Humanitext Reader

保萨尼亚斯 · 希腊志 §3.16.1-3.16.5

希拉埃拉与菲比圣所及多里厄斯远征

第 122 段,共 465 段 · 希腊语

内容简介

作者介绍了希拉埃拉和菲比的圣所,以及传说的双子神居所。随后提及奇伦与阿特诺多罗斯的英雄冢,并讲述了赫拉克勒斯与埃里克斯的摔跤约定,以及多里厄斯西西里远征的失败。

§3.16.1πλησίον δὲ Ἱλαείρας καὶ Φοίβης ἐστὶν ἱερόν· ὁ δὲ ποιήσας τὰ ἔπη τὰ Κύπρια θυγατέρας αὐτὰς Ἀπόλλωνός φησιν εἶναι.
附近有伊拉埃拉和菲比的圣所;而《塞浦路斯史诗》的作者说她们是阿波罗的女儿。
κόραι δὲ ἱερῶνταί σφισι παρθένοι, καλούμεναι κατὰ ταὐτὰ ταῖς θεαῖς καὶ αὗται Λευκιππίδες.
有些处女担任她们的女祭司,她们自己也和女神们一样被称为莱乌基皮德斯。
τὸ μὲν δὴ ἕτερον τῶν ἀγαλμάτων ἱερασαμένη τις ταῖς θεαῖς Λευκιππὶς ἐπεκόσμησε, πρόσωπον ἀντὶ τοῦ ἀρχαίου ποιησαμένη τῆς ἐφʼ ἡμῶν τέχνης τὸ δὲ ἕτερον μὴ καὶ τοῦτο ἐπικοσμεῖν αὐτὴν ἀπεῖπεν ὄνειρον.
其中一尊神像,曾为女神们担任祭司的某位莱乌基皮斯对其进行了装饰,用我们这个时代的工艺制作的脸部取代了古老的脸部;至于另一尊,梦境则禁止她也对其进行装饰。
ἐνταῦθα ἀπήρτηται ᾠὸν τοῦ ὀρόφου κατειλημένον ταινίαις· εἶναι δέ φασιν ᾠὸν ἐκεῖνο ὃ τεκεῖν Λήδαν ἔχει λόγος.
在此处,有一枚用带子缠绕着的蛋悬挂在天花板上;人们说,那就是传说中勒达所生的那枚蛋。
§3.16.2ὑφαίνουσι δὲ κατὰ ἔτος αἱ γυναῖκες τῷ Ἀπόλλωνι χιτῶνα τῷ ἐν Ἀμύκλαις, καὶ τὸ οἴκημα ἔνθα ὑφαίνουσι Χιτῶνα ὀνομάζουσιν.
妇女们每年为阿米克莱的阿波罗织一件长袍,她们将织造长袍的房屋称为“希同”。
οἰκία δὲ αὐτοῦ πεποίηται πλησίον· τὸ δὲ ἐξ ἀρχῆς φασιν αὐτὴν οἰκῆσαι τοὺς Τυνδάρεω παῖδας, χρόνῳ δὲ ὕστερον ἐκτήσατο Φορμίων Σπαρτιάτης.
附近建有一所住宅;据说起初是廷达瑞俄斯的儿子们居住于此,后来,斯巴达人福尔米翁占有了它。
παρὰ τοῦτον ἀφίκοντο οἱ Διόσκουροι ξένοις ἀνδράσιν ἐοικότες· ἥκειν δὲ ἐκ Κυρήνης φήσαντες καταχθῆναί τε ἠξίουν παρʼ αὐτῷ καὶ οἴκημα ᾐτοῦντο ᾧ μάλιστα ἔχαιρον, ἡνίκα μετὰ ἀνθρώπων ἦσαν.
双子神狄奥斯库里化装成异乡人来到他这里;他们自称来自昔兰尼,请求在他家投宿,并指名要他们以前在人间生活时最喜爱的那个房间。
§3.16.3ὁ δὲ οἰκίας μὲν τῆς ἄλλης ἐκέλευεν αὐτοὺς ἔνθα ἂν ἐθέλωσιν οἰκῆσαι, τὸ δὲ οἴκημα οὐκ ἔφη δώσειν· θυγάτηρ γὰρ ἔτυχέν οἱ παρθένος ἔχουσα ἐν αὐτῷ δίαιταν.
他允许他们住在房屋的其他任何他们想住的地方,但表示不能给那个房间;因为他的未婚女儿碰巧住在里面。
ἐς δὲ τὴν ὑστεραίαν παρθένος μὲν ἐκείνη καὶ θεραπεία πᾶσα ἡ περὶ τὴν παῖδα ἠφάνιστο, Διοσκούρων δὲ ἀγάλματα ἐν τῷ οἰκήματι εὑρέθη καὶ τράπεζά τε καὶ σίλφιον ἐπʼ αὐτῇ.
但到了第二天,那个女孩和所有侍候她的仆人都消失了,房间里却发现了双子神的雕像,以及一张桌子,桌上放着西尔菲乌姆。
§3.16.4τάδε μὲν οὕτω γενέσθαι λέγουσιν· ἰόντι δὲ ὡς ἐπὶ τὰς πύλας ἀπὸ τοῦ Χιτῶνος Χίλωνός ἐστιν ἡρῷον τοῦ σοφοῦ νομιζομένου καὶ Ἀθηνοδώρου τῶν ὁμοῦ Δωριεῖ τῷ Ἀναξανδρίδου σταλέντων ἐς Σικελίαν· ἐστάλησαν δὲ τὴν Ἐρυκίνην χώραν νομίζοντες τῶν ἀπογόνων τῶν Ἡρακλέους εἶναι καὶ οὐ βαρβάρων τῶν ἐχόντων.
据说这些事情就是这样发生的;从“希同”朝城门走去,沿途有被视为贤者的奇伦的英雄冢,以及和阿纳克桑德里德斯之子多里厄斯一同被派往西西里的阿特诺多罗斯等人的英雄冢;他们被派往那里,是因为他们认为埃里克斯地区属于赫拉克勒斯的后裔,而不是属于占领那里的蛮族。
Ἡρακλέα γὰρ ἔχει λόγος παλαῖσαι πρὸς Ἔρυκα ἐπὶ τοῖσδε εἰρημένοις, ἢν μὲν Ἡρακλῆς νικήσῃ, γῆν τὴν Ἔρυκος Ἡρακλέους εἶναι, κρατηθέντος δὲ τῇ πάλῃ βοῦς τὰς Γηρυόνου— §3.16.5ταύτας γὰρ τότε ἤλαυνεν Ἡρακλῆς, διανηξαμένας δὲ ἐπὶ Σικελίαν κατὰ τὸν ἔλαιον τὸν κυφὸν ἀνευρήσων ἐπιδιέβη—τὰς οὖν βοῦς ἔδει κρατηθέντος Ἡρακλέους τὸν Ἔρυκα ἄγοντα οἴχεσθαι.
因为有传说称,赫拉克勒斯曾与埃里克斯根据以下约定的条件进行摔跤:如果赫拉克勒斯获胜,埃里克斯的土地就属于赫拉克勒斯;但如果他在摔跤中被打败,革律翁的牛群—— 因为当时赫拉克勒斯正赶着这些牛,而当它们泅水游到西西里时,为了找回它们,他也渡海过去,来到了那个弯曲的橄榄树处——所以,如果赫拉克勒斯被打败,埃里克斯本应该把这些牛赶走。
τὸ δὲ εὐμενὲς ἐκ τῶν θεῶν οὐ κατὰ ταὐτὰ Ἡρακλεῖ καὶ ὕστερον Δωριεῖ τῷ Ἀναξανδρίδου παρεγένετο, ἀλλὰ Ἡρακλῆς μὲν ἀποκτίννυσιν Ἔρυκα, Δωριέα δὲ αὐτόν τε καὶ τῆς στρατιᾶς διέφθειραν τὸ πολὺ Ἐγεσταῖοι.
然而,神明的恩宠对于赫拉克勒斯以及后来的阿纳克桑德里德斯之子多里厄斯,并不是一视同仁的;赫拉克勒斯杀死了埃里克斯,而多里厄斯本人和他军队的大部分人却被埃格斯塔人消灭了。

词汇与语法注释

  1. 3.16.1τὸ δὲ ἕτερον μὴ καὶ τοῦτο ἐπικοσμεῖν αὐτὴν ἀπεῖπεν ὄνειρον — 动词 ἀπεῖπον(禁止)后面接带有否定小词 μή 的不定式(ἐπικοσμεῖν)。αὐτήν(她,指那位莱乌基皮斯)是不定式的逻辑主语,而 τὸ δὲ ἕτερον 则是置于句首的宾格,用以与前一尊神像作对比。主句的主语是 ὄνειρον(梦境)。
  2. 3.16.1ὃ τεκεῖν Λήδαν ἔχει λόγος — 短语 ἔχει λόγος(有传说)引导一个带对格的不定式结构,其中 Λήδαν 是不定式 τεκεῖν 的逻辑主语,关系代词 ὃ(中性单数宾格,先行词是 ᾠόν)是其宾语。
  3. 3.16.4ἰόντι δὲ ὡς ἐπὶ τὰς πύλας — 现在分词与格 ἰόντι 是地理描述中常用的“判断者与格”(地方性与格),意为“对于走向城门的人而言”或“在走向城门的方向上”。
  4. 3.16.4ἢν μὲν Ἡρακλῆς νικήσῃ, ... κρατηθέντος δὲ τῇ πάλῃ βοῦς τὰς Γηρυόνου — 条件从句 ἢν μὲν Ἡρακλῆς νικήσῃ(如果赫拉克勒斯获胜)与由 δέ 引导的属格独立结构 κρατηθέντος δὲ(如果他被打败)相对应。接下来的词语 βοῦς τὰς Γηρυόνου 导致了句子的中断(破绽句法),该句在 §3.16.5 中通过 ταύτας... τὰς οὖν βοῦς ἔδει... 重新开始并完成。
  5. 3.16.5κατὰ τὸν ἔλαιον τὸν κυφὸν — 尽管 ἔλαιος 通常意为“野生橄榄树”,但在此处它作为地理专有名词使用,指代一个特定的地标“弯曲的橄榄树”。

引用这一段

保萨尼亚斯, 希腊志 §3.16.1-3.16.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:3.16.1-3.16.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。