§2.5.1ἀνελθοῦσι δὲ ἐς τὸν Ἀκροκόρινθον ναός ἐστιν Ἀφροδίτης· ἀγάλματα δὲ αὐτή τε ὡπλισμένη καὶ Ἥλιος καὶ Ἔρως ἔχων τόξον.
对于登上阿克罗科林斯的人来说,有一座阿芙罗狄忒神殿;至于雕像,有她自己全副武装的像、赫利俄斯,以及手持弓箭的爱若斯。
τὴν δὲ πηγήν, ἥ ἐστιν ὄπισθεν τοῦ ναοῦ, δῶρον μὲν Ἀσωποῦ λέγουσιν εἶναι, δοθῆναι δὲ Σισύφῳ· τοῦτον γὰρ εἰδότα, ὡς εἴη Ζεὺς ἡρπακὼς Αἴγιναν θυγατέρα Ἀσωποῦ, μὴ πρότερον φάναι ζητοῦντι μηνύσειν πρὶν ἤ οἱ καὶ ἐν Ἀκροκορίνθῳ γένοιτο ὕδωρ· δόντος δὲ Ἀσωποῦ μηνύει τε οὕτως καὶ ἀντὶ τοῦ μηνύματος δίκην—ὅτῳ πιστὰ—ἐν Ἅιδου δίδωσιν.
至于那处在神殿后方的泉水,人们说是阿索波斯的礼物,并送给了西西弗斯;因为据说,他(西西弗斯)知道宙斯掠走了阿索波斯的女儿艾吉娜,所以对寻找女儿的人说,除非也在阿克罗科林斯为他提供水源,否则他绝不告知;在阿索波斯给予水源后,他便如此告知,而作为告密的代价,他在哈迪斯处受罚——信其有者自信之。
ἤκουσα δὲ ἤδη τὴν Πειρήνην φαμένων εἶναι ταύτην καὶ τὸ ὕδωρ αὐτόθεν ὑπορρεῖν τὸ ἐν τῇ πόλει.
但我已经听过有人说这处泉水就是佩雷内,城市里的水就是从这里向下流去的。
§2.5.2ὁ δὲ Ἀσωπὸς οὗτος ἄρχεται μὲν ἐκ τῆς Φλιασίας, ῥεῖ δὲ διὰ τῆς Σικυωνίας καὶ ἐκδίδωσιν ἐς τὴν ταύτῃ θάλασσαν.
至于这条阿索波斯河,它发源于弗利亚斯地区,流经西基翁地区,最后注入该处的海洋。
θυγατέρας δὲ αὐτοῦ γενέσθαι Φλιάσιοί φασι Κόρκυραν καὶ Αἴγιναν καὶ Θήβην· ἀπὸ μὲν δὴ Κορκύρας καὶ Αἰγίνης τὰς νήσους Σχερίαν καὶ Οἰνώνην καλουμένας μετονομασθῆναι, ἀπὸ δὲ Θήβης τὴν ὑπὸ τῇ Καδμείᾳ κληθῆναι.
弗利亚斯人说,科尔库拉、艾吉娜和忒拜是他的女儿;的确,因科尔库拉和艾吉娜之名,原先被称为斯克里亚和奥伊诺内的岛屿被重新命名,而因忒拜之名,卡德梅亚山下的城市也得以命名。
Θηβαῖοι δὲ οὐχ ὁμολογοῦσι, φάμενοι τοῦ Βοιωτίου τὴν Θήβην Ἀσωποῦ καὶ οὐ τοῦ Φλιασίου εἶναι.
但忒拜人并不同意,他们声称忒拜是波奥提亚的阿索波斯河之女,而非弗利亚斯之女。
§2.5.3τὰ δὲ ἄλλα ἐς τὸν ποταμὸν Φλιάσιοι καὶ Σικυώνιοι λέγουσι, τὸ ὕδωρ ἔπηλυ καὶ οὐκ ἐγχώριον εἶναί οἱ· Μαίανδρον γὰρ κατιόντα ἐκ Κελαινῶν διὰ Φρυγίας καὶ Καρίας καὶ ἐκδιδόντα ἐς τὴν πρὸς Μιλήτῳ θάλασσαν ἐς Πελοπόννησον ἔρχεσθαι καὶ ποιεῖν τὸν Ἀσωπόν.
关于这条河,弗利亚斯人和西基翁人所说的其他事情是,其水源是外来的,而非本地固有的;因为他们说,发源于凯莱奈、流经弗里吉亚和卡里亚并注入米利都附近海洋的迈安德罗斯河,流向了伯罗奔尼撒,形成了阿索波斯河。
οἶδα δὲ καὶ Δηλίων τοιοῦτο ἀκούσας ἕτερον, ὕδωρ ὃ καλοῦσιν Ἰνωπὸν εἶναί σφισιν ἐκ τοῦ Νείλου· καὶ δὴ καὶ αὐτὸν ἔχει τὸν Νεῖλον λόγος Εὐφράτην ὄντα ἐς ἕλος ἀφανίζεσθαι καὶ αὖθις ἀνιόντα ὑπὲρ Αἰθιοπίας Νεῖλον γίνεσθαι.
我知道我也曾从提洛人那里听过另一个类似的故事,即他们称为伊诺波斯的水,是从尼罗河引向他们的;甚至有说法称,尼罗河本身其实是幼发拉底河,它消失在一片沼泽中,在埃塞俄比亚之上再次升起,成为了尼罗河。
Ἀσωποῦ μὲν πέρι τοιαῦτα ἤκουσα, ἐκ δὲ τοῦ Ἀκροκορίνθου §2.5.4τραπεῖσι τὴν ὀρεινὴν πύλη τέ ἐστιν ἡ Τενεατικὴ καὶ Εἰληθυίας ἱερόν· ἑξήκοντα δὲ ἀπέχει μάλιστα στάδια ἡ καλουμένη Τενέα.
关于阿索波斯,我听到的就是这些,而从阿克罗科林斯—— ——对于转向山路的人来说,有特内阿门和埃勒提亚的圣域;所谓的特内阿距离此地大约六十斯塔德。
οἱ δὲ ἄνθρωποί φασιν οἱ ταύτῃ Τρῶες εἶναι, αἰχμάλωτοι δὲ ὑπὸ Ἑλλήνων ἐκ Τενέδου γενόμενοι ἐνταῦθα Ἀγαμέμνονος δόντος οἰκῆσαι· καὶ διὰ τοῦτο θεῶν μάλιστα Ἀπόλλωνα τιμῶσιν.
此地的居民说他们是特洛伊人,在被希腊人从忒涅多斯岛俘虏后,因阿伽门农准许他们居住而在此定居;也正因如此,他们在众神中最尊崇阿波罗。
§2.5.5ἐκ Κορίνθου δὲ οὐκ ἐς μεσόγαιαν ἀλλὰ τὴν ἐπὶ Σικυῶνα ἰοῦσι ναὸς ἐμπεπρησμένος ἐστὶν οὐ πόρρω τῆς πόλεως, ἐν ἀριστερᾷ δὲ τῆς ὁδοῦ.
从科林斯出发,不往内陆而是走向通往西基翁道路的人,在离城市不远处,道路左侧,有一座被烧毁的神殿。
γεγόνασι μὲν δὴ καὶ ἄλλοι πόλεμοι περὶ τὴν Κορινθίαν καὶ πῦρ ἐπέλαβεν ὡς τὸ εἰκὸς καὶ οἰκίας καὶ ἱερὰ τὰ ἔξω τείχους· ἀλλὰ τοῦτόν γε τὸν ναὸν Ἀπόλλωνος εἶναι λέγουσι καὶ ὅτι Πύρρος κατακαύσειεν ὁ Ἀχιλλέως αὐτόν.
在科林斯领土周围确实也发生过其他战争,正如所料,大火也波及了城墙外的房屋和圣所;但他们说,至少这座神殿是属于阿波罗的,且阿基琉斯之子皮鲁斯将其烧毁。
χρόνῳ δὲ ὕστερον ἤκουσα καὶ ἄλλο τοιόνδε, ὡς οἱ Κορίνθιοι Διὶ ποιήσαιντο Ὀλυμπίῳ τὸν ναὸν καὶ ὡς ἐξαίφνης πῦρ ποθὲν ἐμπεσὸν διαφθείρειεν αὐτόν.
但后来我又听到了另一个这样的故事:科林斯人曾为奥林匹亚的宙斯建造了这座神殿,而突然不知从哪里燃起的大火将其毁灭。
§2.5.6Σικυώνιοι δὲ—οὗτοι γὰρ ταύτῃ Κορινθίοις εἰσὶν ὅμοροι—περὶ τῆς χώρας τῆς σφετέρας λέγουσιν ὡς Αἰγιαλεὺς αὐτόχθων πρῶτος ἐν αὐτῇ γένοιτο, καὶ Πελοποννήσου δὲ ὅσον ἔτι καλεῖται καὶ νῦν Αἰγιαλὸς ἀπʼ ἐκείνου βασιλεύοντος ὀνομασθῆναι, καὶ Αἰγιάλειαν αὐτὸν οἰκίσαι πρῶτον ἐν τῷ πεδίῳ πόλιν· οὗ δέ ἐστι νῦν σφίσι τὸ ἱερὸν τῆς Ἀθηνᾶς, ἀκρόπολιν τοῦτο εἶναι.
西基翁人——因为他们在这个方向上与科林斯人接壤——关于他们自己的土地,他们说土生土长的艾吉亚琉斯是第一个在那里诞生的人,并且伯罗奔尼撒半岛至今仍被称为艾吉亚洛斯的部分,也是在他当政时以他的名字命名的,且他亲自在平原上建立了第一座城市艾吉亚利亚;而如今他们建立雅典娜神殿的地方,以前就是卫城。
Αἰγιαλέως δὲ Εὔρωπα γενέσθαι φασίν, Εὔρωπος δὲ Τελχῖνα, Τελχῖνος δὲ Ἆπιν.
他们说,艾吉亚琉斯生厄洛普斯,厄洛普斯生忒尔克斯,忒尔克斯生阿皮斯。
§2.5.7οὗτος ὁ Ἆπις ἐς τοσόνδε ηὐξήθη δυνάμεως, πρὶν ἢ Πέλοπα ἐς Ὀλυμπίαν ἀφικέσθαι, ὡς τὴν ἐντὸς Ἰσθμοῦ χώραν Ἀπίαν ἀπʼ ἐκείνου καλεῖσθαι.
这位阿皮斯在佩洛普斯到达奥林匹亚之前,势力增长到如此地步,以至于地峡以内的土地都因他而被命名为阿皮亚。
Ἄπιδος δὲ ἦν Θελξίων, Θελξίονος δὲ Αἴγυρος, τοῦ δὲ Θουρίμαχος, Θουριμάχου δὲ Λεύκιππος· Λευκίππῳ δὲ ἄρρενες παῖδες οὐκ ἐγένοντο, θυγάτηρ δὲ Καλχινία.
阿皮斯生塞克西翁,塞克西翁生艾吉罗斯,艾吉罗斯生图里马科斯,图里马科斯生留基伯;留基伯没有生下男嗣,但有一个女儿卡尔奇尼亚。
ταύτῃ τῇ Καλχινίᾳ Ποσειδῶνα συγγενέσθαι φασὶ καὶ τὸν τεχθέντα ὑπʼ αὐτῆς ἔθρεψεν ὁ Λεύκιππος καὶ τελευτῶν παρέδωκέν οἱ τὴν ἀρχήν· §2.5.8ὄνομα δὲ ἦν Πέρατος τῷ παιδί.
据说波塞冬与这位卡尔奇尼亚结合,留基伯抚养了她所生的孩子,并在临终时将统治权交给了他;那个孩子的名字叫做佩拉托斯。
τὰ δὲ ἐς Πλημναῖον τὸν Περάτου μάλιστα ἐφαίνετό μοι θαύματος ἄξια· τὰ γάρ οἱ τικτόμενα ὑπὸ τῆς γυναικὸς αὐτίκα ὁπότε πρῶτον κλαύσειεν ἠφίει τὴν ψυχήν, ἐς ὃ Δημήτηρ ἔλεον ἴσχει Πλημναίου, παραγενομένη δὲ ἐς τὴν Αἰγιάλειαν ὡς δὴ γυνὴ ξένη Πλημναίῳ παῖδα ἀνέθρεψεν Ὀρθόπολιν.
至于关于佩拉托斯之子普勒姆奈奥斯的事,在我看来尤其值得惊异;因为他的妻子为他所生的孩子们,一发出第一声啼哭便立刻夭折,直到德墨忒尔怜悯普勒姆奈奥斯,并装扮成外邦妇人来到艾吉亚利亚,替普勒姆奈奥斯养育了儿子奥尔索波利斯。
Ὀρθοπόλιδι δὲ θυγάτηρ γίνεται Χρυσόρθη· ταύτην τεκεῖν νομίζουσιν ἐξ Ἀπόλλωνος καὶ ὁ παῖς ὠνομάσθη Κόρωνος, Κορώνου δὲ γίνονται Κόραξ καὶ νεώτερος Λαμέδων.
奥尔索波利斯生有一女克律索耳忒;他们认为她与阿波罗生下了一个孩子,这个孩子被命名为科罗诺斯;科罗诺斯生克拉克斯和较年轻的拉墨冬。