Humanitext Reader

保萨尼亚斯 · 希腊志 §3.11.6-3.11.11

预言家提萨墨诺斯的功绩与广场周围的纪念碑

第 115 段,共 465 段 · 希腊语

内容简介

本节叙述了预言家提萨墨诺斯的功绩,他在领悟神谕后引导斯巴达赢得了五次战役的胜利,并介绍了斯巴达广场周围的诸多神庙、纪念碑和陵墓。

§3.11.6Τισαμενῷ δὲ ὄντι Ἠλείῳ τῶν Ἰαμιδῶν λόγιον ἐγένετο ἀγῶνας ἀναιρήσεσθαι πέντε ἐπιφανεστάτους αὐτόν.
对身为伊阿米德家族成员且是埃利斯人的提萨墨诺斯来说,他得到了一个神谕,预言他自己将赢得五次最辉煌的胜利。
οὕτω πένταθλον Ὀλυμπίασιν ἀσκήσας ἀπῆλθεν ἡττηθείς, καίτοι τὰ δύο γε ἦν πρῶτος· καὶ γὰρ δρόμῳ τε ἐκράτει καὶ πηδήματι Ἱερώνυμον τὸν Ἄνδριον.
因此,他在奥林匹亚为五项全能进行了训练,但最终落败而归,尽管他在其中两项上确实获得了第一名;因为他在跑步和跳跃中击败了安德罗斯人希埃罗尼穆斯。
καταπαλαισθεὶς δὲ ὑπʼ αὐτοῦ καὶ ἁμαρτὼν τῆς νίκης συνίησι τοῦ χρησμοῦ, διδόναι οἱ τὸν θεὸν μαντευομένῳ πέντε ἀγῶνας πολέμῳ κρατῆσαι.
但在摔跤中被其击败并失去胜利时,他理解了神谕的含义,即在他请求神谕时,神许诺他将赢得五场战争的胜利。
§3.11.7Λακεδαιμόνιοι δὲ—οὐ γὰρ εἶχον ἀνηκόως ὧν Τισαμενῷ προεῖπεν ἡ Πυθία—πείθουσι μετοικήσαντα ἐξ Ἤλιδος μαντεύεσθαι Σπαρτιατῶν τῷ κοινῷ·
而拉刻代蒙人——因为他们并非没有听说过皮提亚对提萨墨诺斯的预言——便说服他离开埃利斯移居此地,为斯巴达人的公社担任预言家。
καί σφισιν ὁ Τισαμενὸς ἀγῶνας πολέμου πέντε ἐνίκησε, πρῶτον μὲν Πλαταιᾶσιν ἐναντία Περσῶν, δεύτερον δὲ ἐν Τεγέᾳ πρὸς Τεγεάτας καὶ Ἀργείους μάχης Λακεδαιμονίοις συνεστώσης, ἐπὶ τούτοις δὲ ἐν Διπαιεῦσιν Ἀρκάδων πάντων πλὴν Μαντινέων ἀντιτεταγμένων· οἱ δὲ Διπαιεῖς ἐν τῇ Μαιναλίᾳ πόλισμα Ἀρκάδων ἦσαν.
提萨墨诺斯为他们赢得了五场战争的胜利:第一场是在普拉提亚对抗波斯人;第二场是在特格亚对抗特格亚人和阿哥斯人,当时为拉刻代蒙人爆发了一场战斗;此外,第三场是在迪派亚,对抗除曼提尼亚人之外的所有与之对峙的阿卡迪亚人;而迪派亚人是迈纳利亚地区阿卡迪亚人的一个小城镇。
§3.11.8τέταρτον δὲ ἠγωνίσατο πρὸς τοὺς ἐξ ἰσθμοῦ ἐς Ἰθώμην ἀποστάντας τῶν εἱλώτων· ἀπέστησαν δὲ οὐχ ἅπαντες οἱ εἵλωτες, ἀλλὰ τὸ Μεσσηνιακὸν ἀπὸ τῶν ἀρχαίων εἱλώτων ἀποσχισθέντες· καί μοι καὶ τάδε ὁ λόγος αὐτίκα ἐπέξεισι.
第四次,他与那些从地峡起义逃往伊索墨的黑劳士进行了战斗;但并非所有的黑劳士都起义了,而是美塞尼亚人与古老的黑劳士分裂并起义;我的叙述很快也会详细说明这些事情。
τότε δὲ οἱ Λακεδαιμόνιοι τοὺς ἀποστάντας ἀπελθεῖν ὑποσπόνδους εἴασαν Τισαμενῷ καὶ τῷ ἐν Δελφοῖς χρηστηρίῳ πειθόμενοι· τελευταῖον δὲ ὁ Τισαμενὸς ἐμαντεύσατο ἐν Τανάγρᾳ σφίσι πρὸς Ἀργείους καὶ Ἀθηναίους γινομένης συμβολῆς.
当时拉刻代蒙人顺从提萨墨诺斯和德尔斐的神谕,允许起义者根据协议撤离;最后,在塔纳格拉与阿哥斯人和雅典人爆发冲突时,提萨墨诺斯为他们进行了预言。
§3.11.9τὰ μὲν Τισαμενοῦ τοιαῦτα ἐπυνθανόμην ὄντα·
我所打听到的提萨墨诺斯的事情就是这样。
Σπαρτιάταις δὲ ἐπὶ τῆς ἀγορᾶς Πυθαέως τέ ἐστιν Ἀπόλλωνος καὶ Ἀρτέμιδος καὶ Λητοῦς ἀγάλματα.
在斯巴达人的广场上,有毕塞乌斯阿波罗、阿尔特弥斯和勒托的雕像。
Χορὸς δὲ οὗτος ὁ τόπος καλεῖται πᾶς, ὅτι ἐν ταῖς γυμνοπαιδίαις—ἑορτὴ δὲ εἴ τις ἄλλη καὶ αἱ γυμνοπαιδίαι διὰ σπουδῆς Λακεδαιμονίοις εἰσίν—ἐν ταύταις οὖν οἱ ἔφηβοι χοροὺς ἱστᾶσι τῷ Ἀπόλλωνι.
这整个地方被称为“科罗斯”,因为在裸体竞技节上——如果说有什么节日对拉刻代蒙人来说非常重要,那便是这裸体竞技节了——在这些节日里,青年们为阿波罗组织合唱起舞。
τούτων δὲ οὐ πόρρω Γῆς ἱερὸν καὶ Διός ἐστιν Ἀγοραίου, τὸ δὲ Ἀθηνᾶς Ἀγοραίας καὶ Ποσειδῶνος ὃν ἐπονομάζουσιν Ἀσφάλιον, καὶ Ἀπόλλωνος αὖθις καὶ Ἥρας·
离这些不远的地方有大地神庙和广场宙斯神庙,还有广场雅典娜和他们称为阿斯法利乌斯的波塞冬的神庙,以及再次阿波罗和赫拉的神庙。
§3.11.10ἀνάκειται δὲ καὶ Δήμου τοῦ Σπαρτιατῶν ἀνδριὰς μεγέθει μέγας.
此外还供奉着一尊体积巨大的斯巴达人民的雕像。
καὶ Μοιρῶν Λακεδαιμονίοις ἐστὶν ἱερόν, Ὀρέστου δὲ τοῦ Ἀγαμέμνονος πρὸς αὐτῷ τάφος· κομισθέντα γὰρ ἐκ Τεγέας τοῦ Ὀρέστου τὰ ὀστᾶ κατὰ μαντείαν θάπτουσιν ἐνταῦθα.
拉刻代蒙人还有一座命运女神的神庙,紧挨着它的是阿伽门农之子奥瑞斯特斯的陵墓;因为他们根据神谕将奥瑞斯特斯的遗骨从特格亚运来,并葬于此处。
παρὰ δὲ τοῦ Ὀρέστου τὸν τάφον ἐστὶν εἰκὼν Πολυδώρου τοῦ Ἀλκαμένους, ὃν βασιλέων ἐς τοσοῦτο τιμῆς προήχασιν ὥστε οἱ τὰς ἀρχὰς ἔχοντες, ὁπόσα δεῖ σημαίνεσθαι, τοῦ Πολυδώρου σημαίνονται τῇ εἰκόνι.
在奥瑞斯特斯陵墓旁,是阿尔卡墨涅斯之子波吕多洛斯的肖像,在诸王中,他们将其提升到了极高的荣誉,以至于凡是掌权者,凡是需要盖印的地方,都用波吕多洛斯的肖像来盖印。
§3.11.11ἔστι δὲ καὶ Ἑρμῆς Ἀγοραῖος Διόνυσον φέρων παῖδα, καὶ τὰ ἀρχαῖα καλούμενα Ἐφορεῖα, ἐν δὲ αὐτοῖς Ἐπιμενίδου τοῦ Κρητὸς μνῆμα καὶ Ἀφαρέως τοῦ Περιήρους· καὶ τά γε ἐς Ἐπιμενίδην Λακεδαιμονίους δοξάζω μᾶλλον Ἀργείων λέγειν εἰκότα.
还有抱着幼年狄奥尼索斯的广场赫尔墨斯,以及被称为“埃福里亚”的古老官署,其中有克里特人埃庇米尼得斯和佩里埃瑞斯之子阿法柔斯的陵墓;关于埃庇米尼得斯的事情,我认为拉刻代蒙人的说法比阿哥斯人的更合情合理。
ἐνταῦθα, ἔνθα αἱ Μοῖραι, καὶ Ἑστία τοῖς Λακεδαιμονίοις ἐστὶ καὶ Ζεὺς Ξένιος καὶ Ἀθηνᾶ Ξενία.
在这里,即命运女神所在的地方,拉刻代蒙人还供奉着赫斯提亚、劈客宙斯和劈客雅典娜。

词汇与语法注释

  1. 3.11.6διδόναι οἱ τὸν θεὸν μαντευομένῳ πέντε ἀγῶνας πολέμῳ κρατῆσαι — 依附于主动词 `συνίησι`(理解)的间接引语不定式从句。`διδόναι`(给予)表示神明的赋予,与之连用的与格分词 `μαντευομένῳ` 与代词 `οἱ`(指提萨墨诺斯)一致,作时间状语(意为“当他请求神谕时”)。`κρατῆσαι` 是依附于 `διδόναι` 的目的/结果不定式。
  2. 3.11.7οὐ γὰρ εἶχον ἀνηκόως ὧν Τισαμενῷ προεῖπεν ἡ Πυθία — 形容词 `ἀνήκοος`(未听闻的、不知晓的)的中性复数宾格作副词性使用(或副词 `ἀνηκόως` 与 `ἔχω` 连用),支配属格。关系代词 `ὧν` 因先行词 `τούτων` 被省略且受到格吸引,由原本的宾格 `ἃ` 变为属格。
  3. 3.11.8ἀπέστησαν δὲ οὐχ ἅπαντες οἱ εἵλωτες, ἀλλὰ τὸ Μεσσηνιακὸν ἀπὸ τῶν ἀρχαίων εἱλώτων ἀποσχισθέντες — 一种基于意义一致(constructio ad sensum)的语法不一致现象(Anacoluthon)。虽然主语 `τὸ Μεσσηνιακὸν`(`τὸ Μεσσηνιακόν`)是中性单数的集合名词,但随后的分词 `ἀποσχισθέντες` 却采用了阳性复数主格,这是因为在意义上将其视为了复数的“美塞尼亚黑劳士们”。
  4. 3.11.10ὃν βασιλέων ἐς τοσοῦτο τιμῆς προήχασιν — 语法支配关系整理。`βασιλέων` 是部分属格,表示“在诸王之中(将他……)”。`ἐς τοσοῦτο` 表示程度,而 `τοσοῦτο` 进一步支配名词性属格 `τιμῆς`(荣誉),字面意思是“达到如此程度的荣誉”。
  5. 3.11.11καὶ τά γε ἐς Ἐπιμενίδην Λακεδαιμονίους δοξάζω μᾶλλον Ἀργείων λέγειν εἰκότα — 主动词 `δοξάζω`(我认为)支配着一个宾格加不定式结构(`Λακεδαιμονίους ... λέγειν`)。`εἰκότα`(合理的事物)是不定式 `λέγειν` 的直接宾语。`Ἀργείων` 是由比较级 `μᾶλλον` 引导的比较属格,意为“比阿哥斯人(所说的)更合理”。

引用这一段

保萨尼亚斯, 希腊志 §3.11.6-3.11.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:3.11.6-3.11.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。