§2.7.6ἡγεῖται μὲν οὖν ὃν Βάκχειον ὀνομάζουσιν—Ἀνδροδάμας σφίσιν ὁ Φλάντος τοῦτον ἱδρύσατο—, ἕπεται δὲ ὁ καλούμενος Λύσιος, ὃν Θηβαῖος Φάνης εἰπούσης τῆς Πυθίας ἐκόμισεν ἐκ Θηβῶν.
因此,被称为培克基奥斯的神像走在最前面——弗里阿斯的人安德罗达马斯为他们安置了这一尊——,而被称为吕ios的神像紧随其后,这是底比斯人泛尼斯因女祭司皮提亚的指示而从底比斯运来的。
ἐς δὲ Σικυῶνα ἦλθεν ὁ Φάνης, ὅτε Ἀριστόμαχος ὁ Κλεοδαίου τῆς γενομένης μαντείας ἁμαρτὼν διʼ αὐτὸ καὶ καθόδου τῆς ἐς Πελοπόννησον ἥμαρτεν.
泛尼斯来到西基翁,是在克莱奥代奥斯之子阿里斯托马科斯误解了所得到的预言,因而也未能返回伯罗奔尼撒的时候。
ἐκ δὲ τοῦ Διονυσίου βαδίζουσιν ἐς τὴν ἀγοράν, ἔστι ναὸς Ἀρτέμιδος ἐν δεξιᾷ Λιμναίας.
从狄奥尼索斯神殿走向广场,右边有一座被称为林奈亚的阿耳忒弥斯神殿。
καὶ ὅτι μὲν κατερρύηκεν ὁ ὄροφος, δῆλά ἐστιν ἰδόντι· περὶ δὲ τοῦ ἀγάλματος οὔτε ὡς κομισθέντος ἑτέρωσε οὔτε ὅντινα αὐτοῦ διεφθάρη τρόπον εἰπεῖν ἔχουσιν.
其屋顶已经坍塌,这对看见的人来说是显而易见的;但关于那尊神像,他们无法说明它是被运往了他处,还是以何种方式被毁坏的。
§2.7.7ἐς δὲ τὴν ἀγορὰν ἐσελθοῦσι Πειθοῦς ἐστιν ἱερὸν οὐδὲ τοῦτο ἄγαλμα ἔχον.
进入广场,有一座培托的神殿,这一座同样没有神像。
Πειθὼ δὲ ἐπὶ λόγῳ τοιῷδε αὐτοῖς κατέστη σέβεσθαι.
崇拜培托在他们中间得以确立是基于以下的原因。
Ἀπόλλων καὶ Ἄρτεμις ἀποκτείναντες Πύθωνα παρεγένοντο ἐς τὴν Αἰγιάλειαν καθαρσίων ἕνεκα.
阿波罗和阿耳忒弥斯在杀死了皮同之后,为了净化而来到艾吉亚莱亚。
γενομένου δέ σφισι δείματος, ἔνθα καὶ νῦν Φόβον ὀνομάζουσι τὸ χωρίον, οἱ μὲν ἐς Κρήτην παρὰ Καρμάνορα ἀπετράποντο, τοὺς δὲ ἀνθρώπους ἐν τῇ Αἰγιαλείᾳ νόσος ἐπέλαβε· καὶ σφᾶς ἐκέλευον οἱ μάντεις Ἀπόλλωνα ἱλάσασθαι καὶ Ἄρτεμιν.
由于他们产生了恐惧(该地至今仍被人们称为佛博斯),神们便转向克里特岛去往卡尔马诺尔处,而疫病袭击了艾吉亚莱亚的人们;先知们命令他们安抚阿波罗和阿耳忒弥斯。
§2.7.8οἱ δὲ παῖδας ἑπτὰ καὶ ἴσας παρθένους ἐπὶ τὸν Σύθαν ποταμὸν ἀποστέλλουσιν ἱκετεύοντας· ὑπὸ τούτων δὲ πεισθέντας τοὺς θεούς φασιν ἐς τὴν τότε ἀκρόπολιν ἐλθεῖν, καὶ ὁ τόπος ἔνθα πρῶτον ἀφίκοντο Πειθοῦς ἐστιν ἱερόν.
于是他们派遣了七个男孩和同等数量的少女前往塞塔斯河进行哀求;人们说,神们被这些孩子说服,来到了当时的卫城,而他们最初到达的地方就是培托的神殿。
τούτοις δὲ ἐοικότα καὶ νῦν ἔτι ποιεῖται· καὶ γὰρ ἐπὶ τὸν Σύθαν ἴασιν οἱ παῖδες τῇ ἑορτῇ τοῦ Ἀπόλλωνος, καὶ ἀγαγόντες δὴ τοὺς θεοὺς ἐς τὸ τῆς Πειθοῦς ἱερὸν αὖθις ἀπάγειν ἐς τὸν ναόν φασι τοῦ Ἀπόλλωνος.
与此相似的仪式至今仍在举行;因为在阿波罗的节日里,孩子们会前往塞塔斯河,并且在将神们引导到培托的神殿之后,据说又将他们带回阿波罗的神殿。
ὁ δὲ ναὸς ἔστι μὲν ἐν τῇ νῦν ἀγορᾷ, τὸ δὲ ἐξ ἀρχῆς λέγουσιν αὐτὸν ὑπὸ Προίτου ποιηθῆναι· τὰς γάρ οἱ θυγατέρας ἐνταῦθα τῆς μανίας παύσασθαι.
这座神殿在现在的广场上,但人们说它最初是由普罗伊托斯建造的,因为他的女儿们在这里停止了疯狂。
§2.7.9λέγουσι δὲ καὶ τάδε, ὡς Μελέαγρος ἐς τοῦτον τὸν ναὸν ἀνέθηκε τὴν λόγχην ᾗ τὸν ὗν κατειργάσατο.
他们还说,梅列阿格将他用来宰杀那头野猪的标枪献纳在了这座神殿里。
καὶ αὐλοὺς ἀνατεθῆναί φασιν ἐνταῦθα τοὺς Μαρσύου· γενομένης γὰρ τῷ Σιληνῷ τῆς συμφορᾶς τὸν ποταμὸν τὸν Μαρσύαν κατενεγκεῖν αὐτοὺς ἐς τὸν Μαίανδρον, ἀναφανέντας δὲ ἐν τῷ Ἀσωπῷ καὶ κατὰ τὴν Σικυωνίαν ἐκπεσόντας ὑπὸ ποιμένος τοῦ εὑρόντος δοθῆναι τῷ Ἀπόλλωνι.
此外,人们说马尔叙亚斯的笛子也曾献纳于此;因为当灾难降临到那位西勒诺斯身上时,马尔叙亚斯河将它们冲入了迈安德罗斯河,之后它们在阿索波斯河中显现并漂落到西基翁尼亚,被发现它们的牧羊人献给了阿波罗。
τούτων τῶν ἀναθημάτων οὐδὲν ἔτι ἐλείπετο, συγκατεκαύθη γὰρ ἐμπιπραμένῳ τῷ ναῷ· τὸν δὲ ἐπʼ ἐμοῦ ναὸν καὶ τὸ ἄγαλμα Πυθοκλῆς ἀνέθηκεν.
这些献纳品如今已无一存留,因为它们在神殿被烧毁时一同化为灰烬;而我这时代的建立神殿和神像则是皮托克勒斯献纳的。