§4.21.7ἀλλὰ ὁ θεὸς τὸ ὕδωρ ἐπήγαγεν ἀθρόον μᾶλλον μετὰ ἰσχυροῦ τῶν βροντῶν τοῦ ψόφου καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐναντίαις ταῖς ἀστραπαῖς ἐξέπλησσε.
然而,神伴随着雷声的轰鸣,降下了更加湍急的雨水,并且用迎面而来的闪电刺痛了他们的双眼。
τοῖς δὲ Λακεδαιμονίοις ταῦτα πάντα παρίστη φρόνημα, καὶ αὐτὸν ἀμύνειν σφίσιν ἔφασαν τὸν θεόν· καὶ—ἤστραπτε γὰρ τούτοις κατὰ δεξιὰ—ἀπέφαινεν Ἕκας ὁ μάντις ὡς αἴσιον εἴη τὸ σημεῖον.
对于拉刻代蒙人来说,这一切都赋予了他们勇气,他们宣称神亲自在帮助他们战斗;而且——因为闪电是在他们的右侧升起——预言家赫卡斯便宣告这一征兆是吉兆。
§4.21.8οὗτος δὲ καὶ στρατήγημα ἐξεῦρε τοιόνδε.
此人还想出了如下的策略。
ἀριθμῷ καὶ πολὺ οἱ Λακεδαιμόνιοι περιῆσαν· ἅτε δὲ οὐκ ἐν εὐρυχωρίᾳ σφίσιν οὐδὲ κατὰ σύνταγμα ἐγγινομένης τῆς μάχης, ἄλλων δὲ ἐν ἄλλῳ τῆς πόλεως ποιουμένων τὸν ἀγῶνα, ἀχρείους ἀπὸ ἑκάστης τάξεως συνέβαινεν εἶναι τοὺς τελευταίους.
拉刻代蒙人在人数上占绝对优势;但由于战斗并不是在开阔的地方进行,他们也无法排成整齐的队形,而是各个队伍在城市的不同地方展开战斗,因此每队后方的士兵便显得无所作为。
τούτους ἐκέλευεν ἀποχωρήσαντας ἐς τὸ στρατόπεδον σιτίων μεταλαβεῖν καὶ ὕπνου καὶ αὖθις πρὸ ἑσπέρας ἥκειν τοῖς ὑπομενοῦσιν αὐτῶν διαδεξομένους τὸν πόνον.
他命令这些人退回营地享用食物和睡眠,并在黄昏前再次返回,轮换那些坚守阵地之人的劳苦。
§4.21.9καὶ οἳ μὲν ἀναπαυόμενοί τε καὶ ἀνὰ μέρος μαχόμενοι μᾶλλον ἀντήρκουν, τοῖς δὲ Μεσσηνίοις πανταχόθεν παρίστατο ἀπορία· μεθʼ ἡμέραν γὰρ ἀεὶ καὶ νύκτα συνεχῶς οἱ αὐτοὶ τρίτην ἠμύνοντο.
于是,那些通过休息并轮流作战的人较好地支撑了下来,但美塞尼亚人却从四面八方陷入了困境;因为同样的一批人已经日以记夜、连续三天进行防守。
ἤδη τε ἡμέρα ἦν καὶ ἥ τε ἀυπνία καὶ ἐκ τοῦ οὐρανοῦ τὸ ὕδωρ τε καὶ ῥῖγος ἐπίεζε σφᾶς, ὅ τε λιμὸς καὶ ἡ δίψα ἐπέκειτο· μάλιστα δὲ αἱ γυναῖκες ἀηθείᾳ τε πολέμου καὶ τῇ συνεχείᾳ τῆς ταλαιπωρίας ἀπειρήκεσαν.
此时已是白天,失眠、天降的雨水和寒冷折磨着他们,饥饿与干渴也随之袭来;尤其是妇女们,由于不习战争和持续的劳顿,已经精疲力竭。
§4.21.10παραστὰς οὖν ὁ μάντις Θέοκλος πρὸς Ἀριστομένην εἶπε· “τί μάτην τόνδε ἔχεις τὸν πόνον;
于是,预言家塞奥克洛斯站在阿里斯托梅内斯身旁说道:“你为何徒劳地承受这份劳苦?
ἁλῶναι Μεσσήνην πάντως ἐστὶ πεπρωμένον, συμφορὰν δὲ τὴν ἐν ὀφθαλμοῖς πάλαι τε ἡμῖν προεσήμαινεν ἡ Πυθία καὶ ἔναγχος ὁ ἐρινεὸς ἔδειξεν.
美塞内的陷落是命中注定的,这眼前的灾祸,皮媞亚很久以前就向我们预示过,而最近野生无花果也显现了。
ἐμοὶ μὲν οὖν ὁ θεὸς αὐτῷ κοινὴν πρὸς τὴν πατρίδα ἐπάγει τὴν τελευτήν· σὺ δὲ σώζειν μὲν ὡς δυνάμεως ἥκεις Μεσσηνίους, σώζειν δὲ καὶ σαυτόν.
对我而言,神为我带来与祖国共同的终结;但你,要尽你所能去拯救美塞尼亚人,也拯救你自己。
” ἐπεὶ δὲ εἶπε πρὸς τοῦτον, ἐπὶ τοὺς πολεμίους ἔθει· καί οἱ καὶ ἐς τοὺς Λακεδαιμονίους ἔπεισιν ἐκβοῆσαι τοσόνδε· “ἀλλʼ οὔ τοι τὸν πάντα γε χρόνον χαίροντες καρπώσεσθε τὰ Μεσσηνίων.
”他对阿里斯托梅内斯说完这些,便向敌人冲去;他的心中也升起向拉刻代蒙人大声呼喊的念头:“但你们绝不会永远快乐地享有美塞尼亚人的财产!
” §4.21.11μετὰ τοῦτο τοῖς καθʼ αὑτὸν ἀνθεστηκόσιν ἐμπεσὼν ἐκείνους τε ἔκτεινε καὶ αὐτὸς ἐτιτρώσκετο, προεμπλήσας δὲ τὸν θυμὸν τῷ φόνῳ τῶν ἐχθρῶν ἀφίησι τὴν ψυχήν.
” 此后,他冲向阻挡他的敌人,既杀死了他们,自己也受了伤,在通过杀戮敌人来填满自己的愤怒之后,他献出了生命。
Ἀριστομένης δὲ ἀπὸ τῆς μάχης ὀπίσω τοὺς Μεσσηνίους ἀνεκάλει, πλὴν ὅσοι κατὰ ἀνδραγαθίαν αὐτῶν προεμάχοντο· τούτους δὲ εἴα κατὰ χώραν μένειν· τοῖς δὲ λοιποῖς προσέταξε τὰς γυναῖκας καὶ τὰ τέκνα ἐντὸς τῆς τάξεως ἔχοντας ἐπακολουθεῖν, ᾗπερ ἂν αὐτὸς παρέχηται διέξοδον.
而阿里斯托梅内斯则把美塞尼亚人从战场上召回,除了那些因骁勇而在前方战斗的人之外;他允许那些人坚守原地,而命令其余的人将妇女和儿童护在队伍中间跟在后面,沿着他自己将要开辟的出口前进。
§4.21.12καὶ τούτων μὲν τοῖς τελευταίοις Γόργον καὶ Μάντικλον ἐπέστησεν ἄρχοντας· αὐτὸς δὲ ἀναδραμὼν ἐς τοὺς προτεταγμένους τῆς τε κεφαλῆς τῷ νεύματι καὶ τοῦ δόρατος τῇ κινήσει δῆλος ἦν διέξοδόν τε αἰτούμενος καὶ ἀποχωρεῖν ἤδη βεβουλευμένος.
他让戈尔戈斯和曼蒂克洛斯担任这些队伍后方的指挥官;他自己则奔向最前方的队伍,通过点头和挥舞长矛示意自己正在请求一条通道,并且已经决定撤退。
τῷ τε οὖν Ἐμπεράμῳ καὶ Σπαρτιατῶν τοῖς παροῦσι διεῖναι τοὺς Μεσσηνίους ἤρεσκε μηδὲ λυσσῶντας ἀνθρώπους καὶ ἐς τὸ ἔσχατον ἀπονοίας ἥκοντας ἐξαγριᾶναι πέρα· καὶ ἅμα οὕτω σφᾶς ποιεῖν Ἕκας ὁ μάντις ἐκέλευεν.
因此,恩佩拉莫斯和在场的斯巴达人一致同意放走美塞尼亚人,不愿进一步激怒这些已经狂乱并陷入极度绝望的人;同时,预言家赫卡斯也命令他们这样做。