§2.2.1τοῦ περιβόλου δέ ἐστιν ἐντὸς Παλαίμονος ἐν ἀριστερᾷ ναός, ἀγάλματα δὲ ἐν αὐτῷ Ποσειδῶν καὶ Λευκοθέα καὶ αὐτὸς ὁ Παλαίμων.
在围墙之内,左侧是帕莱蒙的神殿,殿内有波塞冬、留科忒亚以及帕莱蒙本人的雕像。
ἔστι δὲ καὶ ἄλλο Ἄδυτον καλούμενον, κάθοδος δὲ ἐς αὐτὸ ὑπόγεως, ἔνθα δὴ τὸν Παλαίμονα κεκρύφθαι φασίν· ὃς δʼ ἂν ἐνταῦθα ἢ Κορινθίων ἢ ξένος ἐπίορκα ὀμόσῃ, οὐδεμία ἐστίν οἱ μηχανὴ διαφυγεῖν τοῦ ὅρκου.
还有一个被称为“阿杜通(至圣所)”的地方,有通道通往地下,据说帕莱蒙就被藏在那里;无论是科林斯人还是外邦人,若在此处立下伪誓,就绝无办法逃脱誓言的惩罚。
καὶ δὴ ἱερόν ἐστιν ἀρχαῖον Κυκλώπων καλούμενος βωμός, καὶ θύουσιν ἐπʼ αὐτῷ Κύκλωψι.
此外,还有一处古老的圣所,被称为“独眼巨人祭坛”,人们在上面向独眼巨人献祭。
§2.2.2τάφους δὲ Σισύφου καὶ Νηλέως—καὶ γὰρ Νηλέα ἀφικόμενον ἐς Κόρινθον νόσῳ τελευτῆσαί φασι καὶ περὶ τὸν ἰσθμὸν ταφῆναι—οὐκ ἂν οἶδʼ εἰ ζητοίη τις ἐπιλεξάμενος τὰ Εὐμήλου·
至于西绪福斯和涅琉斯的坟墓——因为据说涅琉斯来到科林斯后因病去世,并被安葬在地峡附近——我想读过欧墨洛斯作品的人是不会去寻找它们的。
Νηλέως μὲν γὰρ οὐδὲ Νέστορι ἐπιδειχθῆναι τὸ μνῆμα ὑπὸ τοῦ Σισύφου φησί, χρῆναι γὰρ ἄγνωστον τοῖς πᾶσιν ὁμοίως εἶναι, Σίσυφον δὲ ταφῆναι μὲν ἐν τῷ ἰσθμῷ, τὸν δέ οἱ τάφον καὶ τῶν ἐφʼ αὑτοῦ Κορινθίων ὀλίγους εἶναι τοὺς εἰδότας.
因为欧墨洛斯说,涅琉斯的墓碑连对涅斯托尔都没有被西绪福斯指明,因为这必须对所有人同样保密;而西绪福斯虽然葬在地峡,但即使在他那个时代的科林斯人中,知道他墓地的人也寥寥无几。
ὁ δὲ Ἰσθμικὸς ἀγὼν οὐδὲ ἀναστάντων ὑπὸ Μομμίου Κορινθίων ἐξέλιπεν, ἀλλʼ ὅσον μὲν χρόνον ἠρήμωτο ἡ πόλις, Σικυωνίοις ἄγειν ἐπετέτραπτο τὰ Ἴσθμια, οἰκισθείσης δὲ αὖθις ἐς τοὺς νῦν οἰκήτορας περιῆλθεν ἡ τιμή.
即使在科林斯人被穆米乌斯驱逐之后,伊斯特米亚运动会也未曾中断;城市荒废期间,举办运动会的任务被委托给西锡安人,而当城市再次由现在的居民重建时,这一荣誉又回到了他们手中。
§2.2.3Κορινθίοις δὲ τοῖς ἐπινείοις τὰ ὀνόματα Λέχης καὶ Κεγχρίας ἔδοσαν, Ποσειδῶνος εἶναι καὶ Πειρήνης τῆς Ἀχελῴου λεγόμενοι· πεποίηται δὲ ἐν Ἠοίαις μεγάλαις Οἰβάλου θυγατέρα εἶναι Πειρήνην.
科林斯人的港口得名于莱克斯和肯克里亚斯,据说他们是波塞冬与阿刻罗俄斯之女培瑞涅的孩子;不过在《大埃俄亚》中,培瑞涅被写成是奥巴罗斯的女儿。
ἔστι δὲ ἐν Λεχαίῳ μὲν Ποσειδῶνος ἱερὸν καὶ ἄγαλμα χαλκοῦν, τὴν δὲ ἐς Κεγχρέας ἰόντων ἐξ ἰσθμοῦ ναὸς Ἀρτέμιδος καὶ ξόανον ἀρχαῖον.
在莱开翁有一座波塞冬的神殿和一尊青铜像,而在从地峡前往肯克里亚的路上,有一座阿耳忒弥斯的神殿和一尊古老的木雕像。
ἐν δὲ Κεγχρέαις Ἀφροδίτης τέ ἐστι ναὸς καὶ ἄγαλμα λίθου, μετὰ δὲ αὐτὸν ἐπὶ τῷ ἐρύματι τῷ διὰ τῆς θαλάσσης Ποσειδῶνος χαλκοῦν, κατὰ δὲ τὸ ἕτερον πέρας τοῦ λιμένος Ἀσκληπιοῦ καὶ Ἴσιδος ἱερά.
在肯克里亚有一座阿佛洛狄忒的神殿和一尊石雕像,而在那之后,在延伸至海中的防波堤上,有一尊波塞冬的青铜像,在港口的另一端则是阿斯克勒庇俄斯和伊西斯的圣所。
Κεγχρεῶν δὲ ἀπαντικρὺ τὸ Ἑλένης ἐστὶ λουτρόν· ὕδωρ ἐς θάλασσαν ἐκ πέτρας ῥεῖ πολὺ καὶ ἁλμυρὸν ὕδατι ὅμοιον ἀρχομένῳ θερμαίνεσθαι.
肯克里亚的正对面是海伦浴室;大量的泉水从岩石流向海洋,水质带咸,温度类似于刚刚开始变热的水。
§2.2.4ἀνιοῦσι δὲ ἐς Κόρινθον καὶ ἄλλα ἐστὶ κατὰ τὴν ὁδὸν μνήματα καὶ πρὸς τῇ πύλῃ Διογένης τέθαπται ὁ Σινωπεύς, ὃν κύνα ἐπίκλησιν καλοῦσιν Ἕλληνες.
在上行前往科林斯的途中,沿路还有其他的墓碑,在城门旁安葬着西诺普的狄奥根尼,希腊人称他为“犬”。
πρὸ δὲ τῆς πόλεως κυπαρίσσων ἐστὶν ἄλσος ὀνομαζόμενον Κράνειον.
在城市前有一片被称为克兰尼翁的柏树林。
ἐνταῦθα Βελλεροφόντου τέ ἐστι τέμενος καὶ Ἀφροδίτης ναὸς Μελαινίδος καὶ τάφος Λαΐδος, ᾧ δὴ λέαινα ἐπίθημά ἐστι κριὸν ἔχουσα ἐν τοῖς προτέροις ποσίν.
这里有贝勒罗丰的圣所、“黑”阿佛洛狄忒的神殿,以及莱伊丝的坟墓,墓上雕刻着一头前爪抓着公羊的雌狮。
§2.2.5ἔστι δὲ καὶ ἄλλο ἐν Θεσσαλίᾳ Λαΐδος φάμενον μνῆμα εἶναι· παρεγένετο γὰρ καὶ ἐς Θεσσαλίαν ἐρασθεῖσα Ἱπποστράτου.
在色萨利也有另一个据称是莱伊丝的坟墓;因为她也曾因爱上希波斯特拉托斯而前往色萨利。
τὸ δὲ ἐξ ἀρχῆς ἐξ Ὑκάρων αὐτὴν τῶν ἐν Σικελίᾳ λέγεται παῖδα οὖσαν ὑπὸ Νικίου καὶ Ἀθηναίων ἁλῶναι, πραθεῖσαν δὲ ἐς Κόρινθον ὑπερβαλέσθαι κάλλει τὰς τότε ἑταίρας, θαυμασθῆναί τε· οὕτω παρὰ Κορινθίοις ὡς ἀμφισβητεῖν σφᾶς καὶ νῦν ἔτι Λαΐδος.
据说她最初来自西西里的许卡拉,在孩童时期被尼基阿斯和雅典人俘虏,在被卖到科林斯后,她的美貌超越了当时所有的女伴,并受到人们的赞赏;她在科林斯人中如此受尊崇,以至于他们直到现在还在为莱伊丝争论不休。
§2.2.6λόγου δὲ ἄξια ἐν τῇ πόλει τὰ μὲν λειπόμενα ἔτι τῶν ἀρχαίων ἐστίν, τὰ δὲ πολλὰ αὐτῶν ἐπὶ τῆς ἀκμῆς ἐποιήθη τῆς ὕστερον.
城市中值得提及的事物,有些是古迹中幸存下来的,但大部分是在后来的繁荣时期建造的。
ἔστιν οὖν ἐπὶ τῆς ἀγορᾶς— ἐνταῦθα γὰρ πλεῖστά ἐστι τῶν ἱερῶν—Ἄρτεμίς τε ἐπίκλησιν Ἐφεσία καὶ Διονύσου ξόανα ἐπίχρυσα πλὴν τῶν προσώπων· τὰ δὲ πρόσωπα ἀλοιφῇ σφισιν ἐρυθρᾷ κεκόσμηται· Λύσιον δέ, τὸν δὲ Βάκχειον ὀνομάζουσι.
因此,在阿哥拉(广场)上——因为这里有最多的圣所——有被称为“以弗所”的阿耳忒弥斯,以及除脸部外皆镀金的狄奥尼索斯木雕像;它们的脸部饰以红漆;他们称一尊为“留西俄斯”,另一尊为“巴克刻俄斯”。
§2.2.7τὰ δὲ λεγόμενα ἐς τὰ ξόανα καὶ ἐγὼ γράφω.
我也将记下关于这些木雕像的传说。
Πενθέα ὑβρίζοντα ἐς Διόνυσον καὶ ἄλλα τολμᾶν λέγουσι καὶ τέλος ἐς τὸν Κιθαιρῶνα ἐλθεῖν ἐπὶ κατασκοπῇ τῶν γυναικῶν, ἀναβάντα δὲ ἐς δένδρον θεάσασθαι τὰ ποιούμενα· τὰς δέ, ὡς ἐφώρασαν, καθελκύσαι τε αὐτίκα Πενθέα καὶ ζῶντος ἀποσπᾶν ἄλλο ἄλλην τοῦ σώματος.
据说彭透斯对狄奥尼索斯无礼,并敢于做出其他不轨之事,最后他前往基泰龙山窥探妇女们,爬上树观看她们的活动;妇女们发现他后,立即将彭透斯拉下来,在他活着的时候,各人扯下他身体的不同部分,将他分尸。
ὕστερον δέ, ὡς Κορίνθιοι λέγουσιν, ἡ Πυθία χρᾷ σφισιν ἀνευρόντας τὸ δένδρον ἐκεῖνο ἴσα τῷ θεῷ σέβειν· καὶ ἀπʼ αὐτοῦ διὰ τόδε τὰς εἰκόνας πεποίηνται ταύτας.
后来,正如科林斯人所说,皮提亚的女祭司降下神谕,让他们找到那棵树,并像崇敬神一样崇拜它;因此,他们用那棵树制作了这些雕像。
§2.2.8ἔστι δὲ καὶ Τύχης ναός· ἄγαλμα ὀρθὸν Παρίου λίθου· παρὰ δὲ αὐτὸν θεοῖς πᾶσίν ἐστιν ἱερόν.
还有一座堤喀的神殿,有一尊用帕罗斯石雕刻的立像;在它旁边是一座供奉所有神灵的圣所。
πλησίον δὲ ᾠκοδόμηται κρήνη, καὶ Ποσειδῶν ἐπʼ αὐτῇ χαλκοῦς καὶ δελφὶς ὑπὸ τοῖς ποσίν ἐστι τοῦ Ποσειδῶνος ἀφιεὶς ὕδωρ.
附近建有一座喷泉,上面有一尊青铜的波塞冬,波塞冬脚下的海豚正在喷水。
καὶ Ἀπόλλων ἐπίκλησιν Κλάριος χαλκοῦς ἐστι καὶ ἄγαλμα Ἀφροδίτης Ἑρμογένους Κυθηρίου ποιήσαντος.
还有一尊被称为“克拉里俄斯”的青铜阿波罗像,以及一尊由库瑟拉人赫莫杰尼斯制作的阿佛洛狄忒雕像。
Ἑρμοῦ τέ ἐστιν ἀγάλματα χαλκοῦ μὲν καὶ ὀρθὰ ἀμφότερα, τῷ δὲ ἑτέρῳ καὶ ναὸς πεποίηται.
还有两尊赫耳墨斯的雕像,都是青铜材质且呈立姿,其中一尊还建有神殿。
τὰ δὲ τοῦ Διός, καὶ ταῦτα ὄντα ἐν ὑπαίθρῳ, τὸ μὲν ἐπίκλησιν οὐκ εἶχε, τὸν δὲ αὐτῶν Χθόνιον καὶ τὸν τρίτον καλοῦσιν Ὕψιστον.
宙斯的雕像们,这些也是露天的,其中一尊没有称号,而其他的雕像中,他们称一尊为“克托尼俄斯”,第三尊为“许普西斯托斯”。