§2.30.1ναοὶ δὲ οὐ πολὺ ἀλλήλων ἀφεστηκότες ὁ μὲν Ἀπόλλωνός ἐστιν, ὁ δὲ Ἀρτέμιδος, Διονύσῳ δὲ αὐτῶν ὁ τρίτος.
彼此相距不远的几座神殿中,一座属于阿波罗,另一座属于阿耳忒弥斯,第三座则属于狄奥尼索斯。
Ἀπόλλωνι μὲν δὴ ξόανον γυμνόν ἐστι τέχνης τῆς ἐπιχωρίου, τῇ δὲ Ἀρτέμιδί ἐστιν ἐσθής, κατὰ ταὐτὰ δὲ καὶ τῷ Διονύσῳ· καὶ γένεια Διόνυσος ἔχων πεποίηται.
对于阿波罗有一尊当地手艺制作的裸体木像,而阿耳忒弥斯着有衣物,狄奥尼索斯也是如此;并且狄奥尼索斯被塑造成蓄着胡须的形象。
τοῦ δὲ Ἀσκληπιοῦ τὸ ἱερὸν ἔστι μὲν ἑτέρωθι καὶ οὐ ταύτῃ, λίθου δὲ ἄγαλμα καθήμενον.
阿斯克勒庇俄斯的圣域则在别处,不在这一带,那里有一尊石造的坐像。
§2.30.2θεῶν δὲ Αἰγινῆται τιμῶσιν Ἑκάτην μάλιστα καὶ τελετὴν ἄγουσιν ἀνὰ πᾶν ἔτος Ἑκάτης, Ὀρφέα σφίσι τὸν Θρᾷκα καταστήσασθαι τὴν τελετὴν λέγοντες.
在诸神中,阿埃癸那人最崇敬赫卡忒,并每年举行赫卡忒的祭仪,他们说色雷斯人俄耳甫斯为他们创立了这一祭仪。
τοῦ περιβόλου δὲ ἐντὸς ναός ἐστι, ξόανον δὲ ἔργον Μύρωνος, ὁμοίως ἓν πρόσωπόν τε καὶ τὸ λοιπὸν σῶμα.
在围墙内有一座神殿,木像是米隆的作品,同样只有一张脸和单一的身体。
Ἀλκαμένης δὲ ἐμοὶ δοκεῖν πρῶτος ἀγάλματα Ἑκάτης τρία ἐποίησε προσεχόμενα ἀλλήλοις, ἣν Ἀθηναῖοι καλοῦσιν Ἐπιπυργιδίαν· ἕστηκε δὲ παρὰ τῆς Ἀπτέρου Νίκης τὸν ναόν.
在我看来,阿尔卡梅尼斯是第一个制作三个相互连接的赫卡忒雕像的人,雅典人称之为“塔上的赫卡忒”;它立在无翼胜利女神神殿的旁边。
§2.30.3ἐν Αἰγίνῃ δὲ πρὸς τὸ ὄρος τοῦ Πανελληνίου Διὸς ἰοῦσιν, ἔστιν Ἀφαίας ἱερόν, ἐς ἣν καὶ Πίνδαρος ᾆσμα Αἰγινήταις ἐποίησε.
在阿埃癸那,向着全希腊宙斯之山走去的人会看到阿法埃娅的圣域,品达也曾为阿埃癸那人向她创作了一首颂歌。
φασὶ δὲ οἱ Κρῆτες— τούτοις γάρ ἐστι τὰ ἐς αὐτὴν ἐπιχώρια—Καρμάνορος τοῦ καθήραντος Ἀπόλλωνα ἐπὶ φόνῳ τῶ Πύθωνος παῖδα Εὔβουλον εἶναι, Διὸς δὲ καὶ Κάρμης τῆς Εὐβούλου Βριτόμαρτιν γενέσθαι· χαίρειν δὲ αὐτὴν δρόμοις τε καὶ θήραις καὶ Ἀρτέμιδι μάλιστα φίλην εἶναι· Μίνω δὲ ἐρασθέντα φεύγουσα ἔρριψεν ἑαυτὴν ἐς δίκτυα ἀφειμένα ἐπʼ ἰχθύων θήρᾳ.
克里特人说——因为他们拥有关于她的本土传说——洗净了因杀害皮同而染血的阿波罗的卡尔马诺尔,他的儿子是欧布罗斯,而宙斯与欧布罗斯之女卡尔美生下了布里托玛耳提斯;她喜爱奔跑和打猎,并最受阿耳忒弥斯喜爱;为了躲避爱上米诺斯的她,她投身于为了捕鱼而撒下的网中。
ταύτην μὲν θεὸν ἐποίησεν Ἄρτεμις, σέβουσι δὲ οὐ Κρῆτες μόνον ἀλλὰ καὶ Αἰγινῆται, λέγοντες φαίνεσθαί σφισιν ἐν τῇ νήσῳ τὴν Βριτόμαρτιν.
阿耳忒弥斯将她封为女神,不仅克里特人崇敬她,阿埃癸那人也崇敬她,并说布里托玛耳提斯在他们的岛上向他们显现。
ἐπίκλησις δέ οἱ παρά τε Αἰγινήταις ἐστὶν Ἀφαία καὶ Δίκτυννα ἐν Κρήτῃ.
在阿埃癸那人那里,她的称号是阿法埃娅,而在克里特则是狄克廷娜。
§2.30.4τὸ δὲ Πανελλήνιον, ὅτι μὴ τοῦ Διὸς τὸ ἱερόν, ἄλλο τὸ ὄρος ἀξιόλογον εἶχεν οὐδέν.
至于全希腊之山,除了宙斯的圣域之外,这座山没有其他值得注意的地方。
τοῦτο δὲ τὸ ἱερὸν λέγουσιν Αἰακὸν ποιῆσαι τῷ Διί· τὰ δὲ ἐς τὴν Αὐξησίαν καὶ Δαμίαν, ὡς οὐχ ὗεν ὁ θεὸς Ἐπιδαυρίοις, ὡς τὰ ξόανα ταῦτα ἐκ μαντείας ἐποιήσαντο ἐλαίας παρʼ Ἀθηναίων λαβόντες, ὡς Ἐπιδαύριοι μὲν οὐκ ἀπέφερον ἔτι Ἀθηναίοις ἃ ἐτάξαντο οἷα Αἰγινητῶν ἐχόντων τὰ ἀγάλματα, Ἀθηναίων δὲ ἀπώλοντο οἱ διαβάντες διὰ ταῦτα ἐς Αἴγιναν, ταῦτα εἰπόντος Ἡροδότου καθʼ ἕκαστον αὐτῶν ἐπʼ ἀκριβὲς οὔ μοι γράφειν κατὰ γνώμην ἦν εὖ προειρημένα, πλὴν τοσοῦτό γε ὅτι εἶδόν τε τὰ ἀγάλματα καὶ ἔθυσά σφισι κατὰ τὰ αὐτὰ καθὰ δὴ καὶ Ἐλευσῖνι θύειν νομίζουσιν.
人们说这个圣域是埃阿科斯为宙斯建立的;但关于奥克塞西娅和达弥娅的事,即神如何不向埃皮达夫鲁斯人降雨,他们如何根据神托,从雅典人那里获得橄榄木并制作了这些木像,埃皮达夫鲁斯人因阿埃癸那人占有了这些雕像而不再向雅典人交纳他们所约定的贡赋,以及为此渡海前往阿埃癸那的雅典人如何全军覆没——因为希罗多德已经精确地讲述了其中的每一件事,我便无意去重写这些已经写得很好的事情,除了这一点:我既见到了这些雕像,也向她们献祭,其仪式与在埃勒乌西斯习惯献祭的方式完全一样。
§2.30.5Αἰγίνης μὲν δὴ Αἰακοῦ ἕνεκα καὶ ἔργων ὁπόσα ἀπεδείξατο ἐς τοσόνδε ἔστω μνήμη· τῆς δὲ Ἐπιδαυρίας ἔχονται Τροιζήνιοι, σεμνύνοντες εἴπερ καὶ ἄλλοι τινὲς τὰ ἐγχώρια·
至于阿埃癸那,因埃阿科斯以及他所展现的种种事迹,其记述到此为止;与埃皮达夫鲁斯领土相连的是特罗伊曾人,他们如果说有什么特别的话,就是极其夸耀自己的本土历史。
φασὶ δὲ Ὦρον γενέσθαι σφίσιν ἐν τῇ γῆ πρῶτον.
他们说奥罗斯在他们的土地上最先诞生。
ἐμοὶ μὲν οὖν Αἰγύπτιον φαίνεται καὶ οὐδαμῶς Ἑλληνικὸν ὄνομα Ὦρος εἶναι· βασιλεῦσαι δʼ οὖν φασιν αὐτὸν καὶ Ὠραίαν ἀπʼ αὐτοῦ καλεῖσθαι τὴν γῆν, Ἄλθηπον δὲ Ποσειδῶνος παῖδα καὶ Ληίδος τῆς Ὤρου, παραλαβόντα μετὰ Ὦρον τὴν ἀρχήν, Ἀλθηπίαν ὀνομάσαι τὴν γῆν.
在我看来,奥罗斯显然是个埃及名字,决非希腊名字;但无论如何,他们说他曾为王,这片土地因他而被称为奥莱娅,而波塞冬与奥罗斯之女蕾伊斯之子阿尔特波斯在奥罗斯之后继承了统治,将这片土地命名为阿尔特皮娅。