§2.1.5καθήκει δὲ ὁ τῶν Κορινθίων ἰσθμὸς τῇ μὲν ἐς τὴν ἐπὶ Κεγχρέαις, τῇ δὲ ἐς τὴν ἐπὶ Λεχαίῳ θάλασσαν· τοῦτο γὰρ ἤπειρον ποιεῖ τὴν ἐντὸς χώραν.
科林斯地峡的一端延伸至肯克里亚附近的海洋,另一端延伸至莱开翁附近的海洋;因为这使得内部的土地(伯罗奔尼撒)成为了半岛。
ὃς δὲ ἐπεχείρησε Πελοπόννησον ἐργάσασθαι νῆσον, προαπέλιπε διορύσσων ἰσθμόν· καὶ ὅθεν μὲν διορύσσειν ἤρξαντο δῆλόν ἐστιν, ἐς δὲ τὸ πετρῶδες οὐ προεχώρησαν ἀρχήν· μένει δὲ ὡς πεφύκει καὶ νῦν ἤπειρος ὤν.
企图将伯罗奔尼撒变为岛屿的人,在挖掘地峡的过程中半途而废;开始挖掘的地方显而易见,但他们根本无法在岩石地带推进;因此它保持着自然的状态,至今仍是陆地。
Ἀλεξάνδρῳ τε τῷ Φιλίππου διασκάψαι Μίμαντα ἐθελήσαντι μόνον τοῦτο οὐ προεχώρησε τὸ ἔργον· Κνιδίους δὲ ἡ Πυθία τὸν ἰσθμὸν ὀρύσσοντας ἔπαυσεν.
对于腓力之子亚历山大而言,他曾想挖通米马斯山,但也唯独这项工程未能成功;皮提亚的女祭司也制止了正在挖掘地峡的克尼多斯人。
οὕτω χαλεπὸν ἀνθρώπῳ τὰ θεῖα βιάσασθαι.
因此,凡人想要违抗神意是极其困难的。
§2.1.6τὸ δὲ οὐ Κορινθίοις μόνον περὶ τῆς χώρας ἐστὶν εἰρημένον, ἀλλὰ ἐμοὶ δοκεῖν Ἀθηναῖοι πρῶτοι περὶ τῆς Ἀττικῆς ἐσεμνολόγησαν· λέγουσι δὲ καὶ οἱ Κορίνθιοι Ποσειδῶνα ἐλθεῖν Ἡλίῳ περὶ τῆς γῆς ἐς ἀμφισβήτησιν, Βριάρεων δὲ διαλλακτὴν γενέσθαι σφίσιν, ἰσθμὸν μὲν καὶ ὅσα ταύτῃ δικάσαντα εἶναι Ποσειδῶνος, τὴν δὲ ἄκραν Ἡλίῳ δόντα τὴν ὑπὲρ τῆς πόλεως.
关于土地的这种说法不仅是科林斯人说过的,而且在我看来,阿提卡人(雅典人)是最先对阿提卡进行如此夸耀的;科林斯人也说,波塞冬曾因这片土地与赫利俄斯发生争执,而布里阿瑞俄斯成了他们之间的调停者,他判决地峡及该方向的所有土地归波塞冬所有,而将城市上方的山顶让给了赫利俄斯。
ἀπὸ μὲν τούτου λέγουσιν εἶναι τὸν ἰσθμὸν Ποσειδῶνος·
他们说,正是由于这个原因,地峡才属于波塞冬。
§2.1.7θέας δὲ αὐτόθι ἄξια ἔστι μὲν θέατρον, ἔστι δὲ στάδιον λίθου λευκοῦ.
那里值得一见的事物有剧场,以及白石建成的竞技场。
ἐλθόντι δὲ ἐς τοῦ θεοῦ τὸ ἱερὸν τοῦτο μὲν ἀθλητῶν νικησάντων· τὰ Ἴσθμια ἑστήκασιν εἰκόνες, τοῦτο δὲ πιτύων δένδρα ἐστὶ πεφυτευμένα ἐπὶ στοίχου, τὰ πολλὰ ἐς εὐθὺ αὐτῶν ἀνήκοντα.
对于来到神之圣所的人来说,一方面立着在伊斯特米亚运动会上获胜的运动员的雕像,另一方面是排成一列种植的松树,其中大多数呈直线向上延伸。
τῷ ναῷ δὲ ὄντι μέγεθος οὐ μείζονι ἐφεστήκασι Τρίτωνες χαλκοῖ.
在规模并不算大的神殿之上,立着青铜制的特里同。
καὶ ἀγάλματά ἐστιν ἐν τῷ προνάῳ δύο μὲν Ποσειδῶνος, τρίτον δὲ Ἀμφιτρίτης, καὶ Θάλασσα καὶ αὕτη χαλκῆ.
在前殿里有雕像,两尊是波塞冬的,第三尊是安菲特里忒的,还有一尊也是青铜制的海洋(萨拉萨)雕像。
τὰ δὲ ἔνδον ἐφʼ ἡμῶν ἀνέθηκεν Ἡρώδης Ἀθηναῖος, ἵππους τέσσαρας ἐπιχρύσους πλὴν τῶν ὁπλῶν· ὁπλαὶ δέ σφισίν εἰσιν ἐλέφαντος.
神殿内部的器物是由雅典人赫罗德在我们这个时代奉纳的,有四匹除蹄部外皆涂金的马;而它们的蹄是象牙制的。
§2.1.8καὶ Τρίτωνες δύο παρὰ τοὺς ἵππους εἰσὶ χρυσοῖ, τὰ μετʼ ἰξὺν ἐλέφαντος καὶ οὗτοι· τῷ δὲ ἅρματι Ἀμφιτρίτη καὶ Ποσειδῶν ἐφεστήκασι, καὶ παῖς ὀρθός ἐστιν ἐπὶ δελφῖνος ὁ Παλαίμων· ἐλέφαντος δὲ καὶ χρυσοῦ καὶ οὗτοι πεποίηνται.
并且马旁有两尊金色的特里同,这些在腰以下的部分也是象牙制的;战车上立着安菲特里忒和波塞冬,海豚上站立着一个男孩帕莱蒙;这些也是由象牙和黄金制成的。
τῷ βάθρῳ δὲ ἐφʼ οὗ τὸ ἅρμα μέση μὲν ἐπείργασται Θάλασσα ἀνέχουσα Ἀφροδίτην παῖδα, ἑκατέρωθεν δέ εἰσιν αἱ Νηρηίδες καλούμεναι.
在战车所在的底座上,中间雕刻着托起幼年阿佛洛狄忒的海洋(萨拉萨),两旁是所谓的涅瑞伊得斯们。
ταύταις καὶ ἑτέρωθι τῆς Ἑλλάδος βωμοὺς οἶδα ὄντας, τοὺς δὲ καὶ τεμένη σφίσιν ἀναθέντας †ποιμαίνισιν, ἔνθα καὶ Ἀχιλλεῖ τιμαί· Δωτοῦς δὲ ἐν Γαβάλοις ἱερόν ἐστιν ἅγιον, ἔνθα πέπλος ἔτι ἐλείπετο, ὃν Ἕλληνες Ἐριφύλην λέγουσιν ἐπὶ τῷ παιδὶ λαβεῖν Ἀλκμαίωνι.
我知道在希腊的其他地方也有她们的祭坛,也有人向她们奉献了圣所†...†,在那里阿喀琉斯也享有荣誉;加巴拉的多托神殿是一处圣所,那里还留存着一件袍子,希腊人说这是埃里菲勒为了其子阿尔克麦翁的毁灭而收下的。
§2.1.9τοῦ Ποσειδῶνος δέ εἰσιν ἐπειργασμένοι τῷ βάθρῳ καὶ οἱ Τυνδάρεω παῖδες, ὅτι δὴ σωτῆρες καὶ οὗτοι νεῶν καὶ ἀνθρώπων εἰσὶ ναυτιλλομένων.
波塞冬的底座上还雕刻着廷达瑞俄斯之子们,因为他们也是船只和航海之人的拯救者。
τὰ δὲ ἄλλα ἀνάκειται Γαλήνης ἄγαλμα καὶ Θαλάσσης καὶ ἵππος εἰκασμένος κήτει τὰ μετὰ τὸ στέρνον, Ἰνώ τε καὶ Βελλεροφόντης καὶ ὁ ἵππος ὁ Πήγασος.
其他的奉献物包括加勒涅(风平浪静)和海洋(萨拉萨)的雕像,一匹胸部以下部分呈海兽形状的马,以及伊诺、贝勒罗丰和飞马珀伽索斯。