§2.29.6προσπλεῦσαι δὲ Αἴγινά ἐστι νήσων τῶν Ἑλληνίδων ἀπορωτάτη· πέτραι τε γὰρ ὕφαλοι περὶ πᾶσαν καὶ χοιράδες ἀνεστήκασι.
从海上接近,阿埃癸那是希腊群岛中最困难的;因为暗礁和礁石在它周围四处耸立。
μηχανήσασθαι δὲ ἐξεπίτηδες ταῦτα Αἰακόν φασι λῃστειῶν τῶν ἐκ θαλάσσης φόβῳ, καὶ πολεμίοις ἀνδράσι μὴ ἄνευ κινδύνου εἶναι.
人们说,埃阿科斯因为害怕来自海上的海盗袭击而特意设计了这些,也是为了让敌对的男子并非没有危险。
πλησίον δὲ τοῦ λιμένος ἐν ᾧ μάλιστα ὁρμίζονται ναός ἐστιν Ἀφροδίτης, ἐν ἐπιφανεστάτῳ δὲ τῆς πόλεως τὸ Αἰάκειον καλούμενον, περίβολος τετράγωνος λευκοῦ λίθου.
在他们最常停泊的港口附近,有一座阿佛洛狄忒的神殿,而在城中最显眼的地方是所谓的埃阿科斯圣域,那是一个用白石砌成的四方形围墙。
§2.29.7ἐπειργασμένοι δέ εἰσι κατὰ τὴν ἔσοδον οἱ παρὰ Αἰακόν ποτε ὑπὸ τῶν Ἑλλήνων σταλέντες· αἰτίαν δὲ τὴν αὐτὴν Αἰγινήταις καὶ οἱ λοιποὶ λέγουσιν.
在入口处雕刻着曾经由希腊人派遣到埃阿科斯那里的人们;其他人也诉说着与阿埃癸那人相同的原因。
αὐχμὸς τὴν Ἑλλάδα ἐπὶ χρόνον ἐπίεζε καὶ οὔτε τὴν ἐκτὸς ἰσθμοῦ χώραν οὔτε Πελοποννησίοις ὗεν ὁ θεός, ἐς ὃ ἐς Δελφοὺς ἀπέστειλαν ἐρησομένους τὸ αἴτιον ὅ τι εἴη καὶ αἰτήσοντας ἅμα λύσιν τοῦ κακοῦ.
干旱在一段时间内压迫着希腊,神既不向地峡之外的土地、也不向伯罗奔尼撒人降雨,直到他们派遣使者到德尔斐询问原因是什么,并同时请求解除这一灾祸。
τούτοις ἡ Πυθία εἶπε Δία ἱλάσκεσθαι, χρῆναι δέ, εἴπερ ὑπακούσει σφίσιν, Αἰακὸν τὸν ἱκετεύσαντα εἶναι.
皮媞亚对这些人说,要安抚宙斯,而且如果宙斯要听从他们,埃阿科斯必须作为恳求者。
§2.29.8οὕτως Αἰακοῦ δεησομένους ἀποστέλλουσιν ἀφʼ ἑκάστης πόλεως· καὶ ὁ μὲν τῷ Πανελληνίῳ Διὶ θύσας καὶ εὐξάμενος τὴν Ἑλλάδα γῆν ἐποίησεν ὕεσθαι, τῶν δὲ ἐλθόντων ὡς αὐτὸν εἰκόνας ταύτας ἐποιήσαντο οἱ Αἰγινῆται.
于是,他们从每个城市派出使者去请求埃阿科斯;他向全希腊的宙斯献祭并祈祷,使希腊的土地降下了雨,而阿埃癸那人则为那些来到他那里的人们制作了这些塑像。
τοῦ περιβόλου δὲ ἐντὸς ἐλαῖαι πεφύκασιν ἐκ παλαιοῦ καὶ βωμός ἐστιν οὐ πολὺ ἀνέχων ἐκ τῆς γῆς· ὡς δὲ καὶ μνῆμα οὗτος ὁ βωμὸς εἴη Αἰακοῦ, λεγόμενόν ἐστιν ἐν ἀπορρήτῳ.
在围墙内,古来就生长着橄榄树,并有一个离地面不高的祭坛;而这个祭坛也是埃阿科斯的坟墓,这是作为秘密被讲述的。
§2.29.9παρὰ δὲ τὸ Αἰάκειον Φώκου τάφος χῶμά ἐστι περιεχόμενον κύκλῳ κρηπῖδι, ἐπίκειται δέ οἱ λίθος τραχύς· καὶ ἡνίκα Φῶκον Τελαμὼν καὶ Πηλεὺς προηγάγοντο ἐς ἀγῶνα πεντάθλου καὶ περιῆλθεν ἐς Πηλέα ἀφεῖναι τὸν λίθον—οὗτος γὰρ ἀντὶ δίσκου σφίσιν ἦν—, ἑκὼν τυγχάνει τοῦ Φώκου.
在埃阿科斯圣域的旁边是波科斯的墓,那是一个周围被圆形基石包围的土丘,上面放着一块粗糙的石头;当特拉蒙和佩琉斯诱导波科斯去参加五项全能比赛,轮到佩琉斯投掷石头时——因为这在他们中代替了铁饼——他故意击中了波科斯。
ταῦτα δὲ ἐχαρίζοντο τῇ μητρί· αὐτοὶ μὲν γὰρ ἐγεγόνεσαν ἐκ τῆς Σκίρωνος θυγατρός, Φῶκος δὲ οὐκ ἐκ τῆς αὐτῆς, ἀλλʼ ἐξ ἀδελφῆς Θέτιδος ἦν, εἰ δὴ τὰ ὄντα λέγουσιν Ἕλληνες.
他们这样做是为了讨好他们的母亲;因为他们自己是由斯基隆的女儿所生,而波科斯并非同母所生,而是由忒提斯的姐妹所生,如果希腊人所说确实属实的话。
Πυλάδης τέ μοι καὶ διὰ ταῦτα φαίνεται καὶ οὐκ Ὀρέστου φιλίᾳ μόνον βουλεῦσαι Νεοπτολέμῳ τὸν φόνον.
在我看来,皮拉德斯也是因为这个原因,而不仅仅是出于对奥瑞斯特斯的友谊,才密谋杀害涅奥普托勒摩斯的。
§2.29.10τότε δὲ ὡς τῷ δίσκῳ πληγεὶς ἀπέθανεν ὁ Φῶκος, φεύγουσιν ἐπιβάντες νεὼς οἱ Ἐνδηίδος παῖδες· Τελαμὼν δὲ ὕστερα κήρυκα ἀποστέλλων ἠρνεῖτο μὴ βουλεῦσαι Φώκῳ θάνατον.
当时,当波科斯因被铁饼击中而死时,恩德伊斯的孩子们登船逃跑了;但特拉蒙后来派来一名使者,否认自己曾密谋害死波科斯。
Αἰακὸς δὲ ἐς μὲν τὴν νῆσον ἀποβαίνειν αὐτὸν οὐκ εἴα, ἑστηκότα δὲ ἐπὶ νεώς, εἰ δὲ ἐθέλοι, χῶμα ἐν τῇ θαλάσσῃ χώσαντα ἐκέλευεν ἐντεῦθεν ἀπολογήσασθαι.
然而,埃阿科斯不准他登上该岛,而是命令他,站在船上,或者如果他愿意的话,在海中筑起一个土堤,并从那里进行辩护。
οὕτως ἐς τὸν Κρυπτὸν καλούμενον λιμένα ἐσπλεύσας νύκτωρ ἐποίει χῶμα.
于是,他在夜间驶入被称为克里普托斯的港口,并筑起了土堤。
καὶ τοῦτο μὲν ἐξεργασθὲν καὶ ἐς ἡμᾶς ἔτι μένει· καταγνωσθεὶς δὲ οὐκ ἀναίτιος εἶναι Φώκῳ τῆς τελευτῆς, τὸ δεύτερον ἐς Σαλαμῖνα ἀπέπλευσε.
这件工作虽然完成了,而且一直保留到我们的时代;但他被判定在波科斯的死上并非无罪,便第二次乘船前往萨拉米斯。
§2.29.11τοῦ λιμένος δὲ οὐ πόρρω τοῦ Κρυπτοῦ θέατρόν ἐστι θέας ἄξιον, κατὰ τὸ Ἐπιδαυρίων μάλιστα μέγεθος καὶ ἐργασίαν τὴν λοιπήν.
离克里普托斯港口不远有一座值得一看的剧院,其规模和其余的工艺非常接近埃皮达夫鲁斯的剧院。
τούτου δὲ ὄπισθεν ᾠκοδόμηται σταδίου πλευρὰ μία, ἀνέχουσά τε αὐτὴ τὸ θέατρον καὶ ἀντὶ ἐρείσματος ἀνάλογον ἐκείνῳ χρωμένη.
在这座剧院的后面建有体育场的一侧,它本身支撑着剧院,并相应地作为其支柱。