§2.17.1Μυκηνῶν δὲ ἐν ἀριστερᾷ πέντε ἀπέχει καὶ δέκα στάδια τὸ Ἡραῖον.
从迈锡尼向左,相距十五斯塔迪翁,便是赫拉神庙。
ῥεῖ δὲ κατὰ τὴν ὁδὸν ὕδωρ Ἐλευθέριον καλούμενον·
沿路流淌着被称为埃勒乌特里翁的水。
χρῶνται δὲ αὐτῷ πρὸς καθάρσια αἱ περὶ τὸ ἱερὸν καὶ τῶν θυσιῶν ἐς τὰς ἀπορρήτους.
神庙周围的女侍们将其用于洁净礼,以及祭祀中那些秘仪的部分。
αὐτὸ δὲ τὸ ἱερόν ἐστιν ἐν χθαμαλωτέρῳ τῆς Εὐβοίας·
神庙本身坐落在埃维亚山较低的地方。
τὸ γὰρ δὴ ὄρος τοῦτο ὀνομάζουσιν Εὔβοιαν, λέγοντες Ἀστερίωνι γενέσθαι τῷ ποταμῷ θυγατέρας Εὔβοιαν καὶ Πρόσυμναν καὶ Ἀκραίαν, εἶναι δὲ σφᾶς τροφοὺς τῆς Ἥρας·
因为人们称这座山为埃维亚,传说河流阿斯泰里翁生了三个女儿,即埃维亚、普罗叙姆纳和阿克赖亚,而她们是赫拉的抚养者。
§2.17.2καὶ ἀπὸ μὲν Ἀκραίας τὸ ὄρος καλοῦσι τὸ ἀπαντικρὺ τοῦ Ἡραίου, ἀπὸ δὲ Εὐβοίας ὅσον περὶ τὸ ἱερόν, Πρόσυμναν δὲ τὴν ὑπὸ τὸ Ἡραῖον χώραν.
他们以阿克赖亚命名赫拉神庙对面的山,以埃维亚命名神庙周围的区域,以普罗叙姆纳命名赫拉神庙下方的土地。
ὁ δὲ Ἀστερίων οὗτος ῥέων ὑπὲρ τὸ Ἡραῖον ἐς φάραγγα ἐσπίπτων ἀφανίζεται.
这条阿斯泰里翁河在赫拉神庙上方流动,落入溪谷中便消失不见。
φύεται δὲ αὐτοῦ πόα πρὸς ταῖς ὄχθαις· ἀστερίωνα ὀνομάζουσι καὶ τὴν πόαν· ταύτην τῇ Ἥρᾳ καὶ αὐτὴν φέρουσι καὶ ἀπὸ τῶν φύλλων αὐτῆς στεφάνους πλέκουσιν.
河岸上长着一种草,人们也称这种草为阿斯泰里翁;他们把这草奉献给赫拉,并用它的叶子编织花冠。
§2.17.3ἀρχιτέκτονα μὲν δὴ γενέσθαι τοῦ ναοῦ λέγουσιν Εὐπόλεμον Ἀργεῖον·
据说这座神庙的建筑师是阿尔戈斯人欧波勒莫斯。
ὁπόσα δὲ ὑπὲρ τοὺς κίονάς ἐστιν εἰργασμένα, τὰ μὲν ἐς τὴν Διὸς γένεσιν καὶ θεῶν καὶ γιγάντων μάχην ἔχει, τὰ δὲ ἐς τὸν πρὸς Τροίαν πόλεμον καὶ Ἰλίου τὴν ἅλωσιν.
至于柱子上方所作的雕刻,一部分表现了宙斯的诞生以及神魔之战,另一部分则表现了对特洛伊的战争和伊利翁的陷落。
ἀνδριάντες τε ἑστήκασι πρὸ τῆς ἐσόδου καὶ γυναικῶν, αἳ γεγόνασιν ἱέρειαι τῆς Ἥρας, καὶ ἡρώων ἄλλων τε καὶ Ὀρέστου·
入口前立着一些雕像,包括曾任赫拉女祭司的妇女们,以及其他英雄,还有俄瑞斯忒斯。
τὸν γὰρ ἐπίγραμμα ἔχοντα, ὡς εἴη βασιλεὺς Αὔγουστος, Ὀρέστην εἶναι λέγουσιν.
因为人们说,那个刻有“奥古斯都皇帝”铭文的雕像,其实是俄瑞斯忒斯。
ἐν δὲ τῷ προνάῳ τῇ μὲν Χάριτες ἀγάλματά ἐστιν ἀρχαῖα, ἐν δεξιᾷ δὲ κλίνη τῆς Ἥρας καὶ ἀνάθημα ἀσπὶς ἣν Μενέλαός ποτε ἀφείλετο Εὔφορβον ἐν Ἰλίῳ.
在前殿里,一边是美惠三女神的古老雕像,右边是赫拉的卧榻,以及一件献纳品——梅涅劳斯当年在伊利翁从欧福尔波斯那里夺来的盾牌。
§2.17.4τὸ δὲ ἄγαλμα τῆς Ἥρας ἐπὶ θρόνου κάθηται μεγέθει μέγα, χρυσοῦ μὲν καὶ ἐλέφαντος, Πολυκλείτου δὲ ἔργον·
赫拉的雕像坐在宝座上,体积巨大,由黄金和象牙制成,是波留克列特斯的作品。
ἔπεστι δέ οἱ στέφανος Χάριτας ἔχων καὶ Ὥρας ἐπειργασμένας, καὶ τῶν χειρῶν τῇ μὲν καρπὸν φέρει ῥοιᾶς, τῇ δὲ σκῆπτρον.
她的头上戴着一顶刻有美惠女神和时序女神的花冠,一只手拿着石榴果,另一只手拿着权杖。
τὰ μὲν οὖν ἐς τὴν ῥοιὰν—ἀπορρητότερος γάρ ἐστιν ὁ λόγος—ἀφείσθω μοι·
至于关于石榴的事——因为这说法属于隐秘之谈——就请容我略去不提。
κόκκυγα δὲ ἐπὶ τῷ σκήπτρῳ καθῆσθαί φασι λέγοντες τὸν Δία, ὅτε ἤρα παρθένου τῆς Ἥρας, ἐς τοῦτον τὸν ὄρνιθα ἀλλαγῆναι, τὴν δὲ ἅτε παίγνιον θηρᾶσαι.
而人们说权杖上停着一只杜鹃,传说当宙斯爱上还是少女的赫拉时,化身为这种鸟,而赫拉把它当作玩物捉住了。
τοῦτον τὸν λόγον καὶ ὅσα ἐοικότα εἴρηται περὶ θεῶν οὐκ ἀποδεχόμενος γράφω, γράφω δὲ οὐδὲν ἧσσον.
虽然我不相信这个传说以及其他关于神明的类似说法,但我依然将它们记录下来。
§2.17.5λέγεται δὲ παρεστηκέναι τῇ Ἥρᾳ τέχνη Ναυκύδους ἄγαλμα Ἥβης, ἐλέφαντος καὶ τοῦτο καὶ χρυσοῦ·
据说赫拉身旁立着一尊青春女神赫柏的雕像,是瑙基德斯的作品,这尊也是用象牙和黄金制成的。
παρὰ δὲ αὐτήν ἐστιν ἐπὶ κίονος ἄγαλμα Ἥρας ἀρχαῖον.
在她旁边的一根柱子上,有一尊古老的赫拉雕像。
τὸ δὲ ἀρχαιότατον πεποίηται μὲν ἐξ ἀχράδος, ἀνετέθη δὲ ἐς Τίρυνθα ὑπὸ Πειράσου τοῦ Ἄργου, Τίρυνθα δὲ ἀνελόντες Ἀργεῖοι κομίζουσιν ἐς τὸ Ἡραῖον·
最古老的这尊是用野梨木制成的,由阿尔戈斯之子佩拉斯斯献纳给蒂林斯,而当阿尔戈斯人毁灭蒂林斯时,便将它运到了赫拉神庙。
ὃ δὴ καὶ αὐτὸς εἶδον, καθήμενον ἄγαλμα οὐ μέγα.
这尊雕像我也曾亲眼目睹,是一尊坐像,并不大。
§2.17.6ἀναθήματα δὲ τὰ ἄξια λόγου βωμὸς ἔχων ἐπειργασμένον τὸν λεγόμενον Ἥβης καὶ Ἡρακλέους γάμον· οὗτος μὲν ἀργύρου, χρυσοῦ δὲ καὶ λίθων λαμπόντων Ἀδριανὸς βασιλεὺς ταὼν ἀνέθηκεν· ἀνέθηκε δέ, ὅτι τὴν ὄρνιθα ἱερὰν τῆς Ἥρας νομίζουσι.
值得提及的献纳品中,有一座刻着所谓的赫柏与赫拉克勒斯婚礼的祭坛;这座祭坛是银制的,另外,哈德良皇帝献纳了一只由黄金和闪耀宝石制成的孔雀;他献纳此物,是因为人们认为这种鸟是赫拉的圣鸟。
κεῖται δὲ καὶ στέφανος χρυσοῦς καὶ πέπλος πορφύρας, Νέρωνος ταῦτα ἀναθήματα.
那里还放着一顶金冠和一件紫色长袍,这些是尼禄的献纳品。
§2.17.7ἔστι δὲ ὑπὲρ τὸν ναὸν τοῦτον τοῦ προτέρου ναοῦ θεμέλιά τε καὶ εἰ δή τι ἄλλο ὑπελίπετο ἡ φλόξ.
在这座神庙上方,有前一座神庙的基石,以及火焰所遗留下来的其他任何东西。
κατεκαύθη δὲ τὴν ἱέρειαν τῆς Ἥρας Χρυσηίδα ὕπνου καταλαβόντος, ὅτε ὁ λύχνος πρὸ τῶν στεφανωμάτων ἥπτετο.
那座神庙是在花冠前的灯盏燃着时,由于赫拉的女祭司克吕塞伊斯入睡而被烧毁的。
καὶ Χρυσηὶς μὲν ἀπελθοῦσα ἐς Τεγέαν τὴν Ἀθηνᾶν τὴν Ἀλέαν ἱκέτευεν·
克吕塞伊斯随后逃往特革亚,向雅典娜·阿莱亚寻求庇护。
Ἀργεῖοι δὲ καίπερ κακοῦ τηλικούτου παρόντος σφίσι τὴν εἰκόνα οὐ καθεῖλον τῆς Χρυσηίδος, ἀνάκειται δὲ καὶ ἐς τόδε τοῦ ναοῦ τοῦ κατακαυθέντος ἔμπροσθεν.
然而,阿尔戈斯人尽管遭遇了如此重大的灾难,却没有拆毁克吕塞伊斯的塑像,它至今依然伫立在被烧毁的神庙前。