Humanitext Reader

保萨尼亚斯 · 希腊志 §3.22.8-3.22.13

从马里奥斯至阿索波斯与波亚诸城

第 132 段,共 465 段 · 希腊语

内容简介

保萨尼亚斯描述了格龙斯拉伊内陆附近的城镇马里奥斯和格吕皮亚,随后详述了沿海城市阿索波斯及其周边的圣域,接着介绍了波亚城的创建神话、城内建筑以及埃蒂斯的遗迹。

§3.22.8Μαριὸς δὲ ἄλλο Ἐλευθερολακώνων πόλισμα, ὃ ἀπὸ Γερονθρῶν στάδια ἑκατὸν ἀφέστηκεν.
马里奥斯是自由拉科尼亚人的另一个城镇,距离格龙斯拉伊有一百斯塔迪翁。
ἱερόν ἐστιν αὐτόθι ἀρχαῖον κοινὸν θεῶν ἁπάντων καὶ περὶ αὐτὸ ἄλσος παρεχόμενον πηγάς, εἰσὶ δὲ καὶ ἐν Ἀρτέμιδος ἱερῷ πηγαί·
那里有一座属于所有神灵的古老共同圣域,周围有一片提供泉水的圣林;在阿耳忒弥斯的圣域中也有泉水。
ὕδωρ δὲ ἄφθονον εἴπερ ἄλλο τι χωρίον παρέχεται καὶ Μαριός.
如果说有哪个地方提供丰富的水源,那么马里奥斯也同样提供。
κώμη δὲ ὑπὲρ τὸ πόλισμά ἐστιν ἐν μεσογαίᾳ καὶ αὐτή, Γλυππία· καὶ ἐς κώμην ἑτέραν Σελινοῦντα ἐκ Γερονθρῶν ἐστιν ὁδὸς σταδίων εἴκοσι.
在城镇上方的内陆地区也有一个村庄,叫作格吕皮亚;此外,从格龙斯拉伊到另一个村庄塞利努斯有一条二十斯塔迪翁的路。
§3.22.9τάδε μὲν ἀπὸ Ἀκριῶν ἄνω πρὸς ἤπειρον· τὰ δὲ πρὸς θαλάσσῃ, πόλις Ἀσωπὸς Ἀκριῶν ἀπέχει σταδίους ἑξήκοντα.
这些是从阿克里艾向内陆延伸的地方;至于海边的地方,阿索波斯城距离阿克里艾有六十斯塔迪翁。
ἐν αὐτῇ δὲ ναός τε Ῥωμαίων βασιλέων καὶ ἀνωτέρω τῆς πόλεως ὅσον τε σταδίους δώδεκα ἱερόν ἐστιν Ἀσκληπιοῦ· Φιλόλαον τὸν θεὸν ὀνομάζουσι.
城里有一座罗马皇帝的神殿,在城市上方大约十二斯塔迪翁的地方有一座阿斯克勒庇俄斯的圣域;他们称这位神为菲洛劳斯。
τὰ δὲ ὀστᾶ ἐν τῷ γυμνασίῳ τὰ τιμώμενα μεγέθει μὲν ὑπερβάλλοντα, ἀνθρώπου δὲ ὅμως ἐστί.
在体育馆里受人尊崇的骨头体积极大,但依然是人类的骨头。
καὶ Ἀθηνᾶς ἱερόν ἐστιν ἐν τῇ ἀκροπόλει Κυπαρισσίας ἐπίκλησιν.
卫城上有一座阿芙娜神殿,别名叫作库帕里西亚。
τῆς δὲ ἀκροπόλεως πρὸς τοῖς ποσὶ πόλεως ἐρείπια καλουμένης Ἀχαιῶν τῶν Παρακυπαρισσίων.
在卫城的脚下,有一座被称为帕拉克帕里西亚的阿卡亚人城市的遗迹。
§3.22.10ἔστι δὲ ἐν τῇ γῇ ταύτῃ καὶ ἱερὸν Ἀσκληπιοῦ στάδια ἀπέχον ὡς πεντήκοντα Ἀσωποῦ· τὸ δὲ χωρίον, ἔνθα τὸ Ἀσκληπιεῖον, Ὑπερτελέατον ὀνομάζουσιν.
在这片土地上,还有一座阿斯克勒庇俄斯的圣域,距离阿索波斯大约五十斯塔迪翁;阿斯克勒庇俄斯神殿所在的地方被人们称为许佩尔特莱阿通。
ἄκρα δὲ ἀνέχουσα ἐς θάλασσαν ἀφέστηκεν Ἀσωποῦ διακόσια στάδια· καλοῦσι δὲ Ὄνου γνάθον τὴν ἄκραν.
一个伸入海中的海角距离阿索波斯两百斯塔迪翁;他们称这个海角为“驴之颚”。
ἐνταῦθά ἐστιν Ἀθηνᾶς ἱερὸν ἄγαλμα οὐκ ἔχον, οὐδὲ ὄροφος ἔπεστιν ἐπʼ αὐτῷ· λέγεται δὲ ὡς ὑπὸ Ἀγαμέμνονος ἐποιήθη.
那里有一座阿芙娜的圣域,既没有神像,上面也没有屋顶;据说它是被阿伽门农建造的。
ἔστι δὲ καὶ μνῆμα Κινάδου· νεὼς τῆς Μενελάου καὶ οὗτος κυβερνήτης ἦν.
此外还有奇纳多斯的纪念碑;他也是美涅拉俄斯船只的舵手。
§3.22.11ἐσέχει δὲ μετὰ τὴν ἄκραν Βοιατικὸς καλούμενος κόλπος, καὶ Βοιαὶ πόλις πρὸς τῷ πέρατί ἐστι τοῦ κόλπου.
海角之后是被称为波亚提科斯的湾,在湾的尽头是波亚城。
ταύτην ᾤκισε μὲν Βοιὸς τῶν Ἡρακλειδῶν, συναγαγεῖν δὲ ἄνδρας ἀπὸ τριῶν ἐς αὐτὴν λέγεται πόλεων, Ἤτιδος καὶ Ἀφροδισιάδος καὶ Σίδης.
赫拉克勒斯后裔之一的波欧斯创建了这座城市,但据说他将来自三座城市——埃蒂斯、阿芙洛迪西亚斯和西德——的人聚集到这里。
τῶν δὲ πόλεων τῶν ἀρχαίων τὰς μὲν δύο ἐς Ἰταλίαν φεύγοντα Αἰνείαν καὶ ὑπὸ πνευμάτων ἀπενεχθέντα ἐς τοῦτον τὸν κόλπον οἰκίσαι φασί, τὴν Ἠτιάδα Αἰνείου θυγατέρα λέγοντες εἶναι· τὴν τρίτην δὲ κληθῆναι τῶν πόλεων λέγουσιν ἀπὸ τῆς Δαναοῦ Σίδης.
在这些古老的城市中,人们说,逃往意大利并被风吹到这个海湾的埃涅阿斯创建了其中的两座,并说埃蒂亚斯是埃涅阿斯的女儿;而他们说,这三座城市中的第三座是因达奈俄斯的女儿西德而得名的。
§3.22.12ἀπὸ δὴ τούτων τῶν πόλεων ἀναστάντες ἐζήτουν ἔνθα οἰκῆσαι σφᾶς χρεὼν εἴη· καί τι καὶ μάντευμα ἦν αὐτοῖς Ἄρτεμιν ἔνθα οἰκήσουσιν ἐπιδείξειν.
于是,从这些城市迁出的人们寻找他们应该居住的地方;他们得到了一条神谕,说阿耳忒弥斯会向他们指出他们应该居住的地方。
ὡς οὖν ἐκβᾶσιν ἐς τὴν γῆν λαγὼς ἐπιφαίνεται, τὸν λαγὼν ἐποιήσαντο ἡγεμόνα τῆς ὁδοῦ· καταδύντος δὲ ἐς μυρσίνην πόλιν τε οἰκίζουσιν ἐνταῦθα, οὗπερ ἡ μυρσίνη ἦν, καὶ τὸ δένδρον ἔτι ἐκείνην σέβουσι τὴν μυρσίνην καὶ Ἄρτεμιν ὀνομάζουσι Σώτειραν.
因此,当他们登上陆地时,出现了一只野兔,他们便让这只野兔作为旅途的向导;当它钻进一棵香桃木时,他们便在香桃木所在的地方建造了城市,至今他们仍然崇拜那棵香桃木,并称阿耳忒弥斯为“救主”。
§3.22.13καὶ Ἀπόλλωνος ναὸς ἐν τῇ Βοιατῶν ἀγορᾷ ἐστι καὶ ἑτέρωθι Ἀσκληπιοῦ καὶ Σαράπιδός τε καὶ Ἴσιδος.
在波亚人的广场上有一座阿波罗神殿,在别处还有阿斯克勒庇俄斯、萨拉皮斯和伊西斯的神殿。
Ἤτιδος δʼ ἐρείπια ἀπέχει μὲν Βοιῶν οὐ πλέον ἢ σταδίους ἑπτά· ἰόντι δὲ ἐς αὐτὰ ἄγαλμα Ἑρμοῦ λίθινον ἕστηκεν ἐν ἀριστερᾷ, καὶ ἐν τοῖς ἐρειπίοις ἱερὸν Ἀσκληπιοῦ καὶ Ὑγείας ἐστὶν οὐκ ἀφανές.
埃蒂斯的遗迹距离波亚不超过七斯塔迪翁;对于前往该处的人来说,左侧立着一尊赫尔墨斯的石像,在遗迹中有一处著名的阿斯克勒庇俄斯和许癸厄亚的圣域。

词汇与语法注释

  1. §3.22.8ὕδωρ δὲ ἄφθονον εἴπερ ἄλλο τι χωρίον παρέχεται καὶ Μαριός — 一种惯用的比较表达。短语 εἴπερ ἄλλο τι χωρίον(“如果说有其他任何地方[提供丰富的水源]的话”)起到了相当于最高级的强调作用(意为“不亚于其他任何地方”),而 καὶ Μαριός(“马里奥斯也[提供]”)作为主句。中动语态的 παρέχεται 在此处与主动语态相同,表示“提供、供给”之意。
  2. §3.22.11τῶν δὲ πόλεων τῶν ἀρχαίων τὰς μὲν δύο... οἰκίσαι φασί — 句首的属格短语 τῶν δὲ πόλεων τῶν ἀρχαίων 是一个前置的部分属格,用以限定在由 φασί 引导的“对格加不定式”结构(Aeneas... οἰκίσαι)中作为对格宾语的 τὰς μὲν δύο 的所属范围。
  3. §3.22.12ὡς οὖν ἐκβᾶσιν ἐς τὴν γῆν λαγὼς ἐπιφαίνεται — 单词 ἐκβᾶσιν 是不定过去时分词 ἐκβάς 的与格复数阳性形式,在此处表示时间状语(“当他们登陆时”)。它作为关系与格(dativus referentis)发挥作用,指明该事件(野兔的出现)是针对谁(即主句动作的主语 ἀναστάντες “迁出的人们”)发生的。

引用这一段

保萨尼亚斯, 希腊志 §3.22.8-3.22.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:3.22.8-3.22.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。