§2.22.1τῆς δὲ Ἥρας ὁ ναὸς τῆς Ἀνθείας ἐστὶ τοῦ ἱεροῦ τῆς Λητοῦς ἐν δεξιᾷ καὶ πρὸ αὐτοῦ γυναικῶν τάφος.
在勒托神殿的右侧,是安塞亚(花之)赫拉的神殿,其前面是妇女们的坟墓。
ἀπέθανον δὲ αἱ γυναῖκες ἐν μάχῃ πρὸς Ἀργείους τε καὶ Περσέα, ἀπὸ νήσων τῶν ἐν Αἰγαίῳ Διονύσῳ συνεστρατευμέναι· καὶ διὰ τοῦτο Ἁλίας αὐτὰς ἐπονομάζουσιν.
这些妇女是与狄奥尼索斯一起从爱琴海群岛出发远征,在与阿尔戈斯人及波耳修斯的战斗中牺牲的;因此,人们称她们为哈利亚伊(海之女)。
ἀντικρὺ δὲ τοῦ μνήματος τῶν γυναικῶν Δήμητρός ἐστιν ἱερὸν ἐπίκλησιν Πελασγίδος ἀπὸ τοῦ ἱδρυσαμένου Πελασγοῦ τοῦ Τριόπα, καὶ οὐ πόρρω τοῦ ἱεροῦ τάφος Πελασγοῦ.
在妇女们的坟墓对面,是被称为佩拉斯吉斯的德墨忒尔神殿,因其创建者——特里奥帕斯之子佩拉斯戈斯而得名,在神殿不远处是佩拉斯戈斯的坟墓。
§2.22.2πέραν δὲ τοῦ τάφου χαλκεῖόν ἐστιν οὐ μέγα, ἀνέχει δὲ αὐτὸ ἀγάλματα ἀρχαῖα Ἀρτέμιδος καὶ Διὸς καὶ Ἀθηνᾶς.
在坟墓的彼岸有一座不大的青铜建筑物,上面安放着阿耳忒弥斯、宙斯和雅典娜的古老雕像。
Λυκέας μὲν οὖν ἐν τοῖς ἔπεσιν ἐποίησε Μηχανέως τὸ ἄγαλμα εἶναι Διός, καὶ Ἀργείων ἔφη τοὺς ἐπὶ Ἴλιον στρατεύσαντας ἐνταῦθα ὀμόσαι παραμενεῖν πολεμοῦντας, ἔστʼ ἂν ἢ τὸ Ἴλιον ἕλωσιν ἢ μαχομένους τελευτὴ σφᾶς ἐπιλάβῃ· ἑτέροις δέ ἐστιν εἰρημένον ὀστᾶ ἐν τῷ χαλκείῳ κεῖσθαι Ταντάλου.
吕凯阿斯在叙事诗中认为宙斯的雕像是“梅哈纽斯(谋划者)”的雕像,并说那些出征伊利昂的阿尔戈斯人在此宣誓将坚持战斗,直到攻克伊利昂或在战斗中死亡夺去他们的生命;但其他人的说法则是,坦塔洛斯的骨骸安放在这座青铜建筑物中。
§2.22.3τὸν μὲν δὴ Θυέστου παῖδα ἢ Βροτέου—λέγεται γὰρ ἀμφότερα—, ὃς Κλυταιμνήστρᾳ πρότερον ἢ Ἀγαμέμνων συνῴκησε, τοῦτον μὲν τὸν Τάνταλον οὐ διοίσομαι ταφῆναι ταύτῃ· τοῦ δὲ λεγομένου Διός τε εἶναι καὶ Πλουτοῦς ἰδὼν οἶδα ἐν Σιπύλῳ τάφον θέας ἄξιον.
至于这位被传为瑟厄斯忒斯之子或布罗忒阿斯之子(两种说法都有)的坦塔洛斯,他曾在阿伽门农之前与克吕泰涅斯特拉共同生活,我并不否认他葬在这里;但至于那位据说是宙斯和普露托之子的坦塔洛斯,我因为曾亲自见过,知道他在西皮洛斯的坟墓是值得一观的。
πρὸς δὲ οὐδὲ ἀνάγκη συνέπεσεν ἐκ τῆς Σιπύλου φυγεῖν αὐτόν, ὡς Πέλοπα ἐπέλαβεν ὕστερον ἐλαύνοντος Ἴλου τοῦ Φρυγὸς ἐπʼ αὐτὸν στρατείᾳ.
此外,他也没有遭遇必须逃离西皮洛斯的必然命运,就像后来弗里吉亚人伊洛斯率军讨伐时降临到佩洛普斯身上的那种遭遇。
τάδε μὲν ἐς τοσοῦτον ἐξητάσθω· τὰ δὲ ἐς τὸν βόθρον τὸν πλησίον δρώμενα Νικόστρατον ἄνδρα ἐπιχώριον καταστήσασθαι λέγουσιν.
这些事情就探究到这里为止;而关于在附近深坑中所举行的仪式,据说是由当地人尼科斯特拉托斯确立的。
ἀφιᾶσι δὲ καὶ νῦν ἔτι ἐς τὸν βόθρον καιομένας λαμπάδας Κόρῃ τῇ Δήμητρος.
即使在今天,人们仍会为了德墨忒尔之女科瑞向深坑中投掷燃烧着的火炬。
§2.22.4ἐνταῦθα Ποσειδῶνός ἐστιν ἱερὸν ἐπίκλησιν Προσκλυστίου· τῆς γὰρ χώρας τὸν Ποσειδῶνά φασιν ἐπικλύσαι τὴν πολλήν, ὅτι Ἥρας εἶναι καὶ οὐκ αὐτοῦ τὴν γῆν Ἴναχος καὶ οἱ συνδικάσαντες ἔγνωσαν.
这里有被称为普罗斯克吕斯提奥斯(怒潮者)的波塞冬神殿;因为据说,当伊那科斯及其共同审判官判定这片土地属于赫拉而非他所有时,波塞冬用洪水淹没了这片土地的大部分。
Ἥρα μὲν δὴ παρὰ Ποσειδῶνος εὕρετο ἀπελθεῖν ὀπίσω τὴν θάλασσαν· Ἀργεῖοι δέ, ὅθεν τὸ κῦμα ἀνεχώρησεν, ἱερὸν Ποσειδῶνι ἐποίησαν Προσκλυστίῳ.
赫拉确实从波塞冬那里争取到了让海水退回;而阿尔戈斯人则在波浪退去的地方为波塞冬建造了普罗斯克吕斯提奥斯神殿。
§2.22.5προελθόντι δὲ οὐ πολὺ τάφος ἐστὶν Ἄργου Διὸς εἶναι δοκοῦντος καὶ τῆς Φορωνέως Νιόβης· μετὰ δὲ ταῦτα Διοσκούρων ναός.
向前走不远,是阿耳戈斯的坟墓,他被认为是宙斯与福罗纽斯之女尼俄伯的儿子;在这之后是迪奥斯库里(双子神)的神殿。
ἀγάλματα δὲ αὐτοί τε καὶ οἱ παῖδές εἰσιν Ἄναξις καὶ Μνασίνους, σὺν δέ σφισιν αἱ μητέρες Ἱλάειρα καὶ Φοίβη, τέχνη μὲν Διποίνου καὶ Σκύλλιδος, ξύλου δὲ ἐβένου· τοῖς δʼ ἵπποις τὰ μὲν πολλὰ ἐβένου καὶ τούτοις, ὀλίγα δὲ καὶ ἐλέφαντος πεποίηται.
神像包括他们自己以及他们的儿子阿纳克西斯和姆纳西诺斯,与他们在一起的还有其母亲希拉埃拉和福柏,是迪波伊诺斯和斯克里斯的作品,由乌木制成;至于马谱,其大部分也同样由乌木制成,但也有少部分是用象牙做成的。
§2.22.6πλησίον δὲ τῶν Ἀνάκτων Εἰληθυίας ἐστὶν ἱερὸν ἀνάθημα Ἑλένης, ὅτε σὺν Πειρίθῳ Θησέως ἀπελθόντος ἐς Θεσπρωτοὺς Ἄφιδνά τε ὑπὸ Διοσκούρων ἑάλω καὶ ἤγετο ἐς Λακεδαίμονα Ἑλένη.
在“君王们”的神殿附近是埃勒堤亚的神殿,这是海伦的奉献物。 当时,在忒修斯与培里托俄斯一同前往塞斯普罗蒂亚人那里之后,阿菲德纳被迪奥斯库里攻占,海伦被带往拉凯戴蒙。
ἔχειν μὲν γὰρ αὐτὴν λέγουσιν ἐν γαστρί, τεκοῦσαν δὲ ἐν Ἄργει καὶ τῆς Εἰληθυίας ἱδρυσαμένην τὸ ἱερὸν τὴν μὲν παῖδα ἣν ἔτεκε Κλυταιμνήστρᾳ δοῦναι—συνοικεῖν γὰρ ἤδη Κλυταιμνήστραν Ἀγαμέμνονι—, αὐτὴν δὲ ὕστερον τούτων Μενελάῳ γήμασθαι.
因为人们说她当时怀有身孕,在阿尔戈斯分娩并建立了埃勒堤亚的神殿,将她所生的女儿送给了克吕泰涅斯特拉——因为当时克吕泰涅斯特拉已经嫁给阿伽门农——而她自己在这之后嫁给梅内劳斯。
§2.22.7καὶ ἐπὶ τῷδε Εὐφορίων Χαλκιδεὺς καὶ Πλευρώνιος Ἀλέξανδρος ἔπη ποιήσαντες, πρότερον δὲ ἔτι Στησίχορος ὁ Ἱμεραῖος, κατὰ ταὐτά φασιν Ἀργείοις Θησέως εἶναι θυγατέρα Ἰφιγένειαν.
关于此事,卡尔基斯的欧福里翁和普勒우론的亚历山大曾写过诗篇,更早之前的希梅拉的斯特西科罗斯也与阿尔戈斯人的说法一致,说伊菲革涅亚是忒修斯的女儿。
τοῦ δὲ ἱεροῦ τῆς Εἰληθυίας πέραν ἐστὶν Ἑκάτης ναός, Σκόπα δὲ τὸ ἄγαλμα ἔργον.
在埃勒堤亚神殿的彼岸是赫卡忒的神殿,神像是斯科帕斯的作品。
τοῦτο μὲν λίθου· τὰ δʼ ἀπαντικρὺ χαλκᾶ, Ἑκάτης καὶ ταῦτα ἀγάλματα, τὸ μὲν Πολύκλειτος ἐποίησε, τὸ δὲ ἀδελφὸς Πολυκλείτου Ναυκύδης†Μόθωνος.
这尊像是石雕的;而对面的青铜像也同样是赫卡忒的雕像,其中一尊是波留克列特斯制作的,另一尊是波留克列特斯的兄弟瑙库德斯制作的。
§2.22.8ἐρχομένῳ δὲ ὁδὸν εὐθεῖαν ἐς γυμνάσιον Κυλάραβιν, ἀπὸ τοῦ παιδὸς ὀνομαζόμενον τοῦ Σθενέλου, τέθαπται δὴ Λικύμνιος ὁ Ἠλεκτρύωνος· ἀποθανεῖν δʼ αὐτὸν Ὅμηρος ὑπὸ Τληπτολέμου φησὶ τοῦ Ἡρακλέους, καὶ διὰ τὸν φόνον τοῦτον ἔφυγεν ἐξ Ἄργους Τληπτόλεμος.
走在通往克拉拉比斯体育馆(该体育馆得名于斯塞内洛斯之子)的直路上,埋葬着埃勒克特律翁之子利库姆纽斯;荷马说他是被赫拉克勒斯之子特勒波勒摩斯所杀,特勒波勒摩斯也因这场谋杀而逃离了阿尔戈斯。
ὀλίγον δὲ τῆς ἐπὶ Κυλάραβιν καὶ τὴν ταύτῃ πύλην ἀποτραπεῖσι Σακάδα μνῆμά ἐστιν, ὃς τὸ αὔλημα τὸ Πυθικὸν πρῶτος ηὔλησεν ἐν Δελφοῖς· §2.22.9καὶ τὸ ἔχθος τὸ Ἀπόλλωνι διαμένον ἐς τοὺς αὐλητὰς ἔτι ἀπὸ Μαρσύου καὶ τῆς ἁμίλλης τοῦ Σιληνοῦ παυθῆναι διὰ τοῦτον δοκεῖ τὸν Σακάδαν.
从通往克拉拉比斯的道路以及那里的城门稍稍偏转,便是萨卡达斯的纪念碑,他是在德尔斐第一个用双簧管演奏皮提亚乐曲的人;而阿波罗自从马尔叙亚斯以及与西勒诺斯的竞赛以来对双簧管演奏者们一直保持的敌意,似乎由于这位萨卡达斯而平息了。
ἐν δὲ τῷ γυμνασίῳ τῷ Κυλαράβου καὶ Πανία ἐστὶν Ἀθηνᾶ καλουμένη καὶ τάφον Σθενέλου δεικνύουσι, τὸν δὲ αὐτοῦ Κυλαράβου.
在克拉拉比斯的体育馆里,有一尊被称为帕尼亚的雅典娜像,人们还指认了斯塞内洛斯的坟墓,以及克拉拉比斯本人的坟墓。
πεποίηται δὲ οὐ πόρρω τοῦ γυμνασίου πολυάνδριον τοῖς μετὰ Ἀθηναίων πλεύσασιν Ἀργείοις ἐπὶ καταδουλώσει Συρακουσῶν τε καὶ Σικελίας.
在体育馆不远处,为那些与雅典人一起航行去征服叙拉古和西西里岛的阿尔戈斯人建造了一座合葬墓。