摧毁。
§4.34.10Ἀσιναῖοι δὲ αὐτοὶ περὶ σφῶν οὕτω λέγουσι· κρατηθῆναι μὲν ὑπὸ Ἡρακλέους μάχῃ συγχωροῦσιν ἁλῶναί τε τὴν ἐν τῷ Παρνασσῷ πόλιν, αἰχμάλωτοι δὲ γενέσθαι καὶ ἀχθῆναι παρὰ τὸν Ἀπόλλωνα οὔ φασιν· ἀλλʼ ὡς ἡλίσκετο ὑπὸ τοῦ Ἡρακλέους τὸ τεῖχος, ἐκλιπεῖν τὴν πόλιν καὶ ἀναφυγεῖν ἐς τὰ ἄκρα τοῦ Παρνασσοῦ, διαβάντες δὲ ὕστερον ναυσὶν ἐς Πελοπόννησον γενέσθαι φασὶν Εὐρυσθέως ἱκέται, καὶ σφίσιν Εὐρυσθέα ἅτε ἀπεχθανόμενον τῷ Ἡρακλεῖ δοῦναι τὴν ἐν τῇ Ἀργολίδι Ἀσίνην.
阿西内人自己关于他们是这样说的:他们承认在战斗中被赫拉克勒斯击败,且在帕纳索斯山的城市被攻占,但他们否认自己成为了俘虏并被带到阿波罗那里;而是说,当城墙被赫拉克勒斯攻破时,他们离开了城市并逃往帕纳索斯山的山顶,后来乘船渡海到伯罗奔尼撒,他们说自己成为了欧律斯透斯(Eurystheus)的请求庇护者,而欧律斯透斯因为憎恨赫拉克勒斯,便将阿耳戈利斯的阿西内赐给了他们。
§4.34.11μόνοι δὲ τοῦ γένους τοῦ Δρυόπων οἱ Ἀσιναῖοι σεμνύνονται καὶ ἐς ἡμᾶς ἔτι τῷ ὀνόματι, οὐδὲν ὁμοίως καὶ Εὐβοέων οἱ Στύρα ἔχοντες.
在德里奥普斯人的族群中,唯有阿西内人直到我们这个时代仍以这个名字为荣,这与尤波伊亚的斯图拉(Styra)人完全不同。
εἰσὶ γὰρ καὶ οἱ Στυρεῖς Δρύοπες τὸ ἐξ ἀρχῆς, ὅσοι τῆς πρὸς τὸν Ἡρακλέα οὐ μετέσχον μάχης, ἀπωτέρω τῆς πόλεως ἔχοντες τὰς οἰκήσεις· ἀλλὰ οἱ μὲν Στυρεῖς καλεῖσθαι Δρύοπες ὑπερφρονοῦσι, καθάπερ γε καὶ οἱ Δελφοὶ πεφεύγασιν ὀνομάζεσθαι Φωκεῖς, Ἀσιναῖοι δὲ Δρύοπές τε τὰ μάλιστα χαίρουσι καλούμενοι καὶ τῶν ἱερῶν τὰ ἁγιώτατά εἰσι δῆλοι κατὰ μνήμην πεποιημένοι τῶν ποτὲ ἐν Παρνασσῷ σφισιν ἱδρυμένων.
因为斯图拉人起初也是德里奥普斯人,只要是那些没有参与对抗赫拉克勒斯战斗的人,他们的住所离城市较远;但斯图拉人轻视被称为德里奥普斯人,就像德尔斐人也避免被称为福基斯人一样,而阿西内人则极乐意被称为德里奥普斯人,并且显然他们最神圣的圣所是根据对曾经在帕纳索斯山为他们建立的圣所的记忆而建造的。
τοῦτο μὲν γὰρ Ἀπόλλωνός ἐστιν αὐτοῖς ναός, τοῦτο δὲ Δρύοπος ἱερὸν καὶ ἄγαλμα ἀρχαῖον· ἄγουσι καὶ παρὰ ἔτος αὐτῷ τελετήν, παῖδα τὸν Δρύοπα Ἀπόλλωνος εἶναι λέγοντες.
因为他们一方面有阿波罗的庙宇,另一方面有德里奥普斯的圣所和古老雕像;他们每隔一年为他举行一次秘仪,称德里奥普斯是阿波罗之子。
§4.34.12κεῖται δὲ ἐπὶ θαλάσσῃ καὶ αὐτὴ κατὰ τὰ αὐτὰ τῇ ποτὲ ἐν μοίρᾳ τῇ Ἀργολίδι Ἀσίνῃ· σταδίων δὲ τεσσαράκοντά ἐστιν ἐκ Κολωνίδων ἐς αὐτὴν ὁδός, τοσαύτη δὲ καὶ ἐκ τῆς Ἀσίνης πρὸς τὸν Ἀκρίταν καλούμενον.
它本身也位于海边,与曾经在阿耳戈利斯辖区内的阿西内相同;从科洛尼德斯到那里有四十斯塔迪翁的路程,从阿西内到被称为阿克里塔斯(Acritas)的地方也是同样的路程。
ἀνέχει δὲ ἐς θάλασσαν ὁ Ἀκρίτας, καὶ νῆσος Θηγανοῦσσά ἐστιν ἔρημος πρὸ αὐτοῦ· μετὰ δὲ τὸν Ἀκρίταν λιμήν τε Φοινικοῦς καὶ νῆσοι κατʼ αὐτὸν Οἰνοῦσσαι.
阿克里塔斯延伸入海,其前方有一座名为特加努萨(Theganussa)的荒岛;通过阿克里塔斯之后,是腓尼克斯(Phoenicus)港,以及其对面的奥伊努塞(Oenussae)群岛。