Humanitext Reader

保萨尼亚斯 · 希腊志 §3.4.6-3.4.10

神罚与列奥尼达及帕萨尼亚斯的功业

第 106 段,共 465 段 · 希腊语

内容简介

作者思考了神明与英雄对克莱奥美尼斯的惩罚,讲述了继承其王位的列奥尼达在温泉关的壮举,以及其监护人帕萨尼亚斯在普拉提亚战役后的宽大行为。

§3.4.6εἴη δʼ ἂν καὶ τὰ μηνίματα ἔκ τε ἡρώων ὁμοῦ καὶ θεῶν ἐς τὸ αὐτὸ τῷ Κλεομένει συνεληλυθότα, ἐπεί τοι καὶ ἰδίᾳ Πρωτεσίλαος ἐν Ἐλαιοῦντι οὐδὲν ἥρως Ἄργου φανερώτερος ἄνδρα Πέρσην ἐτιμωρήσατο Ἀρταΰκτην καὶ Μεγαρεῦσιν οὔ ποτε θεῶν τῶν ἐν Ἐλευσῖνι ὄντων ἐξεγένετο ἱλάσασθαι τὸ μήνιμα γῆν ἐπεργασαμένοις τὴν ἱεράν.
英雄与神明双方的愤怒可能同时降临在了克莱奥美尼斯身上;因为在个别事例中,埃莱乌斯的英雄普罗特西拉奥斯(他在彰显神力上绝不亚于英雄阿耳戈斯)惩罚了波斯人阿尔塔乌克特斯,而耕种了圣地的美加拉人也绝不可能消除在埃勒乌西斯的众神的愤怒。
τὰ δὲ ἐς τοῦ μαντείου τὴν διάπειραν οὐδὲ τὸ παράπαν ἄλλον γε οὐδένα ὅτι μὴ μόνον Κλεομένην τολμήσαντα ἴσμεν.
然而,至于试探神谕,我们知道除了克莱奥美尼斯一人之外,绝无其他任何人敢于尝试。
§3.4.7Κλεομένει δὲ οὐκ ὄντων ἀρρένων παίδων ἐς Λεωνίδαν τὸν Ἀναξανδρίδου, Δωριέως δὲ ἀπʼ ἀμφοτέρων ἀδελφόν, κατέβαινεν ἡ ἀρχή.
由于克莱奥美尼斯没有留下男嗣,王位传给了阿纳克桑德里德斯之子列奥尼达,他是多里欧斯的同父同母兄弟。
καὶ Ξέρξης τε τηνικαῦτα ἐπὶ τὴν Ἑλλάδα ἤγαγε τὸν λαὸν καὶ Λεωνίδας τριακοσίοις ὁμοῦ Λακεδαιμονίων ἀπήντησεν ἐς Θερμοπύλας.
那时,薛西斯率领大军进攻希腊,列奥尼达率领大约三百名拉克代蒙人前往温泉关迎战。
γεγόνασι μὲν δὴ πόλεμοι καὶ Ἑλλήνων πολλοὶ καὶ ἐς ἀλλήλους βαρβάρων, εὐαρίθμητοι δὲ ὁπόσους ἀνδρὸς ἑνὸς μάλιστα ἀρετὴ προήγαγεν ἐς πλέον δόξης, ὡς Ἀχιλλεύς τε τὸν πρὸς Ἰλίῳ πόλεμον καὶ Μιλτιάδης τὸ Μαραθῶνι ἔργον.
在希腊人之间以及异族之间确实发生过许多战争,但其中主要是由于一个人的英勇而获得更大名声的战争屈指可数,正如阿喀琉斯之于伊利翁的战争,以及米太亚得之于马拉松的伟业。
ἀλλὰ γὰρ τὸ Λεωνίδου κατόρθωμα ὑπερεβάλετο ἐμοὶ δοκεῖν τά τε ἀνὰ χρόνον συμβάντα καὶ τὰ ἔτι πρότερον.
然而在我看来,列奥尼达的壮举超越了后来以及更早发生的一切事情。
§3.4.8Ξέρξῃ γὰρ βασιλέων, ὁπόσοι Μήδοις καὶ Πέρσαις ἐγένοντο ὕστερον, παρασχομένῳ μέγιστον φρόνημα καὶ ἀποδειξαμένῳ λαμπρὰ οὕτω, κατὰ τὴν πορείαν Λεωνίδας σὺν ὀλίγοις, οὓς ἠγάγετο ἐς Θερμοπύλας, ἐγένετο ἂν ἐμποδὼν μηδὲ ἀρχὴν τὴν Ἑλλάδα ἰδεῖν αὐτὸν μηδὲ Ἀθηναίων ποτὲ ἐμπρῆσαι τὴν πόλιν, εἰ μὴ κατὰ τὴν ἀτραπὸν τὴν διὰ τῆς Οἴτης τείνουσαν περιαγαγὼν τὴν μετὰ Ὑδάρνου στρατιὰν ὁ Τραχίνιος κυκλώσασθαί σφισι τοὺς Ἕλληνας παρέσχε καὶ οὕτω κατεργασθέντος Λεωνίδου παρῆλθον ἐς τὴν Ἑλλάδα οἱ βάρβαροι.
因为对于薛西斯——在后来统治米底人和波斯人的所有国王中,他抱有最傲慢的自尊并展示了如此辉煌的威势——如果在他的行军途中,列奥尼达与他带到温泉关的少数人阻挡了他,若非特拉基斯人引导海达尔内斯率领的军队沿着穿过奥伊特山的路径绕行、使波斯人得以包围希腊人,薛西斯本来连希腊的面都见不到,也绝不可能烧毁雅典人的城市。 由于列奥尼达以这种方式被击败,异族人便进入了希腊。
§3.4.9Παυσανίας δὲ ὁ Κλεομβρότου βασιλεὺς μὲν οὐκ ἐγένετο· ἐπιτροπεύων γὰρ Πλείσταρχον τὸν Λεωνίδου καταλειφθέντα ἔτι παῖδα ἐς Πλάταιάν τε Λακεδαιμονίους ἤγαγε καὶ ὕστερον ναυσὶν ἐς τὸν Ἑλλήσποντον.
克莱奥姆布罗托斯之子帕萨尼亚斯并没有成为国王;因为他作为列奥尼达尚年幼便被留下的儿子普雷斯塔尔科斯的监护人,率领拉克代蒙人前往普拉提亚,后来又乘船前往赫勒斯蓬特。
Παυσανίου δὲ τὸ ἔργον τὸ ἐς τὴν Κῴαν γυναῖκα ἐν ἐπαίνῳ τίθεμαι μάλιστα, ἥντινα ἀνδρὸς οὐκ ἀδόξου παρὰ Κῴοις θυγατέρα οὖσαν Ἡγητορίδου τοῦ Ἀνταγόρου Φαρανδάτης ὁ Τεάσπιδος, ἀνὴρ Πέρσης, παλλακὴν εἶχεν ἄκουσαν·
但我对帕萨尼亚斯对待科斯妇女的行为给予最高的赞赏:她是科斯人中声名显赫的安塔哥拉斯之子黑格托里德斯的女儿,而波斯人、帖阿斯皮斯之子法兰达特斯强行将她纳为妾。
§3.4.10ἐπεὶ δὲ Πλαταιᾶσι Μαρδόνιός τε ἔπεσεν ἐν τῇ μάχῃ καὶ ἀπώλοντο οἱ βάρβαροι, τὴν γυναῖκα ὁ Παυσανίας ἀπέστειλεν ἐς τὴν Κῶν κόσμον τε ὃν ἐποιήσατο ὁ Πέρσης αὐτῇ καὶ τὴν ἄλλην ἀγομένην κατασκευήν.
当马多尼乌斯在普拉提亚战役中阵亡且异族人覆灭后,帕萨尼亚斯将这位妇女送回了科斯岛,连同波斯人为她制作的首饰以及随身携带的其他物品。
Μαρδονίου τε οὐκ ἠθέλησεν ὁ Παυσανίας αἰσχῦναι τὸν νεκρὸν κατὰ τὴν παραίνεσιν τοῦ Αἰγινήτου Λάμπωνος.
帕萨尼亚斯也没有听从埃吉纳人兰蓬的劝诱去侮辱马多尼乌斯的尸体。

词汇与语法注释

  1. 3.4.6εἴη δʼ ἂν ... συνεληλυθότα — 由现在时 optative `εἴη` 带 `ἄν` 以及完成时分词 `συνεληλυθότα` 构成的迂指潜在希求法。它表示对过去事实(降临在克莱奥美尼斯身上的愤怒)的现在推测,译为“或许已经汇聚”。
  2. 3.4.8Ξέρξῃ — 句首的与格 `Ξέρξῃ` 尽管被中间的许多修饰成分隔开,但实际上修饰主句谓语的一部分 `ἐμποδὼν`(阻碍、障碍)。这是长句中超步法(词序倒置与离隔)的一个典型例子。
  3. 3.4.10οὐκ ἠθέλησεν ... κατὰ τὴν παραίνεσιν — 此结构意为“帕萨尼亚斯不想按照兰蓬的劝诱去侮辱[尸体]”。兰蓬“劝诱”他去侮辱尸体,但帕萨尼亚斯“不想”(即拒绝)这样做,表达了对该建议的拒绝。

引用这一段

保萨尼亚斯, 希腊志 §3.4.6-3.4.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:3.4.6-3.4.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。