Humanitext Reader

保萨尼亚斯 · 希腊志 §2.21.1-2.21.5

皮洛士的火葬遗址与美杜莎之冢

第 77 段,共 465 段 · 希腊语

内容简介

作者游览了阿尔戈斯广场周边的各种神庙与墓葬等遗迹,介绍了被认为是皮洛士王火葬遗址的建筑,以及据传埋有美杜莎头颅的土丘,并叙述了关于美杜莎生平的历史合理解释。

§2.21.1κατελθοῦσι δὲ ἐντεῦθεν καὶ τραπεῖσιν αὖθις ἐπὶ τὴν ἀγοράν, ἔστι μὲν Κερδοῦς Φορωνέως γυναικὸς μνῆμα, ἔστι δὲ ναὸς Ἀσκληπιοῦ.
从那里下去并再次转向广场的人,会看到福罗纽斯的妻子刻耳冬的坟墓,还有一座阿斯克勒庇俄斯的神殿。
τὸ δὲ τῆς Ἀρτέμιδος ἱερὸν ἐπίκλησιν Πειθοῦς, Ὑπερμήστρα καὶ τοῦτο ἀνέθηκε νικήσασα τῇ δίκῃ τὸν πατέρα ἣν τοῦ Λυγκέως ἕνεκα ἔφυγε.
至于被称为“劝说”的阿耳忒弥斯神殿,这也是许珀耳涅斯特拉在因林克斯而被父亲起诉的诉讼中战胜父亲后所奉献的。
καὶ Αἰνείου ἐνταῦθα χαλκοῦς ἀνδριάς ἐστι καὶ χωρίον καλούμενον Δέλτα· ἐφʼ ὅτῳ δέ—οὐ γάρ μοι τὰ λεγόμενα ἤρεσκεν—, ἑκὼν παρίημι.
这里还有一尊埃涅阿斯的青铜雕像,以及一个被称为“德尔塔”的地方;至于为何如此称呼——因为那些传闻并不令我满意——我便有意略而不提。
§2.21.2πρὸ δὲ αὐτοῦ πεποίηται Διὸς Φυξίου βωμὸς καὶ πλησίον Ὑπερμήστρας μνῆμα Ἀμφιαράου μητρός, τὸ δὲ ἕτερον Ὑπερμήστρας τῆς Λαναοῦ· σὺν δὲ αὐτῇ καὶ Λυγκεὺς τέθαπται.
在其前方建有庇护逃亡者宙斯的祭坛,附近有安菲阿拉奥斯的母亲许珀耳涅斯特拉的坟墓,而另一个则是达那俄斯之女许珀耳涅斯特拉的坟墓;与她在一起,林克斯也被埋葬了。
τούτων δὲ ἀπαντικρὺ Ταλαοῦ τοῦ Βίαντός ἐστι τάφος· τὰ δὲ ἐς Βίαντα καὶ ἀπογόνους τοῦ Βίαντος ἤδη λέλεκταί μοι.
在这些墓的对面是比亚斯之子塔劳斯的坟墓;关于比亚斯及其后代的事迹,我已经讲述过了。
§2.21.3Ἀθηνᾶς δὲ ἱδρύσασθαι Σάλπιγγος ἱερόν φασιν Ἡγέλεων.
人们还说,赫格雷奥斯建立了“喇叭”雅典娜的神殿。
Τυρσηνοῦ δὲ τοῦτον τὸν Ἡγέλεων, τὸν δὲ Ἡρακλέους εἶναι καὶ γυναικὸς λέγουσι τῆς Λυδῆς, Τυρσηνὸν δὲ σάλπιγγα εὑρεῖν πρῶτον, Ἡγέλεων δὲ τὸν Τυρσηνοῦ διδάξαι τοὺς σὺν Τημένῳ Δωριέας τοῦ ὀργάνου τὸν ψόφον καὶ διʼ αὐτὸ Ἀθηνᾶν ἐπονομάσαι Σάλπιγγα.
他们说这位赫格雷奥斯是蒂尔塞诺斯之子,而蒂尔塞诺斯则是赫拉克勒斯与吕底亚女人的儿子,并且蒂尔塞诺斯最先发明了喇叭,而蒂尔塞诺斯之子赫格雷奥斯向与特墨诺斯同行的多利安人传授了这种乐器的声音,因此他们给雅典娜冠以“喇叭”的别名。
πρὸ δὲ τοῦ ναοῦ τῆς Ἀθηνᾶς Ἐπιμενίδου λέγουσιν εἶναι τάφον· Λακεδαιμονίους γὰρ πολεμήσαντας πρὸς Κνωσσίους ἑλεῖν ζῶντα Ἐπιμενίδην, λαβόντας δὲ ἀποκτεῖναι, διότι σφίσιν οὐκ αἴσια ἐμαντεύετο, αὐτοὶ δὲ ἀνελόμενοι θάψαι ταύτῃ φασί.
在雅典娜神殿的前面,人们说是埃庇米尼得斯的坟墓;因为他们说,拉凯戴蒙人在与克诺索斯人作战时活捉了埃庇米尼得斯,抓住他后将其处死,因为他没有向他们作吉利的预言,但他们自己收殓并葬在了这里。
§2.21.4τὸ δὲ οἰκοδόμημα λευκοῦ λίθου κατὰ μέσον μάλιστα τῆς ἀγορᾶς οὐ τρόπαιον ἐπὶ Πύρρῳ τῷ Ἠπειρώτῃ, καθὰ λέγουσιν οἱ Ἀργεῖοι, καυθέντος δὲ ἐνταῦθα τοῦ νεκροῦ μνῆμα καὶ τοῦτο ἂν εὕροι τις, ἐν ᾧ τά τε ἄλλα ὅσοις ὁ Πύρρος ἐχρῆτο ἐς τὰς μάχας καὶ οἱ ἐλέφαντές εἰσιν ἐπειργασμένοι.
至于广场正中附近那座用白石建造的建筑,并不是像阿尔戈斯人所说的那样,是战胜伊庇鲁斯人皮洛士的战利品纪念碑,而人们也可以发现,这其实是他的尸体在此被火化后的坟墓,上面除了刻有皮洛士在战斗中所使用的其他各种装备外,还刻有他的战象。
τοῦτο μὲν δὴ κατὰ τὴν πυρὰν τὸ οἰκοδόμημα ἐγένετο· αὐτὰ δὲ κεῖται τοῦ Πύρρου τὰ ὀστᾶ ἐν τῷ ἱερῷ τῆς Δήμητρος, παρʼ ᾧ συμβῆναί οἱ καὶ τὴν τελευτὴν ἐδήλωσα ἐν τῇ Ἀτθίδι συγγραφῇ.
这座建筑确实是建在火葬柴堆之处;然而皮洛士本人的遗骨则安放在德墨忒尔的神殿中,在我的《阿提卡志》中我已经说明,他的死亡正是在那座神殿附近发生的。
τοῦ δὲ τῆς Δήμητρος ἱεροῦ τούτου κατὰ τὴν ἔσοδον ἀσπίδα ἰδεῖν Πύρρου χαλκῆν ἔστιν ὑπὲρ τῶν θυρῶν ἀνακειμένην.
在这座德墨忒尔神殿的入口处,可以看到皮洛士的一面青铜盾牌悬挂在门上方作为奉献。
§2.21.5τοῦ δὲ ἐν τῇ ἀγορᾷ τῶν Ἀργείων οἰκοδομήματος οὐ μακρὰν χῶμα γῆς ἐστιν· ἐν δὲ αὐτῷ κεῖσθαι τὴν Μεδούσης λέγουσι τῆς Γοργόνος κεφαλήν.
离阿尔戈斯人广场上的那座建筑不远处有一个土丘;人们说,在里面埋着戈耳工美杜莎的头颅。
ἀπόντος δὲ τοῦ μύθου τάδε ἄλλα ἐς αὐτήν ἐστιν εἰρημένα· Φόρκου μὲν θυγατέρα εἶναι, τελευτήσαντος δέ οἱ τοῦ πατρὸς βασιλεύειν τῶν περὶ τὴν λίμνην τὴν Τριτωνίδα οἰκούντων καὶ ἐπὶ θήραν τε ἐξιέναι καὶ ἐς τὰς μάχας ἡγεῖσθαι τοῖς Λίβυσι καὶ δὴ καὶ τότε ἀντικαθημένην στρατῷ πρὸς τὴν Περσέως δύναμιν—ἕπεσθαι γὰρ καὶ τῷ Περσεῖ λογάδας ἐκ Πελοποννήσου— δολοφονηθῆναι νύκτωρ, καὶ τὸν Περσέα τὸ κάλλος ἔτι καὶ ἐπὶ νεκρῷ θαυμάζοντα οὕτω τὴν κεφαλὴν ἀποτεμόντα αὐτῆς ἄγειν τοῖς Ἕλλησιν ἐς ἐπίδειξιν.
但撇开神话不谈,关于她还有如下别的说法:她是福耳库斯的女儿,在父亲去世后,她统治着居住在特里托尼斯湖周围的人,并且她既外出打猎,又率领利比亚人参加战斗,甚至在当时,当她率军与波耳修斯的势力对抗时——因为也有来自伯罗奔尼撒的精兵跟随波耳修斯——她在夜里被阴谋杀害,而波耳修斯即使在她死后仍赞叹她的美貌,于是砍下她的头颅,带回去向希腊人展示。

词汇与语法注释

  1. 2.21.1κατελθοῦσι ... καὶ τραπεῖσιν — 与格分词。虽然没有直接支配它的动词,但它们作为表示方向或关系者的“关与与格”(Dative of reference)发挥作用,指示移动的主体:“对于那些下去并转向的人而言……”。
  2. 2.21.1ἣν τοῦ Λυγκέως ἕνεκα ἔφυγε — 动词 `φεύγω` 在此并非指“逃跑”,而是作为法庭术语,指“作为被告接受起诉”。关系代词 `ἣν`(先行词为 `δίκῃ`)是其同族宾格。
  3. 2.21.3αὐτοὶ δὲ ἀνελόμενοι θάψαι — 不定式节的主语 `αὐτοί` 在上下文中指的是阿戈斯人自己,而不是拉凯戴蒙人,表示他们收殓了尸体(`ἀνελόμενοι`)并将其安葬。
  4. 2.21.4μνῆμα καὶ τοῦτο ἂν εὕροι τις — `εὕροι τις ἄν` 是潜在希求法(Potential Optative),表达作者的推测或解释:“人们也可以发现(或认为)这其实是……的坟墓”。
  5. 2.21.5ἀπόντος δὲ τοῦ μύθου — 属格独立结构。直译为“在没有神话的情况下”,作为引入历史合理主义解释的表达,排除神话要素来理解美杜莎。

引用这一段

保萨尼亚斯, 希腊志 §2.21.1-2.21.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0525.tlg001.humanitext-grc2:2.21.1-2.21.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。