§2.31.6τὸ δὲ ἱερὸν τοῦ Ἀπόλλωνος τοῦ Θεαρίου κατασκευάσαι μὲν Πιτθέα ἔφασαν, ἔστι δὲ ὧν οἶδα παλαιότατον.
人们说,提阿里乌斯阿波罗的神殿是由匹特乌斯建造的,它是我所知道的神殿中最古老的。
ἀρχαῖος μὲν οὖν καὶ Φωκαεῦσι τοῖς ἐν Ἰωνίᾳ ναός ἐστιν Ἀθηνᾶς, ὃν Ἅρπαγός ποτε ὁ Μῆδος ἐνέπρησεν, ἀρχαῖος δὲ καὶ Σαμίοις Ἀπόλλωνος Πυθίου· πλὴν πολύ γε ὕστερον τοῦ παρὰ Τροιζηνίοις ἐποιήθησαν.
诚然,对于伊奥尼亚的福卡亚人来说,曾被米底人哈尔帕戈斯烧毁的雅典娜神殿是古老的,而对于萨摩斯人来说,皮提乌斯阿波罗的神殿也是古老的;但它们都是在特罗伊曾神殿之后很久才建造的。
ἄγαλμα δέ ἐστι τὸ ἐφʼ ἡμῶν ἀνάθημα Αὐλίσκου, τέχνη δὲ Ἕρμωνος Τροιζηνίου· τοῦ δὲ Ἕρμωνος τούτου καὶ τὰ τῶν Διοσκούρων ξόανά ἐστι.
我们时代的雕像则是奥利斯科斯的奉献物,是特罗伊曾人赫尔蒙的手艺;而这位赫尔蒙的作品中,还有双子神的木雕像。
§2.31.7κεῖνται δὲ ἐν στοᾷ τῆς ἀγορᾶς γυναῖκες λίθου καὶ αὐταὶ καὶ οἱ παῖδες.
在广场的柱廊中,矗立着石雕的妇女像,她们自己和孩子们都在其中。
εἰσὶ δὲ ἃς Ἀθηναῖοι Τροιζηνίοις γυναῖκας καὶ τέκνα ἔδωκαν σώζειν, ἐκλιπεῖν σφισιν ἀρέσαν τὴν πόλιν μηδὲ στρατῷ πεζῷ τὸν Μῆδον ἐπιόντα ὑπομεῖναι.
这些就是当雅典人决定放弃城市、不等待乘陆军入侵的米底人时,交给特罗伊曾人保护的妇女和儿童。
λέγονται δὲ οὐ πασῶν τῶν γυναικῶν—οὐ γὰρ δὴ πολλαί τινες ἐκεῖναι—, ὁπόσαι δὲ ἀξιώματι προεῖχον, τούτων εἰκόνας ἀναθεῖναι μόνων.
但据说这些并不是所有妇女的雕像——因为她们其实并不是很多人——而只是为那些地位显赫的妇女建立并奉献了肖像。
§2.31.8τοῦ δὲ ἱεροῦ τοῦ Ἀπόλλωνός ἐστιν οἰκοδόμημα ἔμπροσθεν, Ὀρέστου καλούμενον σκηνή.
在阿波罗神殿的前面有一座建筑,被称为“奥瑞斯忒斯的帐篷”。
πρὶν γὰρ ἐπὶ τῷ αἵματι καθαρθῆναι τῆς μητρός, Τροιζηνίων οὐδεὶς πρότερον ἤθελεν αὐτὸν οἴκῳ δέξασθαι· καθίσαντες δὲ ἐνταῦθα ἐκάθαιρον καὶ εἱστίων, ἐς ὃ ἀφήγνισαν.
因为在他洗清杀母之血罪之前,特罗伊曾人没有一个愿意接纳他进入自己的家中;他们让他坐在这里,为他洗罪,并供给食物,直到完成净化。
καὶ νῦν ἔτι οἱ ἀπόγονοι τῶν καθηράντων ἐνταῦθα δειπνοῦσιν ἐν ἡμέραις ῥηταῖς.
即使在今天,那些为他净化的人的后代仍在特定的日子里在此进餐。
κατορυχθέντων δὲ ὀλίγον ἀπὸ τῆς σκηνῆς τῶν καθαρσίων φασὶν ἀπʼ αὐτῶν ἀναφῦναι δάφνην, ἣ δὴ καὶ ἐς ἡμᾶς ἔστιν, ἡ πρὸ τῆς σκηνῆς ταύτης.
据说,在距离帐篷不远处埋藏净化用具的地方,从那里生出了一棵月桂树,它确实保存到了我们的时代,就长在这座帐篷的前面。
§2.31.9καθῆραι δέ φασιν Ὀρέστην καθαρσίοις καὶ ἄλλοις καὶ ὕδατι τῷ ἀπὸ τῆς Ἵππου κρήνης.
据说,他们用其他净化之物以及从“马泉”流出的水来为奥瑞斯忒斯涤罪。
ἔστι γὰρ καὶ Τροιζηνίοις Ἵππου καλουμένη κρήνη, καὶ ὁ λόγος ἐς αὐτὴν διαφόρως τῷ Βοιωτῶν ἔχει·
因为特罗伊曾人也有一口被称为“马泉”的泉水,而关于它的传说与玻俄提亚人的传说不同。
Πηγάσῳ γὰρ τῷ ἵππῳ καὶ οὗτοι λέγουσι τὸ ὕδωρ ἀνεῖναι τὴν γῆν θιγόντι τοῦ ἐδάφους τῇ ὁπλῇ, Βελλεροφόντην δὲ ἐλθεῖν ἐς Τροιζῆνα γυναῖκα αἰτήσοντα Αἴθραν παρὰ Πιτθέως, πρὶν δὲ γῆμαι συμβῆναί οἱ φυγεῖν ἐκ Κορίνθου.
因为这些人也说是当飞马珀伽索斯用蹄子触地时,土地才喷涌出泉水;而贝勒罗丰来到特罗伊曾,向匹特乌斯求娶埃特拉,但在婚礼达成之前,他被迫从科林斯逃亡。
§2.31.10καὶ Ἑρμῆς ἐνταῦθά ἐστι Πολύγιος καλούμενος.
这里还有一座被称为“多产”的赫尔墨斯像。
πρὸς τούτῳ τῷ ἀγάλματι τὸ ῥόπαλον θεῖναί φασιν Ἡρακλέα· καὶ—ἦν γὰρ κοτίνου—τοῦτο μὲν ὅτῳ πιστὰ ἐνέφυ τῇ γῇ καὶ ἀνεβλάστησεν αὖθις καὶ ἔστιν ὁ κότινος πεφυκὼς ἔτι, τὸν δὲ Ἡρακλέα λέγουσιν ἀνευρόντα τὸν πρὸς τῇ Σαρωνίδι κότινον ἀπὸ τούτου τεμεῖν ῥόπαλον.
据说,赫拉克勒斯曾将他的木棒放在这尊雕像旁;并且——因为那木棒是用野橄榄木做的——对于任何相信此说的人而言,它居然在土里扎根并重新发芽,那棵野橄榄树至今依然生长着。 人们还说,赫拉克勒斯在萨罗尼斯旁发现了这棵野橄榄,并从中砍下了木棒。
ἔστι δὲ καὶ Διὸς ἱερὸν ἐπίκλησιν Σωτῆρος· ποιῆσαι δὲ αὐτὸ βασιλεύοντα Ἀέτιον τὸν Ἄνθα λέγουσιν.
此外,还有一座被称为“救主”的宙斯神殿;人们说这是安塔斯之子埃提乌斯在位统治时建造的。
ὕδωρ δὲ ὀνομάζουσι Χρυσορόαν· αὐχμοῦ δὲ ἐπὶ ἔτη συμβάντος σφίσιν ἐννέα, ἐν οἷς οὐχ ὗεν ὁ θεός, τὰ μὲν ἄλλα ἀναξηρανθῆναί φασιν ὕδατα, τὸν δὲ Χρυσορόαν τοῦτον καὶ τότε ὁμοίως διαμεῖναι ῥέοντα.
他们把这里的泉水称为“金流”;当他们遭遇了九年的干旱、期间神不曾降雨时,据说其他的水源都干涸了,而这条“金流”在当时仍同样保持着流淌。